BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

3. Τὰ ἐν Κυζίκωι ἐπιγράμματα

 

______________________________________________________________________

 

 

 

18.

Ἐν δὲ τῶι ιηʹ Κλέοβις ἐστὶ καὶ Βίτων· τὴν ἑαυτῶν μητέρα Κυδίππην, ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῶι ζυγῶι διὰ τὸ βραδῦναι τὸ ζεῦγος τῶν βοῶν, ἱερουργῆσαι [τὴν μητέρα] ἐποίησαν· καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτωι ἐκείνη ηὔξατο τῆι θεῶι, εἴ τί ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι· καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνήισκουσιν

 

Οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείηι δὲ κέκασται

Κυδίππης παίδων εὐσεβίης θυσίη.

ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος,

μητρὸς ἐπ᾽ εὐσεβίηι κλεινὸν ἔθεντο πόνον.

χαίροιτ᾽ οὖν ἱεροῖσιν ἐπ᾽ εὐσεβίηι, κλυτοὶ ἄνδρες,

καὶ τὸν ἀπ᾽ αἰώνων μῦθον ἔχοιτε μόνοι.

 

Ἀνώνυμος