BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

28.

ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΤΡΑΥΛΟΥ

Εἰς τὴν σταύρωσιν

 

Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνὸς

μεσσόθι ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·

καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ

λύγδην ἱσταμένη καὶ παρθένος ἄλλος ἑταῖρος·

5

καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται

κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·

καί οἱ διψαλέωι στυγερὴν ὤρεξε ποτῆτα

λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης

ὄξεϊ κιρνάμενος, πικρὸν δέπας, εἶδαρ ὀλέθρου.

10

ἀλλ᾽ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,

Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.

ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται

κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν;

ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.