BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον κθ´

 

Κατ᾽ ἐκεῖνο δὲ καιροῦ πανήγυρις ἦν τῶν ψευδωνύμων θεῶν δημοτελὴς ἐν τῆι πόλει ἐκείνηι· ἔδει δὲ τὸν βασιλέα παρεῖναι τῆι ἑορτῆι καὶ θυσιῶν δαψιλείαι ταύτην κοσμῆσαι. ἀλλ᾽ ἐδεδίεσαν οἱ νεωκόροι, ὁρῶντες αὐτὸν ἀμελῶς περὶ τὸ σέβας αὐτῶν καὶ χλιαρῶς διακείμενον, μή ποτε ἀμελήσειε τῆς ἐν τῶι ναῶι παρουσίας, καὶ στερηθεῖεν αὐτοὶ τῆς διδομένης αὐτοῖς βασιλικῆς δωρεᾶς καὶ τῶν λοιπῶν προσόδων. ἀναστάντες οὖν καταλαμβάνουσιν ἄντρον ἐν βαθυτάτηι διακείμενον τῆι ἐρήμωι, ἔνθα κατώικει ἀνήρ τις μαγικαῖς σχολάζων τέχναις, καὶ τῆς εἰδωλικῆς πλάνης θερμότατος ὑπάρχων προασπιστής· Θευδᾶς ὄνομα αὐτῶι· ὃν καὶ ὁ βασιλεὺς ἐτίμα διαφερόντως, καὶ φίλον ἡγεῖτο καὶ διδάσκαλον, διὰ τῆς αὐτοῦ λέγων μαντείας εὐθενουμένην προκόπτειν τὴν αὐτοῦ βασιλείαν· ὡς εἰς αὐτὸν τοίνυν οἱ μὴ ἱερεῖς τῶν εἰδώλων ἀφικόμενοι τοῦτον εἰς βοήθειαν προσεκαλοῦντο, καὶ τὴν ἐγγινομένην τῶι βασιλεῖ τῶν θεῶν κατάγνωσιν δήλην ἐποίουν, οἷά τε ὁ τοῦ βασιλέως πεποιήκει υἱός, οἷα δὲ κατ᾽ αὐτῶν ὁ Ναχὼρ δεδημηγορήκει, καὶ ὡς, Εἰ μὴ αὐτός, φασίν, ἐλεύσηι βοηθήσων ἡμῖν, πᾶσα ἐξέλιπεν ἐλπίς, πάντα ἀπόλωλε τὰ τῶν θεῶν σεβάσματα· σὺ γὰρ μόνος ἡμῖν ὑπελείφθης τῆς συμφορᾶς παραμύθιον, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας ἐθέμεθα. 

Ἐκστρατεύει τοίνυν ὁ Θευδᾶς μετὰ τῆς συμπαρούσης αὐτῶι σατανικῆς στρατιᾶς, καὶ κατὰ τῆς ἀληθείας ὁπλίζεται, πολλὰ τῶν πονηρῶν πνευμάτων καλέσας, ἃ πρὸς τὰ φαῦλα συνεργεῖν οἶδε προθύμως, καὶ οἷς ἐκεῖνος ἀεὶ διακόνοις ἐχρῆτο· μεθ᾽ ὧν παραγίνεται πρὸς τὸν βασιλέα.

Ὡς δὲ ἐμηνύθη τῶι βασιλεῖ ἡ ἄφιξις αὐτοῦ, καὶ εἰσῆλθε, ῥάβδον μὲν κατέχων βαϊνήν, μηλωταρίον δὲ περιεζωσμένος, ἀνέστη ὁ βασιλεὺς τοῦ θρόνου, καὶ τοῦτον προσυπαντήσας ἠσπάσατο, καὶ θρόνον ἐνεγκὼν πλησίον αὐτοῦ συνεδριάζειν πεποίηκεν. εἶτα λέγει Θευδᾶς τῶι βασιλεῖ· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, τῆι τῶν μεγίστων θεῶν εὐμενείαι σκεπόμενος. ἤκουσα γὰρ ἀγῶνά σε μέγαν ἀγωνίσασθαι κατὰ τῶν Γαλιλαίων καὶ λαμπροτάτοις διαδήμασι νίκης καταστεφθῆναι. διὸ ἐλήλυθα, ἵνα εὐχαριστήριον ἑορτὴν ὁμοῦ τελέσωμεν, νεανίσκους τε ὡραίους καὶ κόρας εὐόπτους τοῖς ἀθανάτοις θεοῖς καταθύσωμεν, ταύρους τε ἑκατὸν καὶ ζῶια τούτοις πλεῖστα προσενέγκωμεν, ὡς ἂν ἔχοιμεν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς συμμάχους ἀηττήτους, ὅλον ἡμῖν τὸν βίον ἐξομαλίζοντας.

Πρὸς ταῦτα ὁ βασιλεύς, Οὐ νενικήκαμεν, ἔφη, ὦ πρεσβύτα· οὐ νενικήκαμεν, ἀλλ᾽ ἀνὰ κράτος μᾶλλον ἡττήμεθα. οἱ γὰρ ὑπὲρ ἡμῶν καθ᾽ ἡμῶν ἐξαίφνης γεγόνασι. παράβακχόν τε καὶ μανικὴν καὶ ἀσθενῆ τὴν ἡμετέραν εὑρόντες παράταξιν, τέλεον ταύτην κατέβαλον. νυνὶ δέ, εἴ τίς σοι δύναμις πρόσεστι καὶ ἰσχὺς εἰς τὸ βοηθῆσαι τῆι κάτω κειμένηι θρησκείαι ἡμῶν καὶ ταύτην αὖθις ἀνορθῶσαι, ἀνάγγειλόν μοι.

Ὁ δὲ Θευδᾶς τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις τῶι βασιλεῖ· Τὰς μὲν τῶν Γαλιλαίων ἐνστάσεις καὶ ματαιολογίας μὴ φοβοῦ, βασιλεῦ· τίνα γάρ εἰσι τὰ παρ᾽ αὐτῶν λεγόμενα πρὸς ἄνδρας λογικοὺς καὶ ἐχέφρονας; ἅτινα, ἐμοὶ δόξαν, ῥαιδίως καταβληθήσεται μᾶλλον ἢ φύλλον ἀνέμωι κατασεισθέν. οὐδὲ γὰρ κατὰ πρόσωπόν μου ἐλθεῖν ὑπομενοῦσι μὴ ὅτι γε καὶ λόγον συνᾶραι καὶ εἰς προτάσεις μοι καὶ ἀντιθέσεις χωρῆσαι. ἀλλ᾽, ἵνα τοῦτό τε τὸ προκείμενον ἀγώνισμα καὶ πᾶν ὁτιοῦν ἂν βουληθείημεν ἐπ᾽ εὐθείας ἡμῖν γένοιτο καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον· καὶ εὖ σοι γένηται.

Οὕτω καυχησάμενος ὁ ἐν κακίαι δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας (συμφθεγγέσθω γὰρ ἡμῖν ὁ Δαυΐδ), ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῶι πλησίον ποτίσας, συνεργίαι τῶν συμπαρομαρτούντων αὐτῶι πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι. ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας ἐν τῆι μυσαρᾶι πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζώιων ἀγόμενα.

Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς ὁ βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῶια πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ τῆς τῶν ἀλόγων ζώιων φωνῆς, τῆι δὲ τῶν θυσιῶν κνίσηι καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῆι νίκηι τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῶι ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν ὁ βασιλεύς. καί φησι τῶι Θευδᾶι· Ἰδοὺ δή, καθὰ ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῆι λαμπροφορίαι τῆς πανηγύρεως καὶ δαψιλείαι τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν· ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῶι ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον· εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῆι σῆι λοιπὸν σοφίαι τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον.

Ὁ Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῶι πονηρῶι, καὶ παρ᾽ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῶι γενόμενος, φησὶ πρὸς τὸν βασιλέα· Εἰ χειρώσασθαι τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῶι τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾶιον μαλαχθήσεται ὁ ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς ἢ κηρὸς πυρκαϊᾶι σφοδροτάτηι ὁμιλήσας. ὁ δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς ἡ τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, ὦ βασιλεῦ, τοὺς παρισταμένους τῶι υἱῶι σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ᾽ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῶι διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶσθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῶι, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω. καὶ ἅμα τῶι συγγενέσθαι αὐτὸν μιᾶι καὶ μόνηι τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος. οὐδὲν γὰρ ὡς ὄψις γυναικῶν ἐπάγεσθαι καὶ θέλγειν τοὺς ἀρρένων λογισμοὺς πέφυκε. καὶ ἄκουσον διηγήσεως τῶι ἐμῶι συμμαρτυρούσης ῥήματι.