BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Βʹ

 

___________________________________________________

 

 

96

Βέβαιον οὐδέν ἐστιν ἐν θνητῶι βίωι.

97

Βιοῦν ἀλύπως θνητὸν ὄντ᾽ οὐ ῥάιδιον.

98

Βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει.

99

Βραδὺς πρὸς ὀργὴν <κ>ἀγκρατὴς φέρειν γενοῦ.

100

Βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις.

101

Βάδιζε τὴν εὐθεῖαν, ἵνα δίκαιος ἦις.

102

Βούλου δ᾽ ἀρέσκειν πᾶσι, μὴ σαυτῶι μόνωι.

103

Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν.

104

Βουλόμεθα πλουτεῖν πάντες, ἀλλ᾽ οὐ δυνάμεθα.

105

Βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται βίον.

106

Βίος κέκληται δ᾽ ὡς βίαι πορίζεται.

107

Βροτοῖς ἅπασιν ἡ συνείδησις θεός.

108

Βίου δικαίου γίγνεται τέλος καλόν.

109

Βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον.

110

Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται.

111

Βουλὴν ἅπαντος πράγματος προλάμβανε.

112

Βλάπτει τὸν ἄνδρα θυμὸς εἰς ὀργὴν πεσών.

113

Βούλου γονεῖς πρώτιστον ἐν τιμαῖς ἔχειν.

114

Βοηθὸς ἴσθι τοῖς καλῶς εἰργασμένοις.

115

Βίος βίου δεόμενος οὐκ ἔστιν βίος.

116

Βέλτιόν ἐστι σῶμά γ᾽ ἢ ψυχὴν νοσεῖν.

117

Βίου σπάνις πέφυκεν ἀνδράσιν γυνή.

118

Βίον καλὸν ζῆις, ἂν γυναῖκα μὴ τρέφηις.

119

Βλάβος φέρει σοι κέρδος ἄδικον †ἅπαν.

120

Βίος ἐστίν, ἄν τις τῶι βίωι χαίρηι βιῶν.

121

Βλέπων πεπαίδευμ᾽ εἰς τὰ τῶν ἄλλων κακά.

122

Βακτηρία γάρ ἐστι παιδεία βίου.

123

†Βίος μὲν οὐδεὶς σκαιὸν ἔργον εἰσφέρει.†

124

Βραβεῖον ἀρετῆς ἐστιν εὐπαιδευσία.

125

Βουλὴν γερόντων πᾶσαν εἰς πρᾶξιν λαβέ.

126

Βουλῆς ἄμεινον οὐδέν ἐστιν ἐν βίωι.

127

Βουλῆι πονηρᾶι μηδ᾽ ὅλως κρατεῖν θέλε.

128

Βίος πονηρὸς εἰς κακὸν φέρει τέλος.

129

Βέβαιος οὐδεὶς ἄρτι τῶν φίλων μένει.

130

Βαβαὶ τὸ μικρὸν ὄμμα πῶς πολλὰ βλέπει.

131

Βίον κρατύνει μῦθος ἢ χρυσὸς βροτοῦ.

132

†Βάρος μολίβδου καὶ κακῶν βροτῶν ἴσον.†

133

Βούλου τὸ πρῶτον εὐσεβεῖν πρὸς τὸν θεόν.

134

Βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος.

135

Βάδισμα καὶ στόλισμα σύμμετρον φέρε.