BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον λε´

 

Κατανυγεὶς δὲ ὁ βασιλεὺς Ἀβεννὴρ ἐπὶ τῆι θεοδιδάκτωι σοφίαι ταύτηι, φωνῆι μεγάληι καὶ θερμοτάτηι ψυχῆι τὸν σωτῆρα Χριστὸν ὡμολόγει, πάσης ἀποστὰς δεισιδαίμονος πλάνης. τὸ σημεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ ὑπὸ τῆι πάντων ὄψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τήν τε προτέραν ἀσέβειαν διεξελθών, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγξας, μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται· ὡς ἐντεῦθεν ἔργωι τὸ εἰρημένον τῶι Παύλωι γνωσθῆναι, καὶ ὅπου ὁ τῆς ἀσεβείας ὑπῆρχε πλεονασμός, ἐκεῖ καὶ τὴν περισσείαν γενέσθαι τῆς χάριτος. 

Πολλὰ τοίνυν καὶ τοῦ σοφωτάτου Ἰωάσαφ τοῖς συνελθοῦσι τότε στρατηγοῖς τε καὶ σατράπαις καὶ παντὶ τῶι λαῶι περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας διαλεγομένου, καὶ οἱονεὶ πυρίνηι γλώσσηι καλόν τι καὶ ὠιδικὸν τερετίζοντος, ἡ τοῦ Ἁγίου Πνεύματος χάρις ἐπιφοιτήσασα πάντας εἰς δοξολογίαν ἐκίνει Θεοῦ, ὡς ἐκ μιᾶς φωνῆς πάντων βοησάντων τῶν ὄχλων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· οὐκ ἔστιν ἄλλος θεὸς πλὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν Πατρὶ καὶ Ἁγίωι Πνεύματι δοξαζομένου.

Ζήλου δὲ θείου κατάπλεως γενόμενος, ὁ βασιλεὺς Ἀβεννὴρ ἐφάλλεται στερρῶς τοῖς εἰδώλοις ἃ ἦσαν ἐν τῶι παλατίωι αὐτοῦ ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ εἰς ἔδαφος ταῦτα κατασπᾶι. εἶτα, εἰς λεπτὰ διελών, πένησι διανέμει, ὠφέλιμα οὕτω τὰ ἀνωφελῆ θέμενος· ἀμέλει καὶ μετὰ τοῦ υἱοῦ τοὺς εἰδώλων ναοὺς καὶ βωμοὺς περιστάντες μέχρις αὐτῶν κατηδάφουν τῶν θεμελίων· ἱερὰ δὲ τῶι Θεῶι τεμένη ἀντωικοδόμουν. οὐ μόνον δὲ ἐν τῆι πόλει, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν χώραν σπουδῆι ταῦτα ἐποίουν. τὰ δὲ πονηρὰ πνεύματα τὰ τοῖς βωμοῖς ἐνοικοῦντα ὀλολύζοντα ἠλαύνοντο, καὶ τὴν ἄμαχον τοῦ Θεοῦ ἡμῶν δύναμιν ὑποτρέμοντα ἐβόων. πᾶσα δὲ ἡ περίχωρος καὶ τὰ τῶν προσοίκων ἐθνῶν πλεῖστα πρὸς τὴν εὐσεβῆ πίστιν ἐχειραγωγοῦντο. τότε δὴ τοῦ ἀνωτέρω ῥηθέντος θειοτάτου ἐπισκόπου παραγενομένου, κατηχεῖται ὁ βασιλεὺς Ἀβεννήρ, καὶ τῶι θείωι τελειοῦται βαπτίσματι εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῶι σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης ἐκείνης τῆς βοώσης· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. 

Οὕτως ἀναγεννηθεὶς ὁ βασιλεὺς Ἀβεννὴρ δι᾽ ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾶι ἀνεκλαλήτωι· σὺν αὐτῶι δὲ καὶ πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο· ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο ἐκκλησίαι τε ἀνωικοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ ἄλλοι ἔκ τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. ὁ μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ᾽ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῶι υἱῶι παραδίδωσιν· αὐτὸς δὲ καθ᾽ ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνωι τῶι πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῶι τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῆι τοῦ υἱοῦ νουθεσίαι κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῆι εὐσεβείαι τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίαι καὶ δάκρυσι καὶ ἀρετῆι πάσηι, ἀρρωστίαι περιέπεσεν, ἐν ἧι καὶ τελευτᾶι. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῶι πεπραγμένων κακῶν. ὁ δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῶι διεκούφιζεν ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολόγει αὐτῶι, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσηι μακράν, ὃς κέκραγε διὰ τοῦ προφήτου βοῶν· Λούσασθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν· καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. μὴ φοβοῦ τοίνυν, ὦ πάτερ, μηδὲ δίσταζε· οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν· ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος. οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρωι τοῦ ἀμετρήτου περιγενέσθαι. 

Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπάιδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο. εἶτα ἐκτείνας ὁ πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῶι ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν ἧι αὐτὸς ἐγγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῶι Θεῶι περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ σοῦ· νεκρὸς ἤμην τῆι ἁμαρτίαι, καὶ ἀνέζησα· ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην. τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων; Θεός ἐστιν ὁ ἀξίας σοι παρέχων τὰς ἀμοιβάς. οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίαι τὴν ψυχὴν καὶ εἰρήνηι παρέθετο τῶι Κυρίωι.

Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῆι περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῶι μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων·

Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ᾽ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπωι χλοερῶι, ἐν τόπωι ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου· καὶ μὴ μνησθῆις ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους σου κατάλλαξον αὐτῶι οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν· ἐπίταξον αὐτοὺς μὴ κατ᾽ αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῶι πάντων Δεσπότηι, ἀλλ᾽ ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ· τοῦτο ἀδύνατον. τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῶι Θεῶι ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος ἀποστάς, μὴ βρώσεως ἢ πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών· ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει. τῆι ὀγδόηι δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων.