BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

11.

Ἐν τῶι Κάστρωι τῆς Λίνδου

 

Εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος Ἀτρυτώνην

δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·

μείζων δ' αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις

παρθενικῆς γλαυκῶν πλησαμένηι χαρίτων·

5

νῦν γὰρ Ἀθηναίης βοάαι θαλερὸς ἔμεν οἶκος

χῶρος καρπογόνους δερκόμενος σκοπέλους·

ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίηι πόρεν ἱρεὺς

Ἀγλώχαρτος ἑῶν νειμάμενος κτεάνων,

κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατ' αἶαν

10

πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.