Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ὕμνοι
Hymnus V
|
|
______________________________________________________________________________
|
|
Εἰς λουτρὰ τῆς Παλλάδος
Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶντᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπεν·σοῦσθέ νυν, ὦ ξανθαὶ σοῦσθε Πελασγιάδες. | |
5 | οὔποκ᾽ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις,πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων·οὐδ᾽ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισατεύχεα τῶν ἀδίκων ἦνθ᾽ ἀπὸ γαγενέων,ἀλλὰ πολὺ πράτιστον ὑφ᾽ ἅρματος αὐχένας ἵππων |
10 | λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγένταπάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.ὦ ἴτ᾽ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ᾽ ἀλαβάστρως– συρίγγων ἀίω φθόγγον ὑπαξόνιον –, |
15 | μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδ᾽ ἀλαβάστρως– οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ –οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.οὐδ᾽ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,οὔτ᾽ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος |
20 | ἔβλεψεν δίναν ἐς διαφαινομέναν·οὐδ᾽ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσαπολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν.ἁ δὲ δὶς ἑξήκοντα διαθρέξασα διαύλως,οἷα παρ᾽ Εὐρώται τοὶ Λακεδαιμόνιοι |
25 | ἀστέρες, ἐμπεράμως ἐτρίψατο λιτὰ βαλοῖσαχρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς,ὦ κῶραι, τὸ δ᾽ ἔρευθος ἀνέδραμε, πρώϊον οἵανἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροϊάν.τῶι καὶ νῦν ἄρσεν τι κομίσσατε μῶνον ἔλαιον, |
30 | ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίτανπέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθ᾽, Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν· |
35 | ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,ὡς ἔθος Ἀργείως τοῦτο παλαιοτέρωςΕὐμήδης ἐδίδαξε, τεῒν κεχαρισμένος ἱρεύς·ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατονδᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα |
40 | ὤιχετ᾽ ἔχων, Κρεῖον δ᾽ εἰς ὄρος ὠικίσατο,Κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκενἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθ᾽, Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,ἵππων καὶ σακέων ἁδομένα πατάγωι. |
45 | σάμερον, ὑδροφόροι, μὴ βάπτετε σάμερον, Ἄργος,πίνετ᾽ ἀπὸ κρανᾶν μηδ᾽ ἀπὸ τῶ ποταμῶ·σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειανἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας |
50 | ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέωντἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. |
55 | πότνι᾽ Ἀθαναία, σὺ μὲν ἔξιθι· μέσφα δ᾽ ἐγώ τιταῖσδ᾽ ἐρέω· μῦθος δ᾽ οὐκ ἐμός, ἀλλ᾽ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαιςπουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· |
60 | ἀλλὰ καὶ ἀρχαίων εὖτ᾽ ἐπὶ Θεσπιέωνἢ ᾽πὶ Πλαταιάων ἢ εἰς Ἁλίαρτον ἐλαύνοιἵππως, Βοιωτῶν ἔργα διερχομένα,ἢ ᾽πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσοςκαὶ βωμοὶ ποταμῶι κεῖντ᾽ ἐπὶ Κουραλίωι, |
65 | πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,οὐδ᾽ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαιἁδεῖαι τελέθεσκον, ὅκ᾽ οὐχ ἁγεῖτο Χαρικλώ·ἀλλ᾽ ἔτι καὶ τήναν δάκρυα πόλλ᾽ ἔμενε,καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν. |
70 | δή ποκα γὰρ πέπλων λυσαμένα περόναςἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαιλῶντο· μεσαμβρινὰ δ᾽ εἶχ᾽ ὄρος ἁσυχία.ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ᾽ ἔσαν ὧραι,πολλὰ δ᾽ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
|
75 | Τειρεσίας δ᾽ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένειαπερκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·διψάσας δ᾽ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,σχέτλιος· οὐκ ἐθέλων δ᾽ εἶδε τὰ μὴ θεμιτά.τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα· |
80 | ᾽τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ᾽ ἀποισόμενον,ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;᾽ἁ μὲν ἔφα, παιδὸς δ᾽ ὄμματα νὺξ ἔλαβεν.ἑστάκη δ᾽ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαιγώνατα καὶ φωνὰν ἔσχεν ἀμαχανία. |
85 | ἁ νύμφα δ᾽ ἐβόασε· ᾽τί μοι τὸν κῶρον ἔρεξαςπότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι;ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,ἀλλ᾽ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν, |
90 | ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ,ἦ μεγάλ᾽ ἀντ᾽ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσαςκαὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.᾽ἁ μὲν ἅμ᾽ ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσαμάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων |
95 | ἆγε βαρὺ κλαίοισα, θεὰ δ᾽ ἐλέησεν ἑταίραν.καί νιν Ἀθαναία πρὸς τόδ᾽ ἔλεξεν ἔπος·᾽δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι᾽ ὀργάνεἶπας· ἐγὼ δ᾽ οὔ τοι τέκνον ἔθηκ᾽ ἀλαόν.οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων |
100 | ἁρπάζειν· Κρόνιοι δ᾽ ὧδε λέγοντι νόμοι·ὅς κε τιν᾽ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτοἔργον, ἐπεὶ Μοιρᾶν ὧδ᾽ ἐπένησε λίνα, |
105 | ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,πόσσα δ᾽ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοιπαῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. |
110 | καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδοςἔσσεται· ἀλλ᾽ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ᾽ ἐν ὄρεσσιῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,ὁππόταν οὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετράδαίμονος· ἀλλ᾽ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες |
115 | τουτάκι δειπνησεῦντι· τὰ δ᾽ υἱέος ὀστέα μάτηρλεξεῖται δρυμὼς πάντας ἐπερχομένα·ὀλβίσταν δ᾽ ἐρέει σε καὶ εὐαίωνα γενέσθαιἐξ ὀρέων ἀλαὸν παῖδ᾽ ὑποδεξαμέναν.ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα |
120 | τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα,μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.γνωσεῖται δ᾽ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονταιἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες. |
125 | πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωιχρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον,καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι |
130 | φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.᾽ὣς φαμένα κατένευσε· τὸ δ᾽ ἐντελές, ὧι κ᾽ ἐπινεύσηιΠαλλάς, ἐπεὶ μώναι Ζεὺς τόγε θυγατέρωνδῶκεν Ἀθαναίαι πατρώια πάντα φέρεσθαι,λωτροχόοι, μάτηρ δ᾽ οὔτις ἔτικτε θεάν, |
135 | ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύειψεύδεα αι θυγάτηρ.
ἔρχετ᾽ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθετὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,σύν τ᾽ εὐαγορίαι σύν τ᾽ εὔγμασι σύν τ᾽ ὀλολυγαῖς. |
140 | χαῖρε, θεά, κάδευ δ᾽ Ἄργεος Ἰναχίω.χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαιςἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω. |