Aratos
ca. 310 - ca. 250 a. Chr. n.
Φ α ι ν ό μ ε ν α
[γ' Προγνώσεις κατὰ σημείων]
|
|
___________________________________________________
| |
Οὐχ ὁράαις; Ὀλίγη μὲν ὅταν κεράεσσι σελήνηἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει | |
735 | μηνός, ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγὴὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·ὀκτὼ δ' ἐν διχάσει, διχόμηνα δὲ παντὶ προσώπωι,αἰεὶ δ' ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπαεἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.
|
740 | Ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραιἄρκιαι ἐξειπεῖν, τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,ὥρη μέν τ' ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.Καὶ μέν τις καὶ νηὶ πολυκλύστου χειμῶνος |
745 | ἐφράσατ' ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιοἠέ τεων ἄλλων οἵ τ' ὠκεανοῦ ἀρύονταιἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.
Ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸνἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ' ἄλλωι |
750 | ἐμπλήσσει, τοτὲ μέν τ' ἀνιών, τοτὲ δ' αὐτίκα δύνων,ἄλλος δ' ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.
Γινώσκεις τάδε καὶ σύ· τὰ γὰρ συναείδεται ἤδηἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,ὅσσα τ' ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα |
755 | νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσι.
Τῶι κείνων πεπόνησο, μέλοι δέ τοι, εἴ ποτε νηὶπιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται |
760 | σήματα χειμερίοις ἀνέμοις ἤ λαίλαπι πόντου.Μόχθος μέν τ' ὀλίγος, τὸ δὲ μυρίον αὐτίκ' ὄνειαργίνετ' ἐπιφροσύνης αἰεὶ πεφυλαγμένωι ἀνδρί.Αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλωιπαρειπὼν ὤνησεν, ὅτ' ἐγγύθεν ὤρορε χειμών. |
765 | Πολλάκι γὰρ καί τίς τε γαληναίηι ὑπὸ νυκτὶνῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης,ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,ἄλλοτε δ' ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπωἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ' ἔτι πολλὰ |
770 | κέκρυπται, τῶν αἴ κ' ἐθέληι καὶ ἐς αὐτίκα δώσειΖεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλειπάντοθεν εἰδόμενος, πάντη δ' ὅ γε σήματα φαίνων.
Ἄλλα δέ τοι ἐρέει ἤ που διχόωσα σελήνηπληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα, |
775 | ἄλλα δ' ἀνερχόμενος, τοτὲ δ' ἄκρηι νυκτὶ κελεύειἠέλιος· τὰ δέ που καὶ ἀπ' ἄλλων ἔσσεται ἄλλασήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.
Σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.Ἄλλοτε γάρ τ' ἄλληι μιν ἐπιγράφει ἕσπερος αἴγληι, |
780 | ἄλλοτε δ' ἀλλοῖαι μορφαὶ κερόωσι σελήνηνεὐθὺς ἀεξομένην, αἱ μὲν τρίτηι, αἱ δὲ τετάρτηι·τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.
Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσαεὔδιός κ' εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ' ἐρευθὴς |
785 | πνευματίη· παχίων δὲ καὶ ἀμβλείηισι κεραίαιςτέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσαἠὲ νότῶι ἀμβλύνετ' ἤ ὕδατος ἐγγὺς ἐόντος.Εἰ δέ κ' ἀπ' ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσαμήτ' ἐπινευστ"άζηι μήθ ὑπτιόωσα φαείνηι, |
790 | ἀλλ' ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,ἑσπέριοί κ' ἄνεμοι κείνην μέτα νύκτα φέροιντο.Εἰ δ' αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,ἦ τ' ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.Εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύηι, |
795 | δειδέχθαι βορέω, ὅτε δ' ὑπτιάηισι, νότοιο.Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσηιπάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·μείζονι δ' ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
Σκέπτεο δ' ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν, |
800 | ἠμὲν ἀεξομένην ἠδ' ἐς κέρας αὖθις ἰοῦσαν.Καί οἱ ἐπὶ χροιῆι τεκμαίρεο μηνὸς ἑκάστου·πάντη γὰρ καθαρῆι κε μάλ' εὔδια τεκμήραιο,πάντα δ' ἐρευθομένῆι δοκέειν ἀνέμοιο κελεύθους,ἄλλοθι δ' ἄλλο μελαινομένηι δοκέειν ὑετοῖο.
|
805 | Σήματα δ' οὐ μάλα πᾶσιν ἐπ' ἤμασι πάντα τέτυκται,ἀλλ' ὅσα μὲν τριτάτηι τε τεταρταίηι τε πέλονταιμέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ' αὐτὴνσημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνουἐς διχάδα φθιμένην, ἔχεται δέ οἱ αὐτίκα τετρὰς |
810 | μηνὸς ἀποιχομένου, τῆι δὲ τριτάτη ἐπιόντος.
Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνταιἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί' οἴη,τῆι μὲν ἰῆι ἀνέμοιο γαληναίης τε δοκεύειν,ῥηγνυμένηι ἀνέμοιο, μαραινομένηι δὲ γαλήνης, |
815 | ταὶ δύο δ' ἂν χειμῶνι περιτροχάοιντο σελήνην,μείζονα δ' ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
Καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος· |
820 | ἠελίωι καὶ μᾶλλον ἐοικότα σήματα κεῖταιἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.
Μή οἱ ποικίλλοιτο, νέον βάλλοντος ἀρούρας,κύκλος, ὅτ' εὐδίου κεχρημένος ἤματος εἴης,μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη. |
825 | Εἰ δ' αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,δύνοι δ' ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,καί κεν ἐπερχομένης ἠοῦς ἔθ' ὑπεύδιος εἴη,ἀλλ' οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλληι,οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα |
830 | σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνηι,ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
Σκέπτεο δ', εἴ κέ τοι αὐγαὶ ὑπείκωσ' ἠελίοιο,αὐτὸν ἐς ἠέλιον, τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται,εἴ τί που ἤ οἱ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ |
835 | ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστωσήματα μέλλοντος, τὰ δ' ἐρεύθεα πάντ' ἀνέμοιο.Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρωσμένος εἴη,καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
|
840 | Εἰ δέ οἱ ἢ ἀνιόντος ἤ αὐτίκα δυομένοιοἀκτῖνες συνίωσι καὶ ἀμφ' ἑνὶ πεπλήθωσιν,ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ' ἐς ἠῶἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.
|
845 | Μηδ' ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλληισι,τὴν δὲ μέτ' ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῆι,ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ' ὅτε οἱ περὶ κύκλοςοἷον τηκομένωι ἐναλίγκιος εὐρύνηταιπρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴηισιν, |
850 | εὔδιός κε φέροιτο, καὶ εἴ ποτε χείματος ὥρηιὠχρήσηι κατιών. Ἀτὰρ ὕδατος ἡμερίοιογινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι·καὶ δὴ δυομένου τετραμμένος ἠελίοιο,ἢν μὲν ὑποσκιάηισι μελαινομένηι εἰκυῖα |
855 | ἠέλιον νεφέλη, ταὶ δ' ἀμφί μιν ἔνθα καὶ ἔνθαἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,ἦ τ' ἂν ἔτ' εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
Εἰ δ' ὁ μὲν ἀνέφελος βάπτηι ῥόου ἑσπερίοιο,ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ' οἰχομένοιο |
860 | πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴαὔριον οὐδ' ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο,ἀλλ' ὁπότ' ἠελίοιο μαραινομένηισιν ὁμοῖαιἐξαπίνης ἀκτῖνες ἀπ' οὐρανόθεν τανύωνται,οἷον ἀμαλδύνονται ὅτε σκιάηισι κατ' ἰθὺ |
865 | ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.
Οὐδ' ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸφαίνωνται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,ἄρραντοι γίνονται ἐπ' ἤματι κείνωι ἄρουραι.Μηδ' αὕτως, ἔτ' ἐόντι πέρην ὁπότε προταθεῖσαι |
870 | ἀκτῖνες φαίνωνται ἐπίσκιοι ἠῶθι πρό,ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.Ἀλλ' εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντοἀκτῖνες, μᾶλλόν κεν ἐφ' ὕδατι σημαίνοιεν·εἰ δ' ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν, |
875 | οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,ἦ τ' ἂν ἐπερχομένοιο περιδνοφέοιντ' ἀνέμοιο.ουδε μὲν ηελιου σχεδοθεν μελανευσαι αλωαι
Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶεὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαιμᾶλλον χειμέριαι, δύο δ' ἂν χαλεπώτεραι εἶεν.
|
880 | Σκέπτεο δ' ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιοεἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονταιἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτρθεν,μηδ' αὕτως σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.Οὐ γάρ, ὅτ' ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν |
885 | ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,γίνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος.Εἴ γε μὲν ἐκ βορέαο μί' οἴη φοινίσσοιτο,ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο·ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ' ὑετοῖο.
|
890 | Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
Σκέπτεο καὶ Φάτνην. Ἡ μέν τ' ὀλίγηι εἰκυῖαἀχλύι βορραίη ὑπὸ Καρκίνωι ἡγηλάζει,ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται |
895 | ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,ἀλλ' ὅσσον τε μάλιστα πυγούσιον ὠίσασθαι,εἷς μὲν πὰρ βορέαο, νότωι δ' ἐπικέκλιται ἄλλος.Καὶ τοὶ μὲν καλέονται Ὄνοι, μέσση δέ τε Φάτνη,Ἥ τε κεἰ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος |
900 | γίνετ' ἄφαντος ὅλη, τοὶ δ' ἀμφοτέρωθεν ἰόντεςἀστέρες ἀλλήλων ἀυτοσχεδὸν ἰνδάλλονται,οὐκ ὀλίγωι χειμῶνι τότε κλύζονται ἄρουραι.Εἰ δὲ μελαίνηται, τοὶ δ' αὐτίκ' ἐοικότες ὦσινἀστέρες ἀμφότεροι, ἐπί χ' ὕδατι σημαίνοιεν. |
905 | Εἰ δ' ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοιλεπτὸν ἐπαχλύων, νότιος δ' Ὄνος ἀγλαὸς εἴη,δειδέχθαι ἀνέμοιο νότου, βορέω δὲ μάλα χρὴἔμπαλιν ἀχλυόεντι φαεινομένωι τε δοκεύειν.
Σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα |
910 | γινέσθω καὶ μακρὸν ἔπ' αἰγιαλοὶ βοόωντες,ἀκταί τ' εἰνάλιαι ὁπότ' εὔδιοι ἠχήεσσαιγίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
Καὶ δ' ἂν ἐπὶ ξηρὴν ὅτ' ἐρωδιὸς οὐ κατὰ κόσμονἐξ ἁλὸς ἔρχηται φωνῆι περιπολλὰ λεληκώς, |
915 | κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ' ἀνέμοιο.
Καί ποτε καὶ κέπφοι, ὁπότ' εὔδιοι ποτέωνται,ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
Πολλάκι δ' ἀγριάδες νῆσσαι ἢ εἰναλιδῖναιαἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν, |
920 | ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῆισιν.
Ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,σῆμ' ἐγένοντ' ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλο'ὶἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω.
Καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν, |
925 | ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.
Καὶ διὰ νύκτα μέλαιναν ὅτ' ἀστέρες ἀίσσωσιταρφέα, τοὶ δ' ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιοπνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀίσσωσιν, |
930 | ἄλλοι δ' ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξοπαντοίων ἀνέμων, οἵ τ' ἄκριτοί εἰσι μάλιστα,ἄκριτα δὲ πνείουσιν ἐπ' ἀνδράσι τεκμήρασθαι.
Αὐτὰρ ὅτ' ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτηισιν,ἄλλοτε δ' ἐκ ζεφύροιο καὶ ἄλλοτε πὰρ βορέαο, |
935 | δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνὴρμή μιν τῆι μὲν ἔχηι πέλαγος, τῆι δ' ἐκ Διὸς ὕδωρ.Ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.
Πολλάκι δ' ἐρχομένων ὑετῶν νέφεα προπάροιθενοἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται, |
940 | ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστ`ήρ.
Πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθεςἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀίσσονται |
945 | γαστέρι τύπτουσαι αὔτως εἰλυμένον ὕδωρ,ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,ἤ που καὶ λακέρυζα παρ' ἠϊόνι προυχούσηι |
950 | χείματος ἐρχομένου χέρσωι ὑπέτυψε κορώνη,ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ' ἄκρουςὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα χολυμβᾶι,ἢ πολλὴ στρέφεται παρ' ὕδωρ παχέα κρώζουσα.
Καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο |
955 | οὐρανὸν εἰσανιδόντες ἀπ' αἰθέρος ὀσφρήσαντο,καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάνταθᾶσσον ἀνηνέγκαντο, καὶ ἀθρόοι ὦφθεν ἴουλοιτείχε' ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκεςκεῖνοι τοὺς καλέουσι μελαίνης ἔντερα γαίης. |
960 | καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῆι,οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.#
Δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶνὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ' ἐγένοντο |
965 | φαινόμενοι ἀγεληδὰ καὶ ἰρήκεσσιν ὁμοῖαφθεγξάμενοι· καί που κόρακες δίους σταλαγμοὺςφωνῆι ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο,ἤ ποτε καὶ κρώξαντε βαρείηι δισσάκι φωνῆιμακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά, |
970 | καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
Τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένωι ὕδωργινέσθω, μηδ' εἴ κεν ἐπιπλέον ἠὲ πάροιθεν |
975 | δάκνωσιν μυῖαι καὶ ἐφ' αἵματος ἱμείρωνται,ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαννύκτα κατὰ νοτίην, μηδ' ἢν ὑπὸ χείματος ὥρηνλύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρηι,ἄλλοτε δ' ἀίσσωσιν ἄπο φλόγες ἠύτε κοῦφαι |
980 | πομφόλυγες, μηδ' εἴ κεν ἐπ' αὐτόφι μαρμαίρωσινἀκτῖνες, μηδ' ἢν θέρεος μέγα πεπταμένοιονησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
Μηδὲ σύ γ' ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεωσπινθῆρες ὅτ' ἔωσι πέρι πλέονες, λελαθέσθαι, |
985 | μηδὲ κατὰ σποδιὴν ὁπότ' ἄνθρακος αἰθομένοιολάμπηται πέρι σήματ' ἐοικότα κεγχρείοισιν.Ἀλλ' ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
Εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιοπυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι |
990 | φαίνωνται καθαραί, μάλα κεν τόθ' ὑπεύδιος εἴης.Εὔδιος κ' εἴης καὶ ὅτε πλατέος παρὰ πόντουφαίνηται χθαμαλὴ νεφέλη, μηδ' ὑψόθι κύρηι,ἀλλ' αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.Σκέπτεο δ' εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον, |
995 | ἐς δὲ γαληναίην χειμωνόθεν. Εὖ δὲ μάλα χρὴἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει,πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὀμίχλης·κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
Καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ |
1000 | ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνοςγινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσαὥρηι ἐν ἑσπερίηι κρώζηι πολύφωνα κορώνη,καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖον βοόωντεςδισσάκις, αὐτὰρ ἔπειτα μέγ' ἀθρόα κεκλήγοντες, |
1005 | πλειότεροι δ' ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,φωνῆς ἔμπλειοι· χαίρειν κέ τις ὠίσαιτο,οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ' ἐπ' αὐτοῦἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.
|
1010 | Καὶ δ' ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνηςἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
Ἦμος δ' ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν, |
1015 | οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχηι οὐδὲ σελήνη,ἀλλὰ τά γ' ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,ἀλλ' ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιναὐτῆι ἐνὶ χώρηι νεφέλαι, ταὶ δ' ἄλλαι ἐπ' αὐταῖς, |
1020 | ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ' ἐξόπιθεν, φορέωνται.
Καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρώμοιοχειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνηνύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,καὶ σπίνος ἠῶια σπίζων, καὶ ὄρνεα πάντα |
1025 | ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺςδύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα χολοιῶνἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
Οὐδ' ἂν ἔτι ξουθαὶ μεγάλου χειμῶνος ἰόντοςπρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι, |
1030 | ἀλλ' αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται.Οὐδ' ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθατείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
Μηδ', ὅτε νηνεμίηι κεν ἀράχνια λεπτὰ φέρηται,καὶ φλόγες αἰθύσσωσι μελαινόμεναι λύχνοιο, |
1035 | ἢ πῦρ αὔηται σπουδῆι καὶ ὑπεύδια λύχνα,πιστεύειν χειμῶνι. Τί τοι λέγω ὅσσα πέλονταισήματ' ἐπ' ἀνθρώπους; Δὴ γὰρ καὶ ἀεικέι τέφρηιαὐτοῦ πηγνυμένηι νιφετοῦ ἐπιτεκμήραιο,καὶ λυχνωι χιόνος, κέγχροις ὅτ' ἐοικότα πάντη |
1040 | κύκλωι σήματ' ἔχει πυριλαμπέος ἐγγύθι μύξης·ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸςαὐτὸς ἐείδηται, μέσσωι δέ οἱ ἠύτε λεπτὴφαίνηται νεφέλη πυρὸς ἔνδοθεν αἰθομένοιο.
Πρῖνοι δ' αὖ καρποῖο καταχθέες, οὐδὲ μέλαιναι |
1045 | σχῖνοι ἀπείρητοι, πάντη δέ τε πολλὸς ἀλωεὺςαἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρηι.Πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαιχειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.Μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη, |
1050 | τηλοτέρω δ' αὐχμοῖο συνασταχύοιεν ἄρουραι.Τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαιγίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστηἑξείης ἀρότωι. Καὶ γάρ τ' ἀροτήσιον ὥρηντριπλόα μείρονται, μέσσην καὶ ἐπ' ἀμφότερ' ἄκρας· |
1055 | πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσηνκαρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,κείνωι κ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη,τῶι δέ γ' ἀφαυροτάτωι ὀλίγη, μέσσωι δέ τε μέσση.
|
1060 | Αὕτως δ' ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ,σήματ' ἐπιφράσσασθαι ὁμοιίου ἀμήτοιο.ὅσσα δ' ἐπὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῶι,τοσσάδε καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῶι.
Αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ |
1065 | πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθενΠληιάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
Θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγεςὁππότ' ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γ' ἄρσενα πάντα |
1070 | δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,αὔτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
Ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τεχαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντιεὔδιον φαίνουσι βιβαζόμεναι ἐνιαυτόν.
|
1075 | Χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺςὥριον ἐρχομέναις, ὁ δ' ἀώριος αὐτίκα μᾶλλον·αὔτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισι,πρώια μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένηισινπρώιοι· αὐτὰρ ὅτ' ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι |
1080 | πλειότερον φορέονται ἐπὶ χρόνον, οὐδ' ἅμα πολλαί,ἀμβολίηι χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
Εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρηνγαῖαν ὀρύσσωσιν, κεφαλὰς δ' ἀνέμοιο βορῆοςἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ |
1085 | Πληιάδες χειμῶνα κατερχόμεναι φορέοιεν.
Μὴ δὲ λίην ὀρύχοιεν, ἐπεὶ μέγας οὐ κατὰ κόσμονγίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ' ἀρότοισιν.Ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐπ' ἀρούραιςμήπω κεκριμένηι μηδὲ βλωθρῆι ἐπὶ ποίηι, |
1090 | ὄφρα τις εὐεστοῖ χαίρηι ποτιδέγμενος ἀνήρ.Οἱ δ' εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί,μηδ' εἷς μηδὲ δύω μηδὲ πλέονες κομόωντες·πολλοὶ γὰρ κομόωσιν ἐπ' αὐχμηρῶι ἐνιαυτῶι.
Οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ, |
1095 | ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραιςἐρχομένου θέρεος, χαίρει, περιδείδιε δ' αἰνῶςἀμητῶι, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθηιαὐχμῶι ἀνιηθείς. Χαίρει δέ που αἰπόλος ἀνὴραὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν, |
1100 | ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.
Οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοιζώομὲν ἄνθρωποι, τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοισήματ' ἐπιγνῶναι καὶ ἐς αὐτίκα ποιήσασθαι.
Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες, |
1105 | ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,ἄλλοι δ' ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶεἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·ἢ ὁπότ' ἄλλοθεν ἄλλοι ἀναπλίσσωσι πόδεσσιτέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν· |
1110 | ἢ καὶ ὅτ' ἐξ ἀγέλης ἀεκούσια κινήσωσινδείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίηςδάκνωσιν πυκινῆισι κελευόμενα λιθάκεσσιν.
Ἐκ δὲ βοῶν ἐπύθοντ' ἀρόται καὶ βουκόλοι ἄνδρεςκινυμένου χειμῶνος, ἐπεὶ βόες ὁππότε χηλὰς |
1115 | γλῶσσηι ὑπωμαίοιο ποδὸς περιλιχμήσωνταιἢ κοίτωι πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ' ἀροτρεύς.Οὐδ' ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνταιἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην |
1120 | σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο,αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.
Οὐδ' αἶγες πρίνοιο περὶ σπεύδουσαι ἀκάνθαιςεὔδιοι, οὐδὲ σύες φορυτῶι ἐπὶ μαργαίνουσαι.
Καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται, |
1125 | ἢ ὅτ' ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶνἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.
Οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο |
1130 | ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖοαὐτὴν ἤ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτ' ἐς ἠῶ.
Ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλονεὔδιοι ἐσκίρτησαν ἐοικότα ὀρχηθμοῖσιν,ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις, |
1135 | οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶνἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.Καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ὤιχετο χέρσονχειμῶνος μέλλοντος, ἐπαίσσεσθαι ὁδοῖο. |
1140 | καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντεςκοίτης ἱμείρονται ὅτ' ὄμβρου σήματα φαίνοι.
Τῶν μηδὲν κατόνοσσο. Καλὸν δ' ἐπὶ σήματι σῆμασκέπτεσθαι· μᾶλλον δὲ δύειν εἰς ταὐτὸν ἰόντωνἐλπωρὴ τελέθοι, τριτάτωι δέ κε θαρσήσειας. |
1145 | Αἰεὶ δ' ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦσήματα συμβάλλων εἴ που καὶ ἐπ' ἀστέρι τοίηἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,ὁπποίην καὶ σῆμα λέγοι. Μάλα δ' ἄρκιον εἴηφράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς |
1150 | τετράδας ἀμφοτέρας· αἱ γάρ τ' ἄμυδις συνιόντωνμηνῶν πείρατ' ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρὀκτὼ νυξὶ πέλει χήτει χαροποῖο σελήνης.
Τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸνοὐδέποτε σχεδίως κεν ἐπ' αἰθέρι τεκμήραιο.
[Τέλος τῶν φαινομένων καὶ διοσημειῶν Ἀράτου τοῦ ποιητοῦ.] |