BIBLIOTHECA AUGUSTANA

 

Aratos

ca. 310 - ca. 250 a. Chr. n.

 

Φ α ι ν ό μ ε ν α

 

[β'   Συνανατολαὶ καὶ συγκαταδύσεις]

 

___________________________________________________

 

 

 

Ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν

ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλ' αὕτως

οὐρανῶι εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.

Οἱ δ' ἐπιμὶξ ἄλλοι πέντ' ἀστέρες οὐδὲν ὁμοῖοι

455

πάντοθεν εἰδώλων δυοκαίδεκα δινεύονται.

Οὐκ ἂν ἔτ' εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο

κείνων ἧχι κέονται, ἐπεὶ πάντες μετανάσται,

μακροὶ δὲ σφεών εἰσιν ἑλισσομένων ἐνιαυτοί,

μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων,

460

οὐδ' ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην

ἀπλανέων τά τε κύκλα τά τ' αἰθέρι σήματ' ἐνισπεῖν.

 

Ἤτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν,

τέσσαρα, τῶν κε μάλιστα ποθὴ ὄφελός τε γένοιτο

μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.

465

Σήματα δ' εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται

πολλά τε καὶ σχεδόθεν πάντη συνεερμένα πάντα,

αὐτοὶ δ' ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισιν

πάντες, ἀτὰρ μέτρωι γε δύω δυσὶν ἀντιφέρονται.

 

Εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς

470

ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,

οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνηι,

ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα,

εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα

σκεψαμένωι πάντη κεκεασμένον εὐρέι κύκλωι

475

οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν

κεῖνο περιγληνὲς τροχαλόν (Γάλα μιν καλέουσιν),

τῶι δ' ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος

δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων

οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.

 

480

Τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.

Ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,

ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,

λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ' αὐτῶι

Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν

485

δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται

ἀσσότερον βορέαο, νότωι δ' ἐπικέκλιται ἀγκών.

Ὁπλαὶ δ' Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον

ἄκρηι σὺν κεφαλῆι, καλοί τ' Ὀφιούχεοι ὦμοι

αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον,

490

ἡ δ' ὀλίγον φέρεται νοτιωτέρη, οὐδ' ἐπιβάλλει,

Παρθένος, ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἅμ' ἄμφω

ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος

τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ' αἰδῶ

τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου

495

Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις

ὀφθόν, ἵν' ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.

Τοῦ μὲν ὅσον τε μάλιστα δι' ὀκτὼ μετρηθέντος

πέντε μὲν ἔνδια στρέφεται καθ' ὑπέρτερα γαίης,

τὰ τρία δ' ἐν περάτηι, θέρεος δέ οἱ ἐν τροπαὶ εἰσιν.

500

Ἀλλ' ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται.

 

Ἄλλος δ' ἀντιόωντι νότωι μέσον Αἰγοκερῆα

τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·

ἐν δέ οἵ ἐστι Λαγωός, ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν

αἴνυται, ἀλλ' ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ

505

καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον

Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος.

Τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο

ἐς νότον ἠέλιος φέρεται, τρέπεταί γε μὲν αὐτοῦ

χειμέριος, καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ

510

τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται.

 

Μεσσόθι δ' ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,

γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς,

ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρηισιν,

φθίνοντος θέρεος, τοτὲ δ' εἴαρος ἱσταμένοιο.

515

Σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,

Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,

Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάς.

Ἐν δέ τέ οἱ ζήνη εὐφεγγέος Ὠρίωνος

καμπή τ' αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς

520

Κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ' ἀστέρες οὐ μάλα πολλοὶ

Χηλάων, ἐν τῶι δ' Ὀφιούχεα γοῦνα φορεῖται.

Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς

Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ' αὐτὸν

Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.

 

525

Τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων,

μεσσόθι πάντας ἔχων, ὁ δὲ τέτρατος ἐσφήκωται

λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ' ἑκάτερθεν ἔχουσιν

ἀντιπέρην τροπικοί, μέσσος δὲ ἑ μεσσόθι τέμνει.

Οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ

530

ἄλληι κολλήσαιτο κυλινδόμενα τροχάλεια

τοῖά τε καὶ τόσα πάντα περὶ σφαιρηδὸν ἑλίσσων·

ὣς τά γ' ἐναιθέρια πλαγίωι συναρηρότα κύκλωι

ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.

 

Καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει

535

πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου

ἑξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε·

αὐτὰρ ὅ γ' ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ

ὅσσον ἀπ' Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα

Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. ὅσσον ἁπάντη

540

ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἄλλοθι δύνων·

ὅσσον δ' ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,

ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη

ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.

Ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσι.

545

Τῶι ἔνι Καρκίνος ἐστί, Λέων δ' ἐπὶ τῶι, καὶ ὑπ' αὐτὸν

Παρθένος, αἱ δ' ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτὸς

Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ' Αἰγοκερῆϊ

Ὑδροχόος, δύο δ' αὐτῶι ἐπ' Ἰχθύες ἀστερόεντες,

τοὺς δὲ μέτα Κριός, Ταῦρος δ' ἐπὶ τῶι Δίδυμοί τε.

550

Ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν

πάντ' ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι

κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.

 

Τοῦ δ' ὅσσον κοίλοιο κατ' ὠκεανοῖο δύηται,

τόσσον ὑπὲρ γαίης φέρεται, πάσηι δ' ἐπὶ νυκτὶ

555

ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,

τόσσαι δ' ἀντέλλουσι· τόσον δ' ἐπὶ μῆκος ἑκάστη

νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου

ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.

 

Οὔ κεν ἀπόβλητον δεδοκημένωι ἤματος εἴη

560

μοιράων σκέπτεσθαι ὅτ' ἀντέλληισιν ἑκάστη·

αἰεὶ γὰρ τάων γε μιῆι συνανέρχεται αὐτὸς

ἠέλιος. Τας δ' ἄν κε περισκέψαιο μάλιστα

εἰς αὐτὰς ὁρόων, ἀτὰρ εἰ νεφέεσσι μέλαιναι

γίνοιντ' ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,

565

σήματ' ἐπερχομένηισιν ἀρηρότα ποιήσασθαι.

Αὐτὸς δ' ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη

ὠκεανὸς τά τε πολλὰ περιστέφεται ἑοῖ αὐτῶι

νειόθεν ὁππῆμος κείνων φορέηισιν ἑκάστην.

 

Οὔ οἱ ἀφαυρότατοι, ὅτε Καρκίνος ἀντέλληισιν,

570

ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,

τοὶ μὲν δύνοντες, τοὶ δ' ἐξ ἑτέρης ἀνιόντες.

Δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθῦς·

ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δ' ἤδη

ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.

575

Αὐτὰρ ὅ γ' ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω

γαστέρι νειαίρηι, τὰ δ' ὑπέρτερα νυκτὶ φορεῖται.

Τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον

Καρκίνος ἐκ γονάτων, κατάγει δ' Ὄφιν αὐχένος ἐγγύς.

Οὐδ' ἂν ἔτ' Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,

580

μείων ἠμάτιος, τὸ δ' ἐπὶ πλέον ἔννυχος ἤδη.

Τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην

ὠκεανος δέχεται· ὁ δ' ἐπὴν φάεος κορέσηται,

βουλυτῶι ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,

ἦμος ὅτ' ἠελίοιο κατερχομένοιο δύηται.

585

Κεῖναι οἱ καὶ νύκτες ἐπ' ὀψὲ δύοντι λέγονται.

Ὣς οἱ μὲν δύνουσιν, ὁ δ' ἀντίος οὐδὲν ἀεικής,

ἀλλ' εὖ μὲν ζώνηι, εὖ δ' ἀμφοτέροισι φαεινὸς

ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,

πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.

 

590

Ἐρχομένωι δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται

Καρκίνωι ὅσσ' ἐδύοντο, καὶ Αἰετός. Αὐτὰρ ὅ γε γνὺξ

ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γονὺ καὶ πόδα λαιὸν

οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.

Ἀντέλλει δ' Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς

595

καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο.

 

Οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει

Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη

καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀιστός.

Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφα παρ' αὐτὴν

600

οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται.

Δύνει δ' Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.

ἀντέλλει δ' Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ' αὐτὸν

Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,

ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς,

605

ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτόν,

Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.

 

Οὐδ' ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι,

ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης

ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

610

Ἀργὼ δ' εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη.

Ἀλλ' Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῶι ἤλιθα πολλή,

οὐρῆς ἂν δεύοιτο. Μόνην δ' ἐπὶ Χηλαὶ ἄγουσι

[δεινὸν ἐφεστηῶτ' Ὀφιούχεα· τοῦ μὲν ἔπειτα]

δεξιτερὴν κνήμην, αὐτῆς ἐπιγουνίδος ἄχρις,

615

αἰεὶ γνύξ, αἰεὶ δὲ Λύρη παραπεπτηῶτος,

ὅντινα τοῦτον ἄιστον ὑπουρανίων εἰδώλων

ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα

πολλάκις αὐτονυχεὶ θηεύμεθα. Τοῦ μὲν ἄρ' οἴη

κνήμη σὺν Χηλῆισι φαείνεται ἀμφοτέρηισιν,

620

αὐτὸς δ' ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλληι

Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·

οἳ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,

χεῖρα δέ οἱ σκαιὴν κεφαλῆι ἅμα Τόξον ἀγινεῖ·

ἀλλ' ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται.

625

Ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν

Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.

Τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,

καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή.

Δύνει δ' Ἀνδρομέδης κεφαλή, τὸ δέ οἱ μέγα δεῖμα

630

Κήτεος ἠερόεις ἐπάγει νότος, ἀντία δ' αὐτὸς

Κηφεὺς ἐκ βορέω μεγάληι ἀνὰ χειρὶ κελεύει.

Καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ' αὐτὴν

δύνει, ἀτὰρ Κηφεὺς κεφαλῆι καὶ χειρὶ καὶ ὤμωι.

 

Καμπαὶ δ' ἂν Ποταμοῖο καὶ αὐτίκ' ἐπερχομένοιο

635

Σκορπίου ἐμπίπτοιεν ἐυρρόου ὠκεανοῖο·

ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.

Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο

ἑλκῆσαι πέπλοιο, Χίωι ὅτε θηρία πάντα

καρτερὸς Ὠρίων στιβαρῆι ἐπέκοπτε κορύνηι

640

θήρης ἀρνύμενος κείνωι χάριν Οἰνοπίωνι.

Ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,

νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,

σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα

πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.

645

Τοὔνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο

Σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.

 

Οὐδὲ μὲν Ἀνδρομέδης καὶ Κήτεος ὅσσ' ἐλέλειπτο

κείνου ἔτ' ἀντέλλοντος ἀπευθέες, ἀλλ' ἄρα καὶ τοὶ

πανσυδίηι φεύγουσιν, ὁ δὲ ζώνηι τότε Κηφεὺς

650

γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα

βάπτων ὠκεανοῖο, τὰ δ' οὐ θέμις, ἀλλὰ τά γ' αὐταὶ

Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.

Ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο

δειλὴ Κασσιέπεια· τὰ δ' οὐκέτι οἱ κατὰ κόσμον

655

φαίνεται ἐκ δίφροιο πόδες καὶ γούναθ' ὕπερθεν,

ἀλλ' ἥ γ' ἐς κεφαλὴν ἴση δύετ' ἀρνευτῆρι

μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρ' ἔμελλεν ἐκείνη

Δωρίδι καὶ Πανόπηι μεγάλων ἄτερ ἰσώσασθαι.

 

Ἡ μὲν ἄρ' εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα

660

οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα

Ὕδρης τ' ἐσχατιήν· φορέει τ' ἐπὶ Κενταύροιο

σῶμά τε καὶ κεφαλήν, καὶ Θηρίον ὅ ῥ' ἐνὶ χειρὶ

δεξιτερῆι Κένταυρος ἔχει. Τοὶ δ' αὖθι μένουσι

Τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα φηρός.

665

Τόξωι καὶ σπείρη Ὄφιος καὶ σῶμ' Ὀφιούχου

ἀντέλλει ἐπιόντι, καρήατα δ' αὐτὸς ἀγινεῖ

Σκορπίος ἀντέλλων, ἀνάγει δ' αὐτὰς Ὀφιούχου

χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.

Τοῦ γε μὲν Ἐνγόνασιν (περὶ γὰρ τετραμμένος αἰεὶ

670

ἀντέλλει) τότε μὲν περάτης ἐξέρχεται ἄλλα,

γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος

δεξιτερῆι σὺν χειρί, κάρη δ' ἑτέρης μέτα χειρὸς

Τόξωι ἀνέρχονται καὶ Τοξότη ἀντέλλοντι.

Σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις

675

Κηφεὺς ἠώιου παρελαύνεται ὠκεανοῖο,

ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ

δύνουσιν καὶ πάντα κατέρχεται Ὠρίωνος,

πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.

 

Ἀλλ' οὐχ Ἡνιόχωι Ἔριφοι οὐδ' Ὠλενίη Αἲξ

680

εὐθὺς ἀπέρχονται, τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα

λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων

κινῆσαι χειμῶνας, ὅτ' ἠελίωι συνίωσιν.

Ἀλλὰ τὰ μέν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,

Αἰγόκερως ἀνιὼν κατάγει, τὰ δὲ νείατα πάντα

685

αὐτῶι Τοξευτῆρι κατέρχεται. Οὐδ' ἔτι Περσεύς,

οὐδ' ἔτι ἄκρα κόρυμβα μένει πολυτειρέος Ἀργοῦς,

ἀλλ' ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε

δεξιτεροῦ δύεται, πρύμνης δ' ὅσον ἐς περιαγήν.

Αὐτὴ δ' Αἰγοκερῆι κατέρχεται ἀντέλλοντι,

690

ἦμος καὶ Προκύων δύεται, τὰ δ' ἀνέρχεται ἄλλα,

Ὄρνις τ' Αἰητός τε, τά τε πτερόεντος Ὀιστοῦ

τείρεα, καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.

 

Ἵππος δ' Ὑδροχόοιο μέσον περιτελλομένοιο

ποσσί τε καὶ κεφαλῆι ἀνελίσσεται· ἀντία δ' Ἵππου

695

ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη νύξ.

Ἀλλ' οὔ οἱ δύναται κεφαλὴν οὐδ' εὐρέας ὤμους

αὐτῶι σὺν θώρηκι χαδεῖν, ἀλλ' αἴθοπος Ὕδρης

αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα,

ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει. Ἀλλ' ἄρα καὶ τὴν

700

αὐτῶι Κενταύρωι, ὁπότ' Ἰχθύες ἀντέλλωσιν,

ἀθρόον ἐμφέρεται. Ὁ δ' ἐπ' Ἰχθύσιν ἔρχεται Ἰχθῦς

αὐτῶι κυανέωι ὑποκείμενος Αἰγοκερῆϊ,

οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδ' ἀμμένει ἄλλην.

 

Οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι

705

Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω

τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται

Ἰχθύες ἀμφότεροι· τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς

αὐτοὶ ἐφέλκονται, τὰ δ' ἀριστερὰ νειόθεν ἕλκει

Κριὸς ἀνερχόμενος. Τοῦ καὶ περιτελλομένοιο

710

ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλληι

Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·

αὐτὴ δὲ ζώνη καὶ κ' ἀμφήριστα πέλοιτο

ἢ Κριῶι λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρωι·

σὺν τῶι πανσυδίηι ἀνελίσσεται. Οὐδ' ὅ γε Ταύρου

715

λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς

Ἡνίοχος φέρεται· μοίρηι γε μὲν οὐκ ἐπὶ ταύτηι

ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.

Ἀλλ' Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῆι

Ταύρωι συμφορέονται, ὅτε λοφιή τε καὶ οὐρὴ

720

Κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.

Δύνει δ' Ἀρκτοφύλαξ ἤδη πρώτη τότε μοίρηι

τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν

λαιῆς, ἡ δ' αὐτῆι μεγάληι ὕπο τέλλεται Ἄρκτου.

 

Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,

725

μέσφ' αὐτῶν γονάτων Διδύμοις ἔπι σῆμα τετύχθω

ἐξ ἑτέρης ἀνιοῦσι. Τότ' οὐκέτι Κήτεος οὐδὲν

ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.

Ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν

καμπὴν ἐν καθαρῶι πελάγει σκέψαιτό κε ναύτης,

730

αὐτὸν ἐπ' Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα

ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.

 

Πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.