BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

4. Προοίμια

 

______________________________________________________________________

 

 

 

1.

ΜΕΛΕΑΓΡΟΥ ΣΤΕΦΑΝΟΣ

 

Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδὰν

ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;

ἄνυσε μὲν Μελέαγρος· ἀριζάλωι δὲ Διοκλεῖ

μναμόσυνον ταύταν ἐξεπόνησε χάριν·

5

πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς

λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα,

ναρκίσσων τε χορὸν Μελανιππίδου ἔγκυον ὕμνων,

καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·

σὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν

10

   Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·

τῆι δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ,

καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,

Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,

καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον·

15

ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,

Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·

βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,

σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,

Τύμνεώ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον

20

   Νικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον·

ἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον

Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,

λυχνίδα τ᾽ Εὐφορίωνος ἰδ᾽ ἐν Μούσηισιν ἄμωμον,

ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.

25

τῆισι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,

Πέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,

σὺν δ᾽ ἅμα καὶ γλυκύμηλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου,

καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,

σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου

30

   τέρμινθον, βλωθρήν τ᾽ ἀχράδα Σιμίεω·

ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα,

βαιὰ διακνίζων ἄνθεα, Παρθενίδος,

λείψανά τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,

ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·

35

ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα

νέκταρος, ἐν δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον·

ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης

Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ·

τοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης

40

   ἠδὲ Πολυκλείτου πορφύρεον κύαμον.

ἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε Πολύστρατον, ἄνθος ἀοιδῶν,

φοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου·

ναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον

ὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον.

45

ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης,

Σικελίδεώ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα·

ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος

κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον.

ἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς

50

   φοίνικος κείρας πρωτογόνους ἕλικας,

λωτόν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας

Φαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,

τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ

ἕρπυλλον, κυάνων τ᾽ ἄνθεα Φανίεω,

55

ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δ᾽ ἅμα Μούσης

καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. 

ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν· ἔστι δὲ μύσταις

κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.