Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
15. Σύμμικτα
|
|
______________________________________________________________________________
|
|
Codex Parisinus Supplementi graeci 384, fol. 30v
27.ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ
1 Κωτίλας3 τῆ τόδ᾽ ἄτριον νέον5 πρόφρων δὲ θυμῶι δέξο· δὴ γὰρ ἁγνᾶς7 τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ | |
5 | 9 ἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος με τὸν πάροιθ᾽ ἀέξειν11 θοῶς δ᾽ ὕπερθεν ὠκὺ λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν13 θοαῖς ἴσ᾽ αἰόλαις νεβροῖς κῶλ᾽ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι,19 κἆιτ᾽ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος·20 ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι<ν ὁδὸν> δονέων ποσὶ πολύπλοκα μεθίει μέτρα μολπᾶς. |
10 | 18 ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ᾽ εὐνὰν, ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·16 βλαχᾶὶ δ᾽ οἰῶν πολυβότων ἀν᾽ ὀρέων νομὸν ἔβαν τανυσφύρων τ᾽ <ἀν᾽> ἄντρα Νυμφᾶν·14 ταί τ᾽ ἀμβρότωι πόθωι φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζὸν,12 ἴχνει θένων τὰν <θεὸς> παναίολον Πιερίδων μονόδουπον αὐδὰν,10 ἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν, |
15 | 8 φῦλ᾽ ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,6 λίγειά νιν κάμ᾽ ἀμφὶ ματρὸς ὠδίς·4 Δωρίας ἀηδόνος·2 ματέρος
Fons: The Greek Anthology, ed. W. R. Paton, 1927
27.ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ
1 Κωτίλας3 τῆ τόδ᾽ ἄτριον νέον5 πρόφρων δὲ θυμῶι δέξο, δὴ γὰρ ἁγνᾶς7 τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ |
5 | 9 ἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος με τὸν πάροιθ᾽ ἀέξειν11 θοῶς δ᾽ ὕπερθεν ὠκὺ λέχριον φέρων νεῦμα ποδῶν σποράδην πίφαυσκεν13 θοαῖς ἴσ᾽ αἰόλαις νεβροῖς κῶλ᾽ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι,15 πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθήνας·17 καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλποις δεξάμενος θαλαμᾶν μυχοιτάτοις |
10 | 19 κἆιτ᾽ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος.20 ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι<ν ὁδὸν> δονέων ποσὶ πολύπλοκα μεθίει μέτρα μολπᾶς.18 ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ᾽ εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·16 βλαχᾶὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἔβαν τανυσφύρων τ᾽ <ἀν᾽> ἄντρα Νυμφᾶν·14 ταί τ᾽ ἀμβρότωι πόθωι φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζὸν, |
15 | 12 ἴχνει θένων γᾶν <θεὸς> παναίολον Πιερίδων νομόδουπον αὐδὰν,10 ἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμων ῥυθμῶν,8 φῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,6 λιγειά νιν κάμ᾽ ἀμφὶ ματρὸς ὠδίς.4 Δωρίας ἀηδόνος· |
20 | 2 ματέρος.
Fons: The Greek Figure Poems, ed. J. Kwapisz, 2013 |