Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
4. Προοίμια
|
|
______________________________________________________________________
| |
γʹΤΟΥ ΑΥΤΟΥ
Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνης μὲν | |
135 | αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,ἀλλ᾽ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶνψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται.ἡ δ᾽ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. |
140 | οὕτως οὔτε Πλάτων βρενθύεται οὔτ᾽ ἄρ᾽ Ὅμηροςχρώμασιν ἢ στήλαις, ἀλλὰ μόνηι σοφίηι.ὄλβιοι, ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,ἀλλ᾽ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει. |