Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ὕμνοι
Hymnus VI
|
|
______________________________________________________________________________
|
|
Εἰς Δημήτρα
Τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες·«Δάματερ, μέγα χαῖρε, πολυτρόφε πουλυμέδιμνε.»τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε, βέβαλοι,μηδ᾽ ἀπὸ τῶ τέγεος μηδ᾽ ὑψόθεν αὐγάσσησθε | |
5 | μὴ παῖς μηδὲ γυνὰ μηδ᾽ ἃ κατεχεύατο χαίταν,μηδ᾽ ὅκ᾽ ἀφ᾽ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.Ἕσπερος ἐκ νεφέων ἐσκέψατο – πανίκα νεῖται –Ἕσπερος, ὅς τε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,ἁρπαγίμας ὅκ᾽ ἄπυστα μετέστιχεν ἴχνια κώρας. |
10 | πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστ᾽ ἐπὶ δυθμάς,ἔστ᾽ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;οὐ πίες οὔτ᾽ ἄρ᾽ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.τρὶς μὲν δὴ διέβας Ἀχελώϊον ἀργυροδίναν,τοσσάκι δ᾽ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, |
15 | τρὶς δ᾽ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητίαὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα |
20 | ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·κάλλιον, ὡς – ἵνα καί τις ὑπερβασίας ἀλέηται –π ἰδέσθαι
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον, |
25 | τὶν δ᾽ αὐτᾶι† καλὸν ἄλσος ἐποιήσαντο Πελασγοίδένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀϊστός·ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ᾽ ὥστ᾽ ἀλέκτρινον ὕδωρἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ᾽ ἐπεμαίνετο χώρωι |
30 | ὅσσον Ἐλευσῖνι, Τριόπαι θ᾽ ὅσον ὁκκόσον Ἔνναι.ἀλλ᾽ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·σεύατ᾽ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,πάντας δ᾽ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, |
35 | ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο·ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. |
40 | ἄισθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,εἶπε δὲ χωσαμένα· «τίς μοι καλὰ δένδρεα κόπτει;»αὐτίκα Νικίππαι, τάν οἱ πόλις ἀράτειρανδαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρίστέμματα καὶ μάκωνα, κατωμαδίαν δ᾽ ἔχε κλᾶιδα. |
45 | φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα·«τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆιπότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.» |
50 | τὰν δ᾽ ἄρ᾽ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγόνὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαιναὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,«χάζευ», ἔφα, «μή τοι πέλεκυν μέγαν ἐν χροῒ πάξω.ταῦτα δ᾽ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας |
55 | αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.»εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.Δαμάτηρ δ᾽ ἄφατόν τι κοτέσσατο, γείνατο δ᾽ ἁ θεύς·ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ᾽ Ὀλύμπω.οἱ μὲν ἄρ᾽ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, |
60 | ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.ἁ δ᾽ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντοδεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ᾽ ἀπαμείψατ᾽ ἄνακτα·᾽ναὶ ναί, τεύχεο δῶμα, κύον κύον, ὧι ἔνι δαῖταςποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.᾽ |
65 | ἁ μὲν τόσσ᾽ εἰποῖσ᾽ Ἐρυσίχθονι τεῦχε πονηρά.αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόναἴθωνα κρατερόν, μεγάλαι δ᾽ ἐστρεύγετο νούσωι.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.εἴκατι δαῖτα πένοντο, δυώδεκα δ᾽ οἶνον ἄφυσσον. |
70 | καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος·τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει.οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμποναἰδόμενοι γονέες, προχάνα δ᾽ εὑρίσκετο πᾶσα.ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ᾽ ἄεθλα |
75 | Ὀρμενίδαι καλέοντες· ἀπ᾽ ὦν ἀρνήσατο μάτηρ·«οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακετέλθος ἀπαιτησῶν ἑκατὸν βόας.᾽ ἦνθε Πολυξώ,μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα. |
80 | τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δακρύοισα·᾽νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ᾽ ἤλασε κάπροςΠίνδον ἀν᾽ εὐάγκειαν, ὁ δ᾽ ἐννέα φάεα κεῖται.»δειλαία φιλότεκνε, τί δ᾽ οὐκ ἐψεύσαο, μᾶτερ;δαίνυεν εἰλαπίναν τις· «ἐν ἀλλοτρίαι Ἐρυσίχθων.» |
85 | ἄγετό τις νύμφαν· «Ἐρυσίχθονα δίσκος ἔτυψεν»,ἢ «ἔπεσ᾽ ἐξ ἵππων᾽, ἢ ᾽ἐν Ὄθρυϊ ποίμνι᾽ ἀμιθρεῖ.»ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάςἤσθιε μυρία πάντα· κακὰ δ᾽ ἐξάλλετο γαστήραἰεὶ μᾶλλον ἔδοντι, τὰ δ᾽ ἐς βυθὸν οἷα θαλάσσας |
90 | ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,καὶ τούτων ἔτι μέζον ἐτάκετο, μέστ᾽ ἐπὶ νεύροιςδειλαίωι ῥινός τε καὶ ὀστέα μῶνον ἐλείφθη.κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ᾽ ἔστενον αἱ δύ᾽ ἀδελφαί |
95 | χὠ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.καὶ δ᾽ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,τοῖα τὸν οὐκ ἀίοντα Ποτειδάωνα καλιστρέων·᾽ψευδοπάτωρ, ἴδε τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μένσεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο |
100 | τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόνβλητὸν ὑπ᾽ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέϊξαν·νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτόςβόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. |
105 | χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδητετραπόδων· οὐδὲν γὰρ ἀπαρνήσαντο μάγειροι.ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, |
110 | καὶ τὰν μάλουριν, τὰν ἔτρεμε θηρία μικκά.᾽μέστα μὲν ἐν Τριόπαο δόμοις ἔτι χρήματα κεῖτο,μῶνον ἄρ᾽ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.ἀλλ᾽ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,καὶ τόχ᾽ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο |
115 | αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,εἴη μηδ᾽ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
Ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε, τεκοῖσαι·«Δάματερ, μέγα χαῖρε, πολυτρόφε πουλυμέδιμνε.» |
120 | χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντιτέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσαλευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισαἡξεῖ καὶ φθινόπωρον, ἔτος δ᾽ εἰς ἄλλο φυλαξεῖ.ὡς δ᾽ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, |
125 | ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.ὡς δ᾽ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασεύμεσθα.μέστα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,τὰς δὲ τελεσφορίας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, |
130 | αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι,χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,ὣς ἅλις, ὡς αὐταῖς ἰθαρὸν γόνυ· ταῖσι δὲ Δηώδωσεῖ πάντ᾽ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε, θεά, καὶ τάνδε σάω πόλιν ἔν θ᾽ ὁμονοίαι |
135 | ἔν τ᾽ εὐηπελίαι, φέρε δ᾽ ἀγρόθι νόστιμα πάντα·φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,φέρβε καὶ εἰράναν, ἵν᾽ ὃς ἄροσε τῆνος ἀμάσηι.ἵλαθί μοι, τρίλλιστε, μέγα κρείοισα θεάων. |