BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

32.

ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ

Ἐπὶ τῆι ἰδίαι ἀδελφῆι

 

Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος

λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,

ἀλλά γ᾽ ἄρ᾽ ἤρκεσε λύσσηι ἑῆς κακότητος ὁ δαίμων

πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·

5

θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,

οὐδ᾽ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,

ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῶι γέ με πένθος

ἄτλητον μαλερῶι τηκεδόνος δάμασε

πυρσῶι· τρεῖς πρὸς ἐείκοσ᾽ ἐποιχομένην ἐνιαυτοὺς

10

ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης

ἡμετέρης· ἔνθ᾽ ὕφηνον γενετῆρες ἅπασι

γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν

καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης

μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.