Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον λς´
Ἐν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῶι ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος, τῆι τεσσαρακοστῆι ἡμέραι τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῶι τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους. καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων· Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, καὶ οὐδὲν αὐτῶι οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῶι καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ᾽ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ᾽ ἢ μόνα τὰ αὐτῶι πεπραγμένα ὁποῖα ἂν ἦι. τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῶι τιμίωι αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνωι αὐτῶι συνεῖναι καὶ ἐν ἀταράχωι γαλήνηι ψυχῆς δουλεῦσαι τῶι Θεῶι μου καὶ δεσπότηι. ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ χάριτι καὶ συνεργείαι, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ᾽ εἰς κενὸν τὰς τοιαύτας ἀνήλωσα ἡμέρας· ἀλλ᾽ ἐκεῖνόν τε ὠικείωσα Χριστῶι καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ᾽ ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῶι Θεῶι ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσηι με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῶι. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν.Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ᾽ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῶι μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῆι ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῶι, ἐπ᾽ εὐσεβείαι καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῶι καὶ συναγωνίσασθαι, ζήλωι θείωι ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβωι Θεοῦ τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῶι πορεύσηται ὁδόν.Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις· ὡς οὐ κατ᾽ ἐντολὴν σοῦ ὁ λόγος· εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγωι ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγηι; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε· εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας. καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῶι προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας· εἶτα μὴ ἄλλον ἢ τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ὧι ἡ ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ᾽ οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῶι λαῶι ἐνεποίησε· καὶ πάντες τάχει πολλῶι εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῶι τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι· ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν ἡ σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρωι τινὶ τοῦτον εὑρίσκουσι, χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας.Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. ὁ δέ· Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε. τῆι πολλῆι δὲ αὐτῶν ὑπενδοὺς ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον. καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν. εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν. Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων. καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν· καὶ οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες. διὸ μαρτύρομαι ὑμῖν τῆι σήμερον ἡμέραι, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον. τότε ὁ βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα. τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῆι βασιλικῆι ἀρχῆι ἐγκαθίστησι, καὶ τῆι κεφαλῆι αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς τὴν χεῖρα. καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῶι βασιλεῖ Βαραχίαι· ἀπερίτρεπτον αὐτῶι τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν. σὺν τούτωι δὲ ὑπερηύχετο τοῦ κλήρου καὶ τοῦ ποιμνίου παντός, αἰτούμενος ἀντίληψιν αὐτοῖς παρὰ Κυρίου καὶ σωτηρίαν, καὶ πᾶν ὅτιπερ ἂν αὐτοῖς εἰς αἴτησιν ἦι πρὸς τὸ συμφέρον οἰκονομούμενον.Οὕτως εὐξάμενος ἐπιστραφεὶς λέγει τῶι Βαραχίαι· Ἰδού σοι, ἀδελφέ, ἐντέλλομαι καθώς ποτε ὁ Ἀπόστολος διεμαρτύρατο· Πρόσεχε σεαυτῶι καὶ παντὶ τῶι ποιμνίωι, ἐν ὧι σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο βασιλέα, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. καὶ καθὼς πρὸ ἐμοῦ ἔγνως τὸν Θεὸν καὶ ἐλάτρευσας αὐτῶι ἐν καθαρῶι συνειδότι, οὕτω καὶ νῦν πλείονα σπουδὴν ἐνδείκνυσο εὐαρεστῆσαι αὐτῶι. ὡς γὰρ καὶ μεγάλης ἠξιώθης παρὰ τοῦ Θεοῦ ἀρχῆς, τοσούτωι μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις. οὐκοῦν ἀπόδος τῶι εὐεργέτηι τὸ χρέος τῆς εὐχαριστίας, τὰς ἁγίας αὐτοῦ φυλάσσων ἐντολὰς καὶ πάσης ἐκκλίνων ὁδοῦ εἰς ἀπώλειαν φερούσης. ὥσπερ γὰρ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ναύτης σφαλῆι, μικρὰν φέρει τοῖς πλέουσι βλάβην· ὅταν δὲ ὁ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν· οὕτω καὶ ἐν βασιλείοις, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτηι, οὐ τοσοῦτον τὸ κοινὸν ὅσον ἑαυτὸν ἀδικεῖ, ἂν δὲ αὐτὸς ὁ βασιλεύς, πάσης ἐργάζεται τῆς πολιτείας βλάβην. ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, εἴ τι παρίδοις τῶν δεόντων, μετὰ πολλῆς ἀκριβείας φύλαττε σεαυτὸν ἐν τῶι ἀγαθῶι. μίσησον πᾶσαν ἡδονὴν πρὸς ἁμαρτίαν ἕλκουσαν· φησὶ γὰρ ὁ Ἀπόστολος· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. τὸν κύκλον πρόσεχε ὅστις περιτρέχει τῶν ἀνθρωπίνων πραγμάτων, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων· καὶ ἐν τῆι τούτων ἀγχιστρόφωι μεταβολῆι ἀμετάβλητον ἔχε τὸν εὐσεβῆ λογισμόν. τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μεταβολαῖς διανοίας ἀβεβαίου τεκμήριον. σὺ δὲ πάγιος ἔσο, ἐν τῶι ἀγαθῶι ὅλως ἐρηρεισμένος. μὴ ἐπαίρου διὰ τῆς προσκαίρου δόξης πρὸς μάταιον φύσημα· ἀλλὰ κεκαθαρμένωι λογισμῶι τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ νόει φύσεως, τὸ βραχύ τε καὶ ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καὶ τὸν συνεζευγμένον τῆι σαρκὶ θάνατον. καὶ ταῦτα λογιζόμενος εἰς τὸν τῆς ὑπεροψίας οὐ βληθήσηι βόθρον, ἀλλὰ φοβηθήσηι τὸν Θεόν, τὸν ἀληθινὸν καὶ ἐπουράνιον βασιλέα, καὶ ὄντως μακάριος ἔσηι. Μακάριοι γάρ, φησί, πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ· καί· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ποίας δὲ πρὸ πάντων ὀφείλεις τηρεῖν ἐντολάς; Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· καί· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν μεγίστηι ὄντες ἀρχῆι. καὶ ἀληθῶς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν· ἐν τούτωι δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῶι μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ἀλλὰ καὶ τὸ ὑπήκοον οὐδὲν οὕτως εἰς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιΐας χάρις διδομένη τοῖς χρήιζουσιν· ἡ γὰρ διὰ φόβον γινομένη θεραπεία κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένωι τιμῆς ὀνόματι φενακίζουσα τοὺς αὐτῆι προσέχοντας· καὶ τὸ ἀκουσίως ὑποτεταγμένον στασιάζει καιροῦ λαβόμενον· τὸ δὲ τοῖς δεσμοῖς τῆς εὐνοίας κρατούμενον βεβαίαν ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν. διὸ εὐπρόσιτος ἔσο τοῖς δεομένοις, καὶ ἄνοιγε τὰ ὦτα τοῖς πενομένοις, ἵνα εὕρηις τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεωιγμένην· οἷοι γὰρ τοῖς ἡμετέροις γινόμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν δεσπότην, καὶ ὡς ἀκούομεν ἀκουσθησόμεθα, ὡς ὁρῶμεν ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος. προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον, ἵνα τῶι ὁμοίωι τὸ ὅμοιον ἀντιλάβωμεν.Ἀλλὰ καὶ ἑτέραν ἄκουε ἐντολὴν σύζυγον τῆς προτέρας· Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· καί, Ἐὰν οὐκ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. διὸ μὴ μνησικακήσηις τοῖς πταίουσιν· ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῆι πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῆι τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή. καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα· καθάπερ ἀκούεις τί ὁ τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῆι πρὸς τὸν σύνδουλον ἀσπλαγχνίαι ἑαυτῶι τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους. διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν· ἀλλ᾽ ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῆι τὰ πολλὰ ἡμῶν ὀφλήματα. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης· καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν· ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξηις τῶι δεσπότηι, ἡνίκα ἔλθηι λόγον ἀπαιτῶν ἑκάστωι τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς ὁ ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψηι καὶ αἰσχύνη αἰώνιος. καὶ τὰ νῦν, ἀδελφοί, παρατίθεμαι ὑμᾶς τῶι Θεῶι, καὶ τῶι Λόγωι τῆς χάριτος αὐτοῦ, τῶι δυναμένωι ὑμᾶς ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι.Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο. καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν τέλει. τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς ἀληθῶς ἄξιον. περιστάντες γὰρ αὐτὸν ἅπαντες, ὥσπερ τῶι ἐκείνωι συνεῖναι ζῶντες καὶ τῆι διαιρέσει μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον· παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος. Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας· δεσπότην αὐτὸν ἀνεκαλοῦντο, πατέρα, σωτῆρα, εὐεργέτην· Διά σου, φησί, τὸν Θεὸν ἔγνωμεν· τῆς πλάνης λελυτρώμεθα· τῶν κακῶν πάντων ἀνάπαυσιν εὕρομεν. τί λοιπὸν ἔσται ἡμῖν μετὰ τὸν σὸν χωρισμόν; ποῖα οὐ καταλήψεται κακά; τοιαῦτα λέγοντες, τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. ὁ δὲ λόγοις αὐτοὺς παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν, καὶ συνεῖναι τῶι πνεύματι ἐπαγγειλάμενος, ὡς τῶι γε σώματι ἀδύνατον ἤδη τοῦτο γενέσθαι, τοιαῦτα εἰπών, πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατίου. καὶ εὐθὺς πάντες συνείποντο. τὴν ὑποστροφὴν ἀπηγόρευον· τὴν πόλιν, ὡς μηκέτι δυνατὸν ὄμμασιν ὀφθῆναι τοῖς ἑαυτῶν, ἀπεδίδρασκον. ὡς δὲ τῆς πόλεως ἔξω γεγόνασι, μόλις ποτέ, τῆι τομῆι τοῦ λόγου παραινοῦντος αὐτοῦ καὶ δριμυτέραν που τὴν ἐπιτίμησιν ἐπιφέροντος, ἀπ᾽ αὐτοῦ διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων. τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῶι, ἕως ἡ νὺξ ἐπελθοῦσα διέστησεν αὐτοὺς ἀπ᾽ ἀλλήλων. |