Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
15. Σύμμικτα
|
|
______________________________________________________________________
| |
34.ΤΟΥ ΑΥΤΟΥΕἰς Φεβρωνίαν μοναχήν
Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶνΦεβρωνία ἑῆς σύμβολα συμπαθίης,εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν·οὐδὲ γὰρ οὐδ᾽ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν | |
5 | ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότουἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μινΧριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ᾽ ἀφθορίηςλαμπάδ᾽ ἐλαίωι φαιδρύνουσα φιλοπτωχείης· |
10 | ἧς τόδε σῆμ᾽ ὕπνου γνῶθι πολυχρονίου. |