Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ὕμνοι
Hymnus III
|
|
______________________________________________________________________________
|
|
Εἰς Ἄρτεμιν
Ἄρτεμιν – οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι –ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονταικαὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι | |
5 | παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·«δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι,δὸς δ᾽ ἰοὺς καὶ τόξα ἔα πάτερ, οὔ σε φαρέτρηνοὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς |
10 | αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα·ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶναζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. |
15 | δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκαςμήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμονἥντινα λῆις· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν· |
20 | οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶνμοῦνον ὅτ᾽ ὀξείηισιν ὑπ᾽ ὠδίνεσσι γυναῖκεςτειρόμεναι καλέωσι βοηθόον, ἧισί με Μοῖραιγεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα |
25 | μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.»
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρόςἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖραςμέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,φῆ δὲ καταρρέζων· ᾽ὅτε μοι τοιαῦτα θέαιναι |
30 | τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρηςχωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημόςαἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν |
35 | εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαιμεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονταιἈρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖςἔσσηι καὶ λιμένεσσιν ἐπίσκοπος.᾽ ὣς ὁ μὲν εἰπών |
40 | μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρηΛευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕληι,ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, |
45 | οὕνεκα θυγατέρας Λητωΐδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμενήσωι ἐνὶ Λιπάρηι – Λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκενοὔνομά οἱ Μελιγουνίς – ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιοἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· |
50 | ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωραπρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δ᾽ ὑπ᾽ ὀφρύνφάεα μουνόγληνα σάκει ἴσα τετραβοείωιδεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν |
55 | ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημαφυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτωνἸταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,εὖθ᾽ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων |
60 | ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρονἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μυχθίσσειαν.τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναιοὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί |
65 | οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιοἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι· |
70 | αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσηςδύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, |
75 | Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,ὤλοψας δὲ βίηφι· τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦνμεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηιφωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
|
80 | τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·᾽Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξονἠδ᾽ ἰοὺς κοίλην τε κατακληῗδα βελέμνωντεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον |
85 | θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.᾽ἔννεπες· οἱ δ᾽ ἐτέλεσσαν· ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον.
αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ᾽ αὖλινἈρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνεΜαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. |
90 | τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς,τρεῖς δὲ παρουαίους, ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέονταςαὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,εἷλκον ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκεθάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι |
95 | ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόνκαὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαίσημῆναι καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη – μετὰ καὶ κύνες ἐσσεύοντο –εὗρες ἐπὶ προμολῆισ᾽ ὄρεος τοῦ Παρρασίοιο |
100 | σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἐπ᾽ ὄχθηιςαἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός·ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες·᾽τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.᾽ |
105 | πέντ᾽ ἔσαν αἱ πᾶσαι· πίσυρας δ᾽ ἕλες ὦκα θέουσανόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσανἭρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆιὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
|
110 | Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοιἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ |
115 | ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ᾽ ἐνέηκας ἀυτμήνἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου; |
120 | πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δρῦν,ἀλλά † μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέαςοἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον.σχέτλιοι, οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· |
125 | κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκεςἢ βληταὶ θνήισκουσι λεχωΐδες ἠὲ φυγοῦσαιτίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, |
130 | κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλητετραπόδων, εὖ δ᾽ οἶκος ἀέξεται· οὐδ᾽ ἐπὶ σῆμαἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περοἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν |
135 | εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι, |
140 | ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τε σε ῥεῖαθηητὴν φορέουσιν ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονταιὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλωνθηρίον ὅττι φέρηισθα – πάροιθέ γε, πρίν περ ἱκέσθαι |
145 | καρτερὸν Ἀλκεΐδην· νῦν δ᾽ οὐκέτι Φοῖβος ἄεθλοντοῦτον ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμωνἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσανεῖαι πῖον ἔδεσμα· θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνωιἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, |
150 | ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅγε χλούνηνκάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·κερδαλέωι μύθωι σε, θεή, μάλα τῶιδε πινύσκει·«βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόνὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς |
155 | οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοίῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ᾽ ἐπὶ καὶ τούς.»ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.οὐ γὰρ ὅγε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς |
160 | παύσατ᾽ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,τῆι ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσαςψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαιἭρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν |
165 | ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντοὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σ᾽ ἐφ᾽ ἕδρηνπάντες ὁμῶς καλέουσι· σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
|
170 | ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονταιἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖοἢ Πιτάνηι – καὶ γὰρ Πιτάνη σέθεν – ἢ ἐνὶ Λίμναις,ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσουσαἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων, |
175 | μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦτετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίωι ἀροτῆρι·ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαικόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶενεἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται |
180 | τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνονἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆταιδίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων |
185 | φίλαο καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,Τηΰγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην, |
190 | ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνωςπτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.ἡ δ᾽ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,ἄλλοτε δ᾽ εἱαμενῆισιν· ὁ δ᾽ ἐννέα μῆνας ἐφοίταπαίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, |
195 | μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντονπρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήωνδίκτυα, τά σφ᾽ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνεςνύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφηΔικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς |
200 | ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωιἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζοςτῆς κούρης, ὅτ᾽ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δέ σε κείνης |
205 | Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ᾽ ἔδωκαςαὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρηὙψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηϊονίδαο, |
210 | πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σέ φασικαλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι.αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτραςἰοδόκους ἐφόρησαν· † ἀσύλλωτοι δέ φιν ὦμοιδεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός. |
215 | ἤινησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντηνκούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρεςμέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης |
220 | Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας·οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπαοὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαιτοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
|
225 | πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε, ΧιτώνηΜιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύςἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνωνπηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι |
230 | μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδεινἔπλεον ἀμφ᾽ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας |
235 | οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾽ ἐνὶ ΛούσοιςἩμέρηι, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραιἔν κοτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντοφηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ· |
240 | αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντοπρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωιστησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαιλεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι– οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο, |
245 | ἔργον Ἀθηναίης ἐλάφωι κακόν – ἔδραμε δ᾽ ἠχώΣάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσινοὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλονδωμήθη, τοῦ δ᾽ οὔτι θεώτερον ὄψεται ἠώς |
250 | οὐδ᾽ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησεΛύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶνἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρ᾽ αὐτόνκεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. |
255 | ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλενοὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλοςὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαξαινοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη. |
260 | μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν – οὐδὲ γὰρ Οἰνεῖβωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες –μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν– οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἐπὶ κόμπασε μισθῶι –μηδέ τινα μνᾶσθαι τὴν παρθένον – οὐδὲ γὰρ Ὦτος, |
265 | οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν –μηδὲ χορὸν φεύγειν ἐνιαύσιον – οὐδὲ γὰρ Ἱππώἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι.
χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῆι. |