Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Αʹ
|
|
___________________________________________________
| |
1 | Ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα. |
2 | Ἀναφαίρετον κτῆμ᾽ ἐστὶ παιδεία βροτοῖς. |
3 | Ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου. |
4 | Αὐτά σε διδάσκει τοῦ βίου τὰ πράγματα. |
5 | Ἀθάνατον ἔχθραν μὴ φύλαττε θνητὸς ὤν. |
6 | Ἅπαξ ἀκοῦσαι τοὺς ἐλευθέρους καλόν. |
7 | Ἃ ψέγομεν ἡμεῖς, ταῦτα μὴ μιμώμεθα. |
8 | Ἅπαν τὸ κέρδος ἄδικον <ὂν> φέρει βλάβην. |
9 | Ἅπαντα καιρῶι χάριν ἔχει τρυγώμενα. |
10 | Ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης. |
11 | Ἄδικον τὸ λυπεῖν τοὺς φίλους ἑκουσίως. |
12 | Ἀχάριστος, ὅστις εὖ παθὼν ἀμνημονεῖ. |
13 | Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος. |
14 | Ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ᾽ ἀεί. |
15 | Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν. |
16 | Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην. |
17 | Ἀβουλίαι γὰρ πολλὰ βλάπτονται βροτοί. |
18 | Ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ᾽ ἀεί. |
19 | Ἀνεξέταστον μὴ κόλαζε μηδένα. |
20 | Ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ. |
21 | Ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῆι. |
22 | Ἄνθρωπος ὢν γίνωσκε τῆς ὀργῆς κρατεῖν. |
23 | Ἅπαντας αὑτῶν κρείσσονας ἀνάγκη ποιεῖ. |
24 | Αἰσχρὸν δὲ μηδὲν πρᾶττε, μηδὲ μάνθανε. |
25 | Ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί. |
26 | Ἀνδρῶν δὲ φαύλων ὅρκον εἰς ὕδωρ γράφε. |
27 | Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. |
28 | Ἀνδρὸς δικαίου καρπὸς οὐκ ἀπόλλυται. |
29 | Ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε. |
30 | Ἄνθρωπος ἀτυχῶν σώιζεθ᾽ ὑπὸ τῆς ἐλπίδος. |
31 | Ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σώιζει πόλιν. |
32 | Ἀνὴρ ἄριστος οὐκ ἂν εἴη δυσγενής. |
33 | Ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται. |
34 | Ἀνδρὸς κακῶς πράττοντος ἐκποδὼν φίλοι. |
35 | Ἀλαζονείας οὔτις ἐκφεύγει δίκην. |
36 | Ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία. |
37 | Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, |
38 | ἀλλ᾽ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται. |
39 | Ἅπαντ᾽ ἀφανίζει γῆρας, ἰσχὺν σώματος, |
40 | ἀκοήν, ὅρασιν, κάλλος, οὐκέθ᾽ ἡδονή. |
41 | Ἄριστόν ἐστι πάντ᾽ ἐπίστασθαι καλά. |
42 | Ἀεὶ δ᾽ ὁ σωθείς ἐστιν ἀχάριστος φύσει· |
43 | ἅμ᾽ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις. |
44 | Ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν. |
45 | Ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι. |
46 | Ἆρ᾽ ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγος; |
47 | Ἅπαντας εὖ πράττοντας ἥδομαι φίλους. |
48 | Ἃ μὴ προσήκει μήτ᾽ ἄκουε μήθ᾽ ὅρα. |
49 | Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος. |
50 | Ἅπαντας ἡ παίδευσις ἡμέρους τελεῖ. |
51 | Αἱ δ᾽ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν. |
52 | Αὐτὸς πενωθεὶς τοῖς ἔχουσι μὴ φθόνει. |
53 | Ἆρ᾽ ἐστὶ πάντων ἀγρυπνία καλλίστατον; |
54 | Ἆρ᾽ ἐστὶ συγγενές τι λύπη καὶ βίος; |
55 | Ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος. |
56 | Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται. |
57 | Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί, |
58 | αὐτοὶ δ᾽ ἁμαρτάνοντες οὐ γιγνώσκομεν. |
59 | Ἄρεσκε πᾶσι καὶ σὺ μὴ σαυτῶι μόνωι. |
60 | Ἀνουθέτητόν ἐστιν ἡ παρρησία. |
61 | Ἀνὴρ ἄβουλος εἰς κενὸν μοχθεῖ τρέχων. |
62 | Ἀνὴρ δίκαιος πλοῦτον οὐκ ἔχει ποτέ. |
63 | Ἀρχὴν νόμιζε τὸν θεὸν † φοβεῖσθαι. |
64 | Ἀνδρῶν δικαίων ἔρχε᾽ εἰς σωτηρίαν. |
65 | Ἄνευ δὲ λύπης οὐδὲ εἷς βροτῶν βίος. |
66 | Ἀδίκοις φίλοισιν ἢ κακοῖς μὴ συμπλέκου. |
67 | Ἀνὴρ δ᾽ ἄβουλος ἡδοναῖς θηρεύεται. |
68 | Ἀρχῆς ἁπάσης ἡγεμὼν ἔστω λόγος. |
69 | Ἀρετῆς ἁπάσης σεμνὸς ἡγεῖται λόγος. |
70 | Αὐθαίρετος λύπη ᾽στὶν ἡ τέκνων σπορά. |
71 | Ἀνδρὸς καλῶς πράττοντος ἐγγὺς οἱ φίλοι. |
72 | Ἄξεις ἀλύπως τὸν βίον χωρὶς γάμου. |
73 | Ἀβέβαιός ἐστι πλοῦτος, ἐάν τις εὖ φρονῆι. |
74 | Ἂν εὖ φρονῆις, τὰ πάντα γ᾽ εὐδαίμων ἔσηι. |
75 | Ἄλλος καθεύδων ἥδετ᾽, ἄλλος ἐσθίων. |
76 | Ἀνάπαυσις ὕπνος ἐστὶ πάντων τῶν κακῶν. |
77 | Ἀεὶ πονηρόν ἐστι τἀνθρώπων γένος. |
78 | Ἄρεσκε πλήθει καθ᾽ ἕνα φιλοτιμούμενος. |
16 | <Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην,> |
79 | ἀλλ᾽ ἠλλάγη τὸ λεχθὲν ἐν τῶι νῦν βίωι· |
80 | ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τἀγαθά. |
81 | Ἅπασι<ν> ἡμῖν ἡ συνείδησις θεός. |
82 | Ἀνώμαλοι πλάστιγγες ἀστάτου τύχης. |
83 | Ἄγει πονηρὰ πρᾶξις εἰς κακὸν κλέος. |
84 | Ἄγρυπνον ὄμμα τοὺς λογισμοὺς εἰσβλέπει. |
85 | Ἀνὴρ ἀπειθὴς εἰς ἐχθρῶν πίπτει δόλους, |
86 | αὐτὸς γὰρ οἶδεν οὐδὲ{ν} εἷς τὸ συμφέρον. |
87 | Ἀπῆλθεν οὐδεὶς τῶν βροτῶν πλοῦτον φέρων. |
88 | Ἄκουε πάντα καὶ λάλει καιρῶι, φίλος. |
89 | Ἀφίλητος εἶναι μὴ θελήσηις ἐν βίωι. |
90 | Ἄμεινόν <ἐστιν> ἀνδρὶ μὴ γαμετὴν {ἐκ}τρέφειν. |
91 | Ἀμελοῦντα τοῦ ζῆν οὐκ ἔνεστ᾽ εὐσχημονεῖν. |
92 | Ἀκμὴ τὸ σύνολον οὐδὲν ἄνθους διαφέρει. |
93 | Ἀεὶ κράτιστόν ἐστι τἀσφαλέστατον. |
94 | Ἀγαθὰ προθύμως καὶ λάλει καὶ μάνθανε. |
95 | Ἄκουε πάντων, ἐκλέγου δ᾽ ἃ συμφέρει. |