BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

12.

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

 

Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνηι μ᾽ Ἐπικούρου

ἡδίστηι κομέουσα καὶ ἡσυχίηι τέρπουσα.

τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;

οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,

5

οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος·

ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ

οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·

μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν,

Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·

10

ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,

μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῶι

ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.

ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.