Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
3. Τὰ ἐν Κυζίκωι ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
19.Ἐν δὲ τῶι ΙΘ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι τὴν μητέρα, Σερβήλειαν ὀνόματι· ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέντες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομήτορι τὴν βασιλείαν ἀπεκατέστησαν
Τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτειςῬῆμόν τε ξυνῆι καὶ Ῥωμύλον λεχέων,θὴρ δὲ λύκαιν᾽ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός,οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.
Ἀνώνυμος |