Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
4. Προοίμια
|
|
______________________________________________________________________
| |
βʹΤΟΥ ΑΥΤΟΥ
Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνουβάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσηι·μηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην | |
50 | ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίηικαὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντωνΑὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.Ἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρωνκαὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην |
55 | ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννωνκράατα μετρήσασα τεῆι κρυφθέντα κονίηι,θαρσαλέαις παλάμηισι φίλην ἀγκάζεο Ῥώμην.Καυκασίωι δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίηι,ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῶι |
60 | σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείηνΦασιὰς εἱλίσσοιτο φίλωι σκιρτήματι νύμφη,καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος,μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο. |
65 | μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίουοὐκέτι Κολχὶς ἄρουρα, γονῆι πλησθεῖσα Γιγάντων,εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης |
70 | οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσαπαρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην·ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνοςΒάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντωι |
75 | Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν ΑἰθιοπῆαἸταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.Ἀλλ᾽ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων |
80 | Ἰνδώιης ἐπίβηθι κατ᾽ ὀργάδος· ἐν δὲ κελεύθοιςεἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην.ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπωνκύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων, |
85 | ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,δίζυγος ἠπείροιο συναντήσασα κεραίηἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνωνἔρχεο καὶ παρὰ Σύρτιν, ὅπηι νοτίηισι θυέλλαις |
90 | ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆοςκαὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλωιἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος, |
95 | ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμονκοιρανίηι· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζωνἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ |
100 | ἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρωι Βασιλῆι,δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶναπαίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθωνἐργασίην ἤσκησα, μιῆι δ᾽ ὑπὸ σύζυγι βίβλωι |
105 | ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης·καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίωι,ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην, |
110 | ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσωι.οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνηςεὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς |
115 | ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐώικειγράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.ἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα παλαίτερον εὖχος ἀείρει,ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρωι,εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης |
120 | τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου,ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῆιἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίηι δὲ διώκειν.ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις |
125 | γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις,δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆςγράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη |
130 | εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείηνκαὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτηι δὲ μελίσσηιεὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείαςκαὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις. |