Aratos
ca. 310 - ca. 250 a. Chr. n.
Φ α ι ν ό μ ε ν α
[α' Φαινόμενα]
|
|
___________________________________________________
| |
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμενἄρρητον. Μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσακαὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
| |
5 | Τοῦ γὰρ καὶ γένος εἰμέν. ὁ δ' ἤπιος ἀνθρώποισιδεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρειμιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστηβουσί τε καὶ μακέληισι, λέγει δ' ὅτε δεξιαὶ ὧραικαὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
|
10 | Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῶι ἐστήριξεν,ἄστρα διακρίνας, ἐσκέψατο δ' εἰς ἐνιαυτὸνἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιενἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύωνται.Τῶι μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
|
15 | Χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ,αὐτὸς καὶ προτέρη γενεή, χαίροιτε δὲ, Μοῦσαι,μειλίχιαι μάλα πᾶσαι. Ἐμοί γε μὲν ἀστέρας εἰπεῖνἧι θέμις εὐχομένωι τεκμήρατε πᾶσαν ἀοίδην.
Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες |
20 | οὐρανῶι ἕλκονται πάντ' ἤματα συνεχὲς αἰεί·αὐτὰρ ὅ γ' οὐδ' ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ' αὕτωςἄξων αἰὲν ἄρηρεν, ἔχει δ' ἀτάλαντον ἁπάντημεσσηγὺς γαῖαν, περὶ δ' οὐρανὸν αὐτὸν ἀγινεῖ.Καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν· |
25 | ἀλλ' ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ' ἀντίος ἐκ βορέαοὑψόθεν ὠκεανοῖο. Δύω δέ μιν ἀμφὶς ἔχουσαιἌρκτοι ἅμα τροχόωσι· τὸ δὴ καλέονται Ἅμαξαι.Αἱ δ' ἤτοι κεφαλὰς μὲν ἐπ' ἰξύας αἰὲν ἔχουσινἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται, |
30 | ἔμπαλιν εἰς ὤμους τετραμμέναι. Εἰ ἐτεὸν δή,Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητιοὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζονταδίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο,ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτὸν, |
35 | Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.Καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,τὴν δ' ἑτέρην Ἑλίκην. Ἑλίκηι γε μὲν ἄνδρες Ἀχαιοὶεἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,τῆι δ' ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν. |
40 | Ἀλλ' ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμηπολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·ἡ δ' ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτηισιν ἀρείων·μειοτέρηι γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·τῆι καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.
|
45 | Τὰς δὲ δι' ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξεἰλεῖται, μέγα θαῦμα, Δράκων περί τ' ἀμφί τ' ἐαγώς,μυρίος· αἱ δ' ἄρα οἱ σπείρης ἑκάτερθε φέρονταιἌρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.Αὐτὰρ ὅ γ' ἄλλης μὲν νεάτηι ἐπιτείνεται οὐρῆι, |
50 | ἄλλην δὲ σπείρηι περιτέμνεται· ἡ μέν οἱ ἄκρηοὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·σπείρηι δ' ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ' αὐτὴνεἰλεῖται κεφαλὴν, καὶ οἱ ποδὸς ἔρχεται ἄχρις,ἐκ δ' αὖτις παλίνορσος ἀνατρέχει. Οὐ μὲν ἐκείνωι |
55 | οἰόθεν, οὐδ' οἶος κεφαλῆι ἐπιλάμπεται ἀστήρ,ἀλλὰ δύο κροτάφοις, δύο δ' ὄμμασιν· εἷς δ' ὑπένερθενἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.Λοξὸν δ' ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικενἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ' ἐστὶ κατ' ἰθὺ |
60 | καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτωι οὐρῆι.Κείνη που κεφαλὴ τῆι νίσσεται ἧχί περ ἄκραιμίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν.
Τῆι δ' αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸςεἴδωλον· τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν, |
65 | οὐδ' ὅτινι κρέμαται κεῖνος πόνος, ἀλλά μιν αὕτωςἘν γόνασιν καλέουσι, τὸ δ' αὖτ' ἐν γούνασι κάμνονὀκλάζοντι ἔοικεν· ἀπ' ἀμφοτέρων δέ οἱ ὤμωνχεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλληὅσσον ἐπ' ὄργυιαν· μέσσωι δ' ἔφ' ὕπερθε καρήνωι |
70 | δεξιτερῶι ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
Αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸν ἔθηκεσῆμ' ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,νώτωι ὑποστρέφεται κεκμηότος εἰδώλοιο.
Νώτωι μὲν Στέφανος πελάει, κεφαλῆι γε μὲν ἄκρηι |
75 | σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ' ἄρ ἐκείνηςαὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·τοῖοί οἱ κεφαλῆι ὑποκείμενοι ἀγλαοὶ ὦμοιεἴδονται. Κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνηιεἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι· |
80 | λεπτοτέρη γὰρ τῆι καὶ τῆι ἐπιδέδρομὲν αἴγλη,ἀλλ' ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί.
Ἀμφότεραι δ' Ὄφιος πεπονείαται ὅς ῥά τε μέσσονδινεύει Ὀφιοῦχον· ὁ δ' ἐμμενὲς εὖ ἐπαρηρὼςποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν, |
85 | Σκορπίον, ὀφθαλμῶι τε καὶ ἐν θώρηκι βεβηκὼςὀρθός, ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,δεξιτερῆι ὀλίγος, σκαιῆι γε μὲν ὑψόθι πολλός,καὶ δή οἱ Στεφάνωι παρακέκλιται ἄκρα γένεια.Νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλας.
|
90 | Ἀλλ' αἱ μὲν φαέων ἐπιμεμφέες, οὐδὲν ἀγαυαί,ἐξόπιθεν δ' Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼςἈρκτύφυλαξ, τόν ῥ' ἄνδρες ἐπικλείουσι Βοώτην,οὕνεχ' ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου,καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνηι δέ οἱ αὐτὸς |
95 | ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.Ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο ΒοώτεωΠαρθένον, ἥ ῥ' ἐν χειρὶ φέρει στάχυν αἰγλήεντα.
Εἴτ' οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασινἄστρων ἀρχαῖοι πάτερ' ἔμμεναι, εἴτε τευ ἄλλου, |
100 | εὔκηλος φορέοιτο. Λόγος γε μὲν ἐντρέχει ἄλλοςἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,ἤρχετο δ' ἀνθρώπων κατεναντίη, οὐδέποτ' ἀνδρῶνοὐδέποτ' ἀρχαίων ἠνήνατο φῦλα γυναικῶνἀλλ' ἀναμὶξ ἐκάθητο καὶ ἀθανάτη περ ἐοῦσα, |
105 | καὶ ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέρονταςἠέ που εἰν ἀγορῆι ἢ εὐρυχόρωι ἐν ἀγυιῆι,δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.Οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο,οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ· |
110 | αὕτως δ' ἔζωον. Χαλεπὴ δ' ἀπέκειτο θάλασσα,καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτὴ πότνια λαῶνμυρία πάντα παρεῖχε Δίκη δώτειρα δικαίων.Τόφρ' ἦν ὄφρ' ἔτι γαῖα γένος χρύσειον ἔφερβεν, |
115 | ἀργυρέωι δ' ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμηὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.Ἀλλ' ἔμπης ἔτι κεῖνο κατ' ἀργύρεον γένος ἦεν·ἤρχετο δ' ἐξ ὀρέων ὑποδείελος ἠχηέντωνμουνάξ, οὐδέ τεωι ἐπεμίσγετο μειλίχιοισιν· |
120 | ἀλλ' ὁπότ' ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,ἠπείλει δἤπειτα καθαπτομένη κακότητος,οὐδ' ἔτ' ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν.«Οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο,χειροτέρην. Ὑμεις δὲ κακώτερα τέκνα τεκεῖσθε. |
125 | Kαὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμαἔσσεται ἀνθρώποισι, κακὸν δ' ἐπικείσεται ἄλγος».Ὣς εἰποῦς' ὀρέων ἐπεμαίετο, τοὺς δ' ἄρα λαοὺςεἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.Ἀλλ' ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δ' ἐγένοντο, |
130 | χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιρανεἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ' ἀροτήρων,καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶνἔπταθ' ὑπουρανίη, ταύτην δ' ἄρα νάσσατο χώρην, |
135 | ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιΠαρθένος ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.
Τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ[δεξιτερῆι πτέρυγι· Προτρυγητὴρ δ' αὖτε καλεῖται]τόσσος μὲν μεγέθει, τοίηι δ' ἐγκείμενος αἴγληι |
140 | οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου·δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶνἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο,οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε,εἷς μὲν ὑπωμαίων, εἷς δ' ἰξυόθεν κατιόντων, |
145 | ἄλλος δ' οὐρανίοις ὑπὸ γούνασιν. Ἀλλ' ἄρα πάντεςἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίη φορέονται.Κρατὶ δέ οἱ Δίδυμοι, μέσσηι δ' ὕπο Καρκίνος ἐστίν·ποσσὶ δ' ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.Ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι· |
150 | αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραιἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.Τῆμος καὶ κελὰδοντες ἐτήσιαι εὐρέι πόντωιἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαιςὥριος. Εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες, |
155 | εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.
Εἰ δέ τοι Ἡνίοχόν τε καὶ ἀστέρας Ἡνιόχοιοσκέπτεσθαι δοκέοι, καὶ τοι φάτις ἤλυθεν Αἰγὸςαὐτῆς ἠδ' Ἐρίφων, οἵ τ' εἰν ἁλὶ πορφυρούσηιπολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους, |
160 | αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰκεκλιμένον δήεις, Ἑλίκης δέ οἱ ἄκρα κάρηναἀντία δινεύει, σκαιῶι δ' ἐπελήλαται ὤμωιΑἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ' ὑποφῆται. |
165 | Ἀλλ' ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦλεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.
Πὰρ ποσὶ δ' Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρονμαίεσθαι· τὰ δέ οἱ μάλ' ἐοικότα σήματα κεῖται·τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλωι |
170 | σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.Καὶ λίην κείνων ὄνομ' εἴρεται, οὐδέ τοι αὕτωςνήκουστοι Ὑάδες· ταὶ μέν ῥ' ἐπὶ παντὶ μετώπωιΤαύρου βεβλέαται, λαιοῦ δὲ κεράατος ἄκρον |
175 | καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιοεἷς ἀστὴρ ἐπέχει, συνεληλάμενοι δὲ φέρονται·ἀλλ' αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιοεἰς ἑτέρην καταβῆναι, ὁμηλυσίηι περ ἀνελθών.
Οὐδ' ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο |
180 | αὕτως ἄρρητον κατακείσεται· ἀλλ' ἄρα καὶ τῶνοὐρανὸν εἰς ὄνομ' ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.Αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος ἌρκτουΚηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἔοικεν.Ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς |
185 | ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει·αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειαςπρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.
Τοῦ δ' ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴνυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια· |
190 | οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσινἀστέρες οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.Οἵηι δὲ κληῖδι θύρην ἔντοσθ' ἀραρυῖανδικλίδ' ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,τοῖοι οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται |
195 | ἀστέρες, ἡ δ' αὕτως ὀλίγων ἀποτείνεται ὤμωνὄργυιαν. Φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.
Αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμαἈνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. Οὔ σε μάλ' οἴωνύκτα περισκέψεσθαι, ἵν' αὐτίκα μᾶλλον ἴδηαι· |
200 | τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθενὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.Ἀλλ' ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῶι· αἱ δ' ἀνέχονταιαὐτοῦ πεπταμέναι πάντ' ἤματα χεῖρες ἐκείνηι.
|
205 | Ἀλλ' ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵπποςγαστέρι νειαίρηι· ξυνὸς δ' ἐπιλάμπεται ἀστὴρτοῦ μὲν ἐπ' ὀμφαλίωι, τῆς δ' ἐσχατόωντι καρήνω.Οἱ δ' ἄρ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμουςἽππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα, |
210 | καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,οὐδ' αὐχὴν δολιχός περ ἐών· ἀτὰρ ἔσχατος ἀστὴραἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεντέτρασιν οἵ μιν ἔχουσι περίσκεπτοι μάλ' ἐόντες.Οὐδ' ὅ γε τετράπος ἐστίν· ἀπ' ὀμφαλίοιο γὰρ ἄκρου |
215 | μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.Κεῖνον δὴ καί φασι καθ' ὑψηλοῦ Ἑλικῶνοςκαλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.Οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς·ἀλλ' Ἵππος μιν ἔτυψε· τὸ δ' ἀθρόον αὐτόθεν ὕδωρ |
220 | ἐξέχυτο πληγῆι προτέρου ποδός· οἱ δὲ νομῆεςπρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.Ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτ' αὐτὸΘεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵπποςἐν Διὸς εἰλεῖται, καί τοι πάρα θηήσασθαι.
|
225 | Αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλαοὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.Αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνηισκέψασθαι, ζώνηι δ' ἂν ὅμως ἐπιτεκμήραιο |
230 | Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ' αὐτὴν ἐστήρικται,μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραιΧηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
Ἔστι δέ τοι καὶ ἔτ' ἄλλο τετυγμένον ἐγγύθι σῆμανειόθεν Ἀνδρομέδης, τὸ δ' ἐπὶ τρισὶν ἐστάθμηται |
235 | Δελτωτὸν πλευρῆισιν, ἰσαιομένηισιν ἐοικὸςἀμφοτέρηις, ἡ δ' οὔτι τόση, μάλα δ' ἐστὶν ἑτοίμηεὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.Τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
Οἱ δ' ἄρ' ἔτι προτέρω, ἔτι δ' ἐν προμολῆισι νότοιο |
240 | Ἰχθύες, ἀλλ' αἰεὶ ἕτερος προφερέστερος ἄλλου,καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.Ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠύτε δεσμὰοὐραίων, ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντα.Καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε, |
245 | ὅν ῥά τε καὶ Σύνδεσμον Ὑπουράνιον καλέουσιν.
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστωσῆμα βορειοτέρου· μάλα γὰρ νύ οἱ ἐγγύθεν ἐστίν,ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιενΠερσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
|
250 | Αὐτὰρ ὅ γ' ἐν βορέω φέρεται περιμήκετος ἄλλων.Καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσταιπενθερίου δίφροιο· τὰ δ' ἐν ποσὶν οἷα διώκωνἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
Ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι |
255 | Πληιάδες φορέονται, ὁ δ' οὐ μάλα πολλὸς ἁπάσαςχῶρος ἔχει, καὶ δ' αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.Ἑπτάποροι δὴ ταί γε μετ' ἀνθρώπους ὑδέονται,ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.Οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστὴρ |
260 | ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ' αὕτωςεἴρεται· ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται,Ἀλκυόνη Μερόπη τε Κελαινώ τ' Ἠλεκτρη τεκαὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.Αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ' ὀνομασταὶ |
265 | ἦρι καὶ ἑσπερίαι, Ζεὺς δ' αἴτιος, εἱλίσσονται,ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιοσημαίνειν ἐπένευσεν ἐπερχομένου τ' ἀρότοιο.
Καὶ χέλυς ἥδ' ὀλίγη, τὴν δ' ἆρ' ἔτι καὶ παρὰ λίκνωιἙρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι, |
270 | κὰδ δ' ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιοοὐρανὸν εἰσαγαγών, τὸ δ' ἐπὶ σκελέεσσι πέτηλονγούνατί οἱ σκαιῶι πελάει· κεφαλή γε μὲν ἄκρηἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
|
275 | Ἤτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις,ἄλλα μὲν ἠερόεις, τὰ δέ οἱ ἐπὶ τετρήχυνταιἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.Αὐτὰρ ὅ γ' εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼςοὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς |
280 | Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων.λαιῆι δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
Τὸν δὲ μετὰ σκαίροντα δύ' Ἰχθύες ἀμφινέμονταιἽππον· πὰρ δ' ἄρα οἱ κεφαλῆι χεὶρ Ὑδροχόοιοδεξιτερὴ τάνυται, ὁ δ' ὀπίστερος Αἰγοκερῆος |
285 | τέλλεται· αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλονκέκλιται Αἰγόκερως, ἵνα τε τρέπετ' ἠελίου ἴς.
Μὴ κείνωι ἐνὶ μηνὶ περικλύζοιο θαλάσσηι,πεπταμένωι πελάγει κεχρημένος. Οὔτε κεν ἠοῖπολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν, |
290 | οὔτ' ἄν τοι νυκτὸς πεφοβημένωι ἐγγύθεν ἠὼςἔλθοι καὶ μάλα πολλὰ βοωμένωι, οἱ δ' ἀλεγεινοὶτῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ' Αἰγοκερῆϊσυμφέρετ' ἠέλιος. Τότε δὲ κρύος ἐκ Διός ἐστιναύτηι μαλκιόωντι κακώτερον. Ἀλλὰ καὶ ἔμπης |
295 | ἤδη πάντ' ἐνιαυτὸν ὑπὸ στείρηισι θάλασσαπορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίηισινπολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντεςἥμεθ' ἐπ' αἰγιαλοὺς τετραμμένοι· οἱ δ' ἔτι πόρσωκλύζονται· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει.
|
300 | Καὶ δ' ἂν ἔτι προτέρω γε θαλάσσηι πολλὰ πεπονθώς,Τόξον ὅτ' ἠέλιος καίηι καὶ ῥυτορα Τόξου,ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.Σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνουΣκορπίος ἀντέλλων εἴη πυμάτης ἔτι νυκτός. |
305 | Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρουΤοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦΣκορπίος ἀντέλλων, ὁ δ' ἀνέρχεται αὐτίκα μᾶλλον.Τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸςὕψι μάλα τροχάει· ὁ δὲ δύεται ἠῶθι πρὸ |
310 | ἀθρόος Ὠρίων, Κηφεὺς δ' ἀπὸ χειρὸς ἐπ' ἰξύν.
Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος Ὀιστὸςαὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνιςἀσσότερος βορέω, σχεδόθεν δέ οἱ ἄλλος ἄηταιοὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθὼν |
315 | νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἀητόν.
Δελφὶς δ' οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊμεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖταιγλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο |
320 | μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλαπολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
Λοξὸς μὲν Ταύροιο τομῆι ὑποκέκλιται αὐτὸςὨρίων. Μὴ κεῖνον ὅτις καθαρῆι ἐνὶ νυκτὶὑψοῦ πεπτηῶτα παρέρχεται, ἄλλα πεποίθοι |
325 | οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.τοῖός οἱ καὶ φρουρὸς ἀειρομένωι ὑπὸ νώτωιφαίνεται ἀμφοτέροισι Κύων ἐπὶ ποσσὶ βεβηκώς,ποικίλος, ἀλλ' οὐ πάντα πεφασμένος· ἀλλὰ κατ' αὐτὴνγαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη |
330 | ἀστέρι βέβληται δεινῶι γένυς, ὅς ῥα μάλισταὀξέα σειριάει· καί μιν καλέουσ' ἄνθρωποιΣείριον. Οὐκέτι κεῖνον ἅμ' ἠελίωι ἀνίονταφυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι·ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀίξας, |
335 | καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.Κείνου καὶ κατιόντος ἀκούομεν, οἱ δὲ δὴ ἄλλοισῆμ' ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
Ποσσὶν δ'Ὠρίωνος ὑπ' ἀμφοτέροισι Λαγωὸςἐμμενὲς ἤματα πάντα διώκεται· αὐτὰρ ὅ γ' αἰεὶ |
340 | Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,καὶ οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
Ἡ δὲ Κυνὸς μεγάλοιο κατ' οὐρὴν ἕλκεται Ἀργὼπρυμνόθεν· οὐ γὰρ τῆι γε κατὰ χρέος εἰσὶ κέλευθοι,ἀλλ' ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ |
345 | νῆες, ὅτ' ἤδη ναῦται ἐπιστρέψωσι κορώνηνὅρμον ἐσερχόμενοι, τὴν δ' αὐτίκα πᾶς ἀνακόπτεινῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.Καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ' αὐτὸν |
350 | ἱστὸν ἀπὸ πρώιρης φέρεται, τὰ δὲ πᾶσα φαεινή,καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικταιποσσὶν ὑπ' οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
Τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖανἈνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει. |
355 | Ἡ μὲν γὰρ Θρήικος ὑπὸ πνοιῆι βορέαοκεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖΚῆτος ὑπὸ Κριῶι τε καὶ Ἰχθύσιν ἀμφοτέροισιβαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.Οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται |
360 | λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.Καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·δεσμοὶ δ' οὐράνιοι, τοις Ἰχθύες ἄκροι ἔχονται,ἄμφω συμφορέονται ἀπ' οὐραίων κατιόντες,Κητείης δ' ὄπιθεν λοφιῆς ἐπιμὶξ φορέονται |
365 | εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ' ἀστέρι πειραίνονται,Κήτεος ὃς κείνου πρώτηι ἐπίκειται ἀκάνθηι.
Οἱ δ' ὀλίγωι μέτρωι, ὀλίγηι δ' ἐγκείμενοι αἴγληι,μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ, |
370 | νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιοβεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθαἀνομένων ἐτέων, τά τις ἀνδρῶν οὐκέτ' ἐόντωνἐφράσατ' ἠδ' ἐνόησεν ἅπαντ' ὀνομαστὶ καλέσσαι |
375 | ἤλιθα μορφώσας· οὐ γὰρ κ' ἐδυνήσατο πάντωνοἰόθι κεκριμένων ὄνομ' εἰπέμεν οὐδὲ δαῆναι·πολλοὶ γὰρ πάντη, πολέων δ' ἐπὶ ἶσα πέλονταιμέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.Τῶι καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι |
380 | ἀστέρας, ὄφρ' ἐπιτὰξ ἄλλωι παρακείμενος ἄλλοςεἴδεα σημαίνοιεν. Ἄφαρ δ' ὀνομαστὰ γένοντοἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ·ἀλλ' οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιφαίνονται, τὰ δ' ἔνερθε διωκομένοιο Λαγωοῦ |
385 | πάντα μάλ' ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
Νειόθι δ' Αἰγοκερῆος, ὑπὸ πνοιῆισι νότοιο,Ἰχθῦς ἐς Κῆτος τετραμμένος αἰωρεῖταιοἶος ἀπὸ προτέρων, Νότιον δέ ἑ κικλήσκουσιν.
Ἄλλοι δὲ σπορόδην ὑποκείμενοι Ὑδροχοῆι |
390 | Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονταιμέσσοι νωχελέες καὶ ἀνώνυμοι, ἐγγύθι δέ σφεων,δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,οἵη τίς τ' ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθασκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται. |
395 | Ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονταιἀστέρες οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,εἷς μὲν ὑπ' ἀμφοτέροισι ποσὶν καλός τε μέγας τεὙδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῆι·τοὺς πάντας καλέουσιν Ὕδωρ. Ὀλίγοι γε μὲν ἄλλοι |
400 | νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσινἄγνωτοι κύκλωι περιηγέες εἱλίσσονται.
Αὐτὰρ ὑπ' αἰθομένωι κέντρωι τέραος μεγάλοιοΣκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.Τοῦ δ' ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ' ἐόντος |
405 | πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.Καὶ τῶι μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοιἈρκτούρωι, τὸ δὲ θᾶσσον ὑφ' ἑσπερίην ἅλα νεῖται.Ἀλλ' ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν |
410 | εἰναλίου μέγα σῆμα· κεδαιόμεναι γὰρ ἐκείνηινῆες ἀπὸ φρενός εἰσι· τὰ δ' ἄλλοθεν ἄλλα πιφαύσκεισήματ', ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.Τῶι μή μοι πελάγει νεφέων εἰλυμένωι, ἄλλωνεὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῶι ἄστρον, |
415 | αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλονκυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰθλίβετ' ἀναστέλλοντος ὀπωρινοῦ βορέαο.Πολλάκι γὰρ καὶ τοῦτο νότωι ἔπι σῆμα τιτύσκειΝὺξ αὐτὴ μογεροῖσι χαριζομένη ναύτηισιν. |
420 | Οἱ δ' εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσηι,αἶψα δὲ κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,αὐτίκ' ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηὶὑψόθεν ἐμπλήξηι δεινὴ ἀνέμοιο θύελλααὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξηι, |
425 | ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,ἄλλοτε δ', αἴ κε Διὸς παρανισσομένοιο τύχωσινεὐχόμενοι, βορέω δὲ παραστράψηι ἀνέμοιο,πολλὰ μάλ' ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντοἀλλήλους ἐπὶ νῆα. Νότον δ' ἐπὶ σήματι τούτωι |
430 | δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
Εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείηὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺςαὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοιΝύξ ἐπὶ παμφανόωντι Θυτηρίωι, οὔ σε μάλα χρὴ |
435 | ἐς νότον, ἀλλ' εὔροιο περισκοπέειν ἀνέμοιο.Δήεις δ' ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖταιΣκορπίου, ἱππούραια δ' ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν |
440 | ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξἄλλο μάλ' ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς,Θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
Ἀλλ' ἔτι γὰρ καὶ ἔτ' ἄλλο περαιόθεν ἕλκεται ἄστρον·Ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς |
445 | ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσονΚαρκίνον ἱκνεῖται, σπείρη δ' ὑπὸ σῶμα Λέοντος,οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο·μέσσηι δὲ σπείρηι Κρητήρ, πυμάτηι δ' ἐπίκειταιεἴδωλον Κόρακος σπείρην κόπτοντι ἐοικός.
|
450 | Ναὶ μὴν καὶ Προκύων Διδύμοις ὕπο καλὰ φαείνει. |