Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ωʹ
|
|
___________________________________________________
| |
852 | Ὡς χαρίεν ἔστ᾽ ἄνθρωπος, ἂν ἄνθρωπος ἦι. |
853 | Ὡς αἰσχρὸν ἀνθρώποισίν ἐστ᾽ ἀπληστία. |
854 | Ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι. |
855 | Ὡς ἡδὺ τὸ ζῆν μὴ φθονούσης τῆς τύχης. |
856 | Ὡς αἰσχρὸν εὖ ζῆν ἐν πονηροῖς ἤθεσιν. |
857 | Ὡς ἡδὺ κάλλος, ὅταν ἔχηι νοῦν σώφρονα. |
858 | Ὡς ἡδὺ δούλωι δεσπότου χρηστοῦ τυχεῖν. |
859 | Ὡς ἡδὺ τῶι σωθέντι μεμνῆσθαι πόνων. |
860 | Ὥς ἐστ᾽ ἄπιστον ἡ γυναικεία φύσις. |
861 | Ὦ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ. |
862 | Ὡς εὐκόλως πίπτουσιν αἱ λαμπραὶ τύχαι. |
863 | Ὡς πολλὰ διὰ τὰς ἡδονὰς λυπούμεθα. |
864 | Ὡς οὐδὲν οἶδ᾽ ἄνθρωπος ὧν μέλλει ποιεῖν. |
865 | Ὡς οὐδὲν ἡ μάθησις, ἂν μὴ νοῦς παρῆι. |
866 | Ὦ Ζεῦ, τὸ πάντων κρεῖττόν ἐστι νοῦν ἔχειν. |
867 | Ὡς πάντα τιμῆς ἐστι πλὴν τρόπου κακοῦ. |
868 | Ὡς χρηστὰ πράττειν κρεῖττόν ἐστ᾽ ἐλευθέρως. |
869 | Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, |
870 | ἅπαντα συλῶν <τὰ> καλὰ τῆς εὐμορφίας. |
871 | Ὡς ἡδὺς ὁ βίος, ἄν τις αὐτὸν μὴ μάθηι. |
872 | Ὡς μέγα τὸ μικρόν ἐστιν ἐν καιρῶι δοθέν. |
873 | Ὥρα τὰ πάντα τοῦ βίου κρίνει καλῶς. |
874 | Ὡς ποικίλον πρᾶγμ᾽ ἐστὶ καὶ πλάνον τύχη. |
875 | Ὡς πολλὰ θνητοῖς ἡ σχολὴ ποιεῖ κακά. |
876 | Ὧν ἦρξε γαστήρ, τὸ φρονεῖν ἀφηιρέθη. |
877 | Ὦ γῆρας ἀνθρώποισιν εὐκταῖον κακόν. |