BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Ὕμνοι

 

Hymnus I

 

______________________________________________________________________________

 

 

 

 

Εἰς Δία

 

Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν

λώϊον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,

Πηλαγόνων ἐλατῆρα, δικασπόλον Οὐρανίδηισι;

 

πῶς καί νιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;

5

ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.

Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,

Ζεῦ, σὲ δ᾽ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;

«Κρῆτες ἀεὶ ψεῦσται»· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο

Κρῆτες ἐτεκτήναντο· σὺ δ᾽ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.

10

ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα

ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος

ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης

ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης

ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.

15

ἔνθα σ᾽ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,

αὐτίκα δίζητο ῥόον ὕδατος, ὧι κε τόκοιο

λύματα χυτλώσαιτο, τεὸν δ᾽ ἐνὶ χρῶτα λοέσσαι.

Λάδων ἀλλ᾽ οὔπω μέγας ἔρρεεν οὐδ᾽ Ἐρύμανθος,

λευκότατος ποταμῶν, ἔτι δ᾽ ἄβροχος ἦεν ἅπασα

20

Ἀζηνίς· μέλλεν δὲ μάλ᾽ εὔυδρος καλέεσθαι

αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτε λύσατο μίτρην,

ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων

ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,

πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος

25

ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ᾽ ἀνήρ

πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην

διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.

καί ῥ᾽ ὑπ᾽ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·

«Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ᾽ ὠδῖνες ἐλαφραί.»

30

εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν

πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,

ἐκ δ᾽ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,

ὦνα, τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίσσαι

κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,

35

πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο,

πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.

οὐδ᾽ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα

κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατ᾽ αὐτό

Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται,

40

συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ

υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.

 

εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,

Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δ᾽ ἔσαν ἐγγύθι Κνωσοῦ),

τουτάκι τοι πέσε, δαῖμον, ἄπ᾽ ὀμφαλός· ἔνθεν ἐκεῖνο

45

Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.

Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο

Δικταῖαι Μελίαι, σὲ δ᾽ ἐκοίμισεν Ἀδρήστεια

λίκνωι ἐνὶ χρυσέωι, σὺ δ᾽ ἐθήσαο πίονα μαζόν

αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.

50

γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης

Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.

οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο

τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν

ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.

 

55

καλὰ μὲν ἠέξευ, καλὰ δ᾽ ἔτραφες, οὐράνιε Ζεῦ,

ὀξὺ δ᾽ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.

ἀλλ᾽ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·

τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες

οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.

60

δηναιοὶ δ᾽ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·

φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·

τίς δέ κ᾽ ἐπ᾽ Οὐλύμπωι τε καὶ Ἄϊδι κλῆρον ἐρύσσαι,

ὃς μάλα μὴ νενίηλος; ἐπ᾽ ἰσαίηι γὰρ ἔοικε

πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.

65

ψευδοίμην, ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.

οὔ σε θεῶν ἑσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,

σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.

 

θήκαο δ᾽ οἰωνῶν μέγ᾽ ὑπείροχον ἀγγελιώτην

σῶν τεράων· ἅ τ᾽ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.

70

εἵλεο δ᾽ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν

ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·

ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας

ἄλλα μέλειν ἑτέροισι, σὺ δ᾽ ἐξέλεο πτολιάρχους

αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,

75

ὧν ἐρέτης, ὧν πάντα· τί δ᾽ οὐ κρατέοντος ὑπ᾽ ἰσχύν;

αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,

τευχηστὰς δ᾽ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης

Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·

᾽ἐκ δὲ Διὸς βασιλῆες᾽, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων

80

θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.

δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ᾽ αὐτός

ἄκρηισ᾽ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι

λαὸν ὑπὸ σκολιῆισ᾽ οἵ τ᾽ ἔμπαλιν ἰθύνουσιν·

ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ᾽ ἅλις ὄλβον·

85

πᾶσι μέν, οὐ μάλα δ᾽ ἶσον. ἔοικε δὲ τεκμήρασθαι

ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.

ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·

ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ᾽, εὖτε νοήσηι.

οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ᾽ οὐχ ἑνί, τῶν δ᾽ ἀπὸ πάμπαν

90

αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.

 

χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,

δῶτορ ἀπημονίης. τεὰ δ᾽ ἔργματα τίς κεν ἀείδοι;

οὐ γένετ᾽, οὐκ ἔσται· τίς κεν Διὸς ἔργματ᾽ ἀείσει;

χαῖρε, πάτερ, χαῖρ᾽ αὖθι· δίδου δ᾽ ἀρετήν τ᾽ ἄφενός τε.

95

οὔτ᾽ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν

οὔτ᾽ ἀρετὴ ἀφένοιο· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.