Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
4. Προοίμια
|
|
______________________________________________________________________
| |
2.ΦΙΛΙΠΠΟΥ ΣΤΕΦΑΝΟΣ
Ἄνθεά σοι δρέψας Ἑλικώνια καὶ κλυτοδένδρουΠιερίης κείρας πρωτοφύτους κάλυκαςκαὶ σελίδος νεαρῆς θερίσας στάχυν ἀντανέπλεξατοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις. | |
5 | ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε,γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.Ἀντίπατρος πρέψει στεφάνωι στάχυς· ὡς δὲ κόρυμβοςΚριναγόρας, λάμψει δ᾽ ὡς βότρυς Ἀντίφιλος,Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος· |
10 | μύρτα δ᾽ ὁ Παρμενίων, ὡς ῥόδον Ἀντιφάνης·κισσὸς δ᾽ Αὐτομέδων, Ζωνᾶς κρίνα, δρῦς δὲ Βιάνωρ,Ἀντίγονος δ᾽ ἐλάη καὶ Διόδωρος ἴον·Εὐήνωι δάφνην συνεπίπλεκε· τοὺς δὲ περισσοὺςεἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις. |