BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Ὕμνοι

 

Hymnus II

 

______________________________________________________________________________

 

 

 

 

Εἰς Ἀπόλλωνα

 

Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,

οἷα δ᾽ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.

καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει·

οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ

5

ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.

αὐτοὶ νῦν κατοχῆες ἀνακλίνασθε πυλάων,

αὐταὶ δὲ κληῗδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν·

οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνασθε.

 

ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ᾽ ὅτις ἐσθλός·

10

ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.

ὀψόμεθ᾽, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ᾽ οὔποτε λιτοί.

μήτε σιωπηλὴν κίθαριν μήτ᾽ ἄψοφον ἴχνος

τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,

εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,

15

ἑστήξειν δὲ τὸ τεῖχος ἐπ᾽ ἀρχαίοισι θεμέθλοις.

ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ᾽ ἀεργός.

 

εὐφημεῖτ᾽ ἀίοντες ἐπ᾽ Ἀπόλλωνος ἀοιδῆι.

εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί

ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.

20

οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,

ὁππόθ᾽ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.

καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,

ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,

μάρμαρον ἀντὶ γυναικὸς ὀϊζυρόν τι χανούσης.

25

ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.

ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·

ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.

τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,

τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.

30

οὐδ᾽ ὁ χορὸς τὸν Φοῖβον ἐφ᾽ ἓν μόνον ἦμαρ ἀείσει,

ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;

 

χρύσεα τὠπόλλωνι τό τ᾽ ἐνδυτὸν ἥ τ᾽ ἐπιπορπίς

ἥ τε λύρη τό τ᾽ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,

χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων

35

καὶ πουλυκτέανος· Πυθῶνί κε τεκμήραιο.

καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου

θηλείαις οὐδ᾽ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς,

αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια·

οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,

40

ἀλλ᾽ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δ᾽ ὧι κεν ἐκεῖναι

πρῶκες ἔραζε πέσωσιν, ἀκήρια πάντ᾽ ἐγένοντο.

 

τέχνηι δ᾽ ἀμφιλαφὴς οὔτις τόσον ὅσσον Ἀπόλλων·

κεῖνος ὀϊστευτὴν ἔλαχ᾽ ἀνέρα, κεῖνος ἀοιδόν

(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),

45

κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου

ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.

 

Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,

ἐξότ᾽ ἐπ᾽ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους

ἠιθέου ὑπ᾽ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.

50

ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες

δεύοιντο βρεφέων ἐπιμηλάδες, ἧισιν Ἀπόλλων

βοσκομένηισ᾽ ὀφθαλμὸν ἐπήγαγεν· οὐδ᾽ ἀγάλακτες

οἴιες οὐδ᾽ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,

ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.

55

Φοίβωι δ᾽ ἑσπόμενοι πόλιας διεμετρήσαντο

ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ

κτιζομένηισ᾽, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.

τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε

καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.

60

Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν

Κυνθιάδων φορέεσκεν, ὁ δ᾽ ἔπλεκε βωμὸν Ἀπόλλων,

δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμόν

ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.

ὧδ᾽ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.

 

65

Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι

καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι,

δεξιὸς οἰκιστῆρι, καὶ ὤμοσε τείχεα δώσειν

ἡμετέροις βασιλεῦσιν· ἀεὶ δ᾽ εὔορκος Ἀπόλλων.

 

ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,

70

πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·

αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.

Σπάρτη τοι, Καρνεῖε, τόδε πρώτιστον ἔδεθλον,

δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.

ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο

75

ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης

οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,

δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληϊ

θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἔνι πολλοί

ὑστάτιον πίπτουσιν ἐπ᾽ ἰσχίον, ὦ ἄνα, ταῦροι.

80

ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί

ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι

ποικίλ᾽ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,

χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,

οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.

85

ἦ ῥ᾽ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς

ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσηις,

τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.

οἱ δ᾽ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι

Δωριέες, πυκινὴν δὲ νάπηισ᾽ Ἄζιλιν ἔναιον.

90

τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δ᾽ ἐπεδείξατο νύμφηι

στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα

Ὑψηῒς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.

οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,

οὐδὲ πόλει τόσ᾽ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,

95

μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί

Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτισαν.

 

ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο

Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,

ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.

100

Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,

αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ᾽ ἄλλωι

βάλλων ὠκὺν ὀϊστόν, ἐπηΰτησε δὲ λαός·

«ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ

γείνατ᾽ ἀοσσητῆρα»· τὸ δ᾽ ἐξέτι κεῖθεν ἀείδηι.

 

105

ὁ Φθόνος Ἀπόλλωνος ἐπ᾽ οὔατα λάθριος εἶπεν·

«οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδ᾽ ὅσα πόντος ἀείδει.»

τὸν Φθόνον ὡπόλλων ποδί τ᾽ ἤλασεν ὧδέ τ᾽ ἔειπεν·

«Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά

λύματα γῆς καὶ πολλὸν ἐφ᾽ ὕδατι συρφετὸν ἕλκει.

110

Δηοῖ δ᾽ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,

ἀλλ᾽ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει

πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.»

 

χαῖρε, ἄναξ· ὁ δὲ Μῶμος, ἵν᾽ ὁ Φθόνος, ἔνθα νέοιτο.