BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον κη´

 

Ταῦτα ὡς διεξῆλθεν ὁ Ναχώρ, ὁ μὲν βασιλεὺς τῶι θυμῶι ἠλλοιοῦτο· οἱ δὲ ῥήτορες αὐτοῦ καὶ νεωκόροι ἄφωνοι ἵσταντο, μὴ δυνάμενοι ἀντιλέγειν ἀλλ᾽ ἢ σαθρά τινα καὶ οὐδαμινὰ λογίδια. ὁ δὲ τοῦ βασιλέως υἱὸς ἠγαλλιᾶτο τῶι πνεύματι, καὶ φαιδρῶι τῶι προσώπωι ἐδόξαζε τὸν Κύριον, τὸν ἐξ ἀπόρου πόρον διδόντα τοῖς πεποιθόσιν ἐπ᾽ αὐτόν, ὃς καὶ διὰ τοῦ πολεμίου καὶ ἐχθροῦ τὴν ἀλήθειαν ἐκράτυνε· καὶ ὁ τῆς πλάνης ἔξαρχος συνήγορος τοῦ ὀρθοῦ λόγου ἐδείκνυτο. 

Ὁ μέντοι βασιλεύς, καίπερ δεινῶς ὀργιζόμενος τῶι Ναχώρ, οὐδὲν ὅμως ἐργάσασθαι κακὸν εἰς αὐτὸν ἠδύνατο, διὰ τὸ προλεχθὲν ἐπὶ πάντων θέσπισμα, ἀδεῶς αὐτὸν λέγειν ὑπὲρ τῶν Χριστιανῶν προτρεπόμενον· πολλὰ δὲ αὐτὸς ἀντιλέγων ὑπεμίμνησκε δι᾽ αἰνιγμάτων ὑπενδοῦναι τῆς ἐνστάσεως καὶ ἡττηθῆναι τῆι διαλέξει τῶν ῥητόρων. ὁ δὲ μειζόνως ὑπερίσχυε, διαλύων πάσας αὐτῶν τὰς προτάσεις καὶ συλλογισμούς, καὶ ἐλέγχων τὸ ἀπατηλὸν τῆς πλάνης. σχεδὸν δὲ μέχρις ἑσπέρας παραταθείσης τῆς διαλέξεως, ἐκέλευσεν ὁ βασιλεὺς διαλυθῆναι τὸ συνέδριον, ὡς τῆι ἐπιούσηι βουλόμενος αὖθις περὶ τούτου διασκέψασθαι.

Ὁ δὲ υἱὸς ἔφη τῶι βασιλεῖ· Ὡς ἐν ἀρχῆι δικαίαν ἐκέλευσας κρίσιν γενέσθαι, δέσποτα, δικαιοσύνην καὶ τῶι τέλει ἐπίθες, τῶν δύο τὸ ἕτερον ποιῶν· ἢ τὸν ἐμὸν διδάσκαλον ἐπίτρεψον μεῖναι μετ᾽ ἐμοῦ τῆι νυκτὶ ταύτηι, ὡς ὁμοῦ διασκεψώμεθα περὶ ὧν χρὴ τὴν αὔριον λαλῆσαι τοῖς πολεμοῦσιν ἡμᾶς, τοὺς σοὺς δὲ πάλιν σὺ μεθ᾽ ἑαυτοῦ λαβὼν τὰ εἰκότα μελετήσατε καθὼς βούλεσθε· ἤ, τοὺς σοὺς ἐμοὶ παραχωρήσας τῆι νυκτὶ ταύτηι, λάβε τὸν ἐμὸν πρὸς ἑαυτόν. εἰ δὲ ἀμφότεροι ὦσι παρὰ σοί, ὁ μὲν ἐμὸς ἐν θλίψει καὶ φόβωι, οἱ δὲ σοὶ ἐν χαρᾶι καὶ ἀνέσει, οὔ μοι δοκεῖ δικαίαν εἶναι κρίσιν, ἀλλὰ δυναστείαν τῆς ἐξουσίας καὶ παράβασιν τῶν συνθηκῶν. ἡττηθεὶς δὲ ὁ βασιλεὺς τῶι ἀστείωι τοῦ ῥήματος, τοὺς σοφοὺς αὐτοῦ καὶ ἱερεῖς πρὸς ἑαυτὸν λαβόμενος, τὸν Ναχὼρ παραχωρεῖ τῶι υἱῶι, ἐλπίδας ἔτι κεκτημένος ἐπ᾽ αὐτὸν καὶ φυλάττειν τὰ ὡμολογημένα δοκῶν.

Ἀπέρχεται τοίνυν ὁ τοῦ βασιλέως υἱὸς εἰς τὸ ἑαυτοῦ παλάτιον, ὥσπερ τις Ὀλυμπιονίκης τῶν ἀντιπάλων κρατήσας, ἔχων μεθ᾽ ἑαυτοῦ τὸν Ναχώρ. καὶ κατὰ μόνας καλέσας αὐτὸν ἔφη· Μὴ νομίσηις λανθάνειν ἐμὲ τὰ κατὰ σέ· οἶδα γάρ σε ἀκριβῶς μὴ τὸν θειότατον εἶναι Βαρλαάμ, ἀλλὰ Ναχὼρ τὸν ἀστρολόγον. καὶ θαυμάζω πῶς ἔδοξεν ὑμῖν τοιαύτην ὑποκριθῆναι ὑπόκρισιν καὶ τοσαύτηι ἀμβλυωπίαι νομίσαι περιβαλεῖν με μέσης ἡμέρας, ἵνα λύκον δέξωμαι ἀντὶ προβάτου. ἀλλὰ καλῶς ὁ λόγος ἄιδεται, ὅτι Καρδία μωροῦ μάταια νοήσει. τὸ μὲν οὖν ἐνθύμημα τοῦτο καὶ βούλευμα ὑμῶν ἕωλον ἦν καὶ πάντη ἀνόητον· τὸ δὲ ἔργον ὃ εἰργάσω πάσης ἐστὶ συνέσεως πεπληρωμένον. διὸ χαῖρε, Ναχώρ, καὶ ἀγαλλιῶ· πολλὰς γάρ σοι χάριτας ὁμολογῶ, ὅτι συνήγορος σήμερον τῆς ἀληθείας γέγονας, καὶ οὐκ ἐμίανας τὰ χείλη σοι λόγοις μιαροῖς καὶ ὑποκρίσει δολίαι, ἀλλὰ τῶν πολλῶν μᾶλλον ἐξεκάθαρας μολυσμάτων, τὴν πλάνην τῶν ψευδωνύμων διελέγξας θεῶν καὶ τὴν ἀλήθειαν τῶν Χριστιανικῶν δογμάτων κρατύνας. ἐγὼ δὲ ἐσπούδασα ἀγαγεῖν σε μετ᾽ ἐμοῦ δυοῖν ἕνεκα· ἵνα μὴ κατὰ μόνας ὁ βασιλεὺς λαβών σε τιμωρήσηται ἐφ᾽ ὧι οὐ τὰ καταθύμια αὐτῶι ἐφθέγξω, καὶ ἵνα τὴν χάριν ταύτην, ἣν σήμερον εἰργάσω, ἀνταμείψωμαι. τίς δὲ ἡ ἀντάμειψις; τὸ ὑποδεῖξαί σοι ἐκκλῖναι τῆς πο νηρᾶς ὁδοῦ καὶ ὀλισθηρᾶς ἣν ὥδευσας ἕως νῦν, πορευθῆναι δὲ τὴν εὐθεῖαν καὶ σωτήριον τρίβον, ἣν οὐκ ἀγνοῶν, ἀλλ᾽ ἐθελοντὶ κακουργῶν, ἐξέφυγες, βαράθροις καὶ κρημνοῖς ἀνομίας σεαυτὸν κατακρημνίσας. σύνες οὖν, ὦ Ναχώρ, συνετὸς ὤν, καὶ προθυμήθητι τὸν Χριστὸν μόνον καὶ τὴν παρ᾽ αὐτῶι κρυπτομένην ζωὴν κερδᾶναι, τῶν ῥεόντων τούτων καὶ φθειρομένων ὑπεριδών. οὐ γὰρ τὸν πάντα ζήσηι αἰῶνα· ἀλλά, θνητὸς ὤν, ἀπελεύσηι ὅσον οὔπω, καθὼς καὶ οἱ πρὸ σοῦ πάντες. Καὶ οὐαί σοι, εἰ τὸν βαρὺν φόρτον τῆς ἁμαρτίας ἐπιφερόμενος ἀπελεύσηι ἐκεῖ ὅπου κρίσις δικαία καὶ ἀνταπόδοσις τῶν ἔργων ἐστί, καὶ μὴ ἀπορρίψηις τοῦτον, ῥαιδίας οὔσης τῆς ἀποθέσεως. 

Ὁ Ναχὼρ τοίνυν, κατανυγεὶς τὴν ψυχὴν ἐπὶ τοῖς λόγοις τούτοις, ἔφη· Καλῶς εἶπας, ὦ βασιλεῦ, καλῶς. οἶδα γὰρ κἀγὼ τὸν ἀληθινὸν καὶ ἀψευδῆ Θεόν, δι᾽ οὗ τὰ πάντα γέγονε, καὶ τὴν μέλλουσαν κρίσιν ἐπίσταμαι, ἀπὸ πολλῶν Γραφικῶν ῥημάτων ταύτην ἀκηκοώς· ἀλλ᾽ ἡ πονηρὰ συνήθεια καὶ ἡ τοῦ παλαιοῦ ἐπήρεια πτερνιστοῦ τοὺς ὀφθαλμοὺς ἐτύφλωσε τῆς καρδίας μου, καὶ σκότος βαθὺ περιέχυσέ μου τῶι λογισμῶι· νυνὶ δὲ ἐπὶ τῶι ῥήματί σου, τὸ κάλυμμα τὸ ζοφῶδες ἀπορρίψας, τῶι φωτὶ προσδραμοῦμαι τοῦ προσώπου Κυρίου. ἴσως ἐλεήσει με, καὶ θύραν ἀνοίξει μετανοίας τῶι πονηρῶι δούλωι καὶ ἀποστάτηι, εἰ καὶ ἀδύνατον δοκεῖ μοι ἄφεσιν γενέσθαι τῶν ψάμμου βαρυτέρων μου πταισμάτων, ὧν ἐν γνώσει καὶ ἀγνοίαι ἥμαρτον νηπιόθεν καὶ μέχρι ταύτης μου τῆς ἡλικίας καὶ πολιᾶς.

Ταῦτα ὡς ἤκουσεν ὁ τοῦ βασιλέως υἱός, εὐθὺς διανίσταται καὶ θερμότερος τὴν ψυχὴν γίνεται. καὶ τὸν λογισμὸν τοῦ Ναχὼρ πρὸς ἀπόγνωσιν συγκύπτοντα ἀναλαμβάνειν ἄρχεται, καὶ στερρότερον περὶ τὴν Χριστοῦ πίστιν διατιθέναι, Μηδείς, ὦ Ναχώρ, λέγων, μηδεὶς ἔστω σοι περὶ τούτου δισταγμός. γέγραπται γὰρ δυνατὸν εἶναι τῶι Θεῶι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῶι Ἀβραάμ· ὅπερ τί ἄλλο ἢ τοῦτό ἐστιν, ὡς ὁ πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι, καὶ δούλους γενέσθαι Χριστοῦ, ὃς δι᾽ ἄκραν φιλανθρωπίας ὑπερβολὴν πᾶσι τοῖς ἐπιστρέφουσι τὰς οὐρανίους διήνοιξε πύλας, οὐδενὶ τῶν πάντων τὴν τῆς σωτηρίας ἀποκλείσας ὁδόν, ἀλλὰ συμπαθῶς τοὺς μετανοοῦντας δεχόμενος; διὰ ταῦτα γὰρ καὶ τοῖς περὶ πρώτην καὶ τρίτην, ἕκτην τε καὶ ἐννάτην καὶ ἑνδεκάτην ὥραν προσελθοῦσι τῶι ἀμπελῶνι κατ᾽ ἴσον ἀφορίζεται ὁ μισθός, ὡς τὸ ἅγιόν φησιν Εὐαγγέλιον· ὥστε, κἂν μέχρι τοῦ νῦν ἐν ἁμαρτίαις κατεγήρασας, ἐὰν θερμῶς προσέλθηις, τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσηι γερῶν.

Πολλὰ δὲ καὶ ἕτερα περὶ μετανοίας λαλήσας ὁ θειότατος νεανίας τῶι παλαιωθέντι ἐν κακοῖς Ναχώρ, καὶ ἵλεων γενέσθαι τὸν Χριστὸν ὑποσχόμενος καὶ ἐγγυησάμενος τὴν ἄφεσιν, καὶ πληροφορήσας αὐτὸν ὡς ἕτοιμός ἐστιν ὁ ἀγαθὸς ἀεὶ τοῦ δέχεσθαι τὴν μετάνοιαν, τὴν νενοσηκυῖαν ψυχὴν αὐτοῦ οἷά τισι φαρμάκοις καταμαλάξας, καθαρὰν ἐχαρίσατο τὴν ὑγίειαν. ἔφη γὰρ εὐθὺς ὁ Ναχὼρ πρὸς αὐτόν· Σὺ μέν, ὦ εὐγενέστατε τὴν ψυχὴν μᾶλλον ἢ τὸ σῶμα, καλῶς μεμυημένος τὰ θαυμαστὰ μυστήρια ταῦτα, μένοις ἐν τῆι καλῆι ὁμολογίαι μέχρι τέλους, καὶ μηδεὶς ταύτην χρόνος ἢ τρόπος τῆς σῆς ἐκτέμοι καρδίας· ἐγὼ δὲ πορεύσομαι ἐξ αὐτῆς τὴν ἐμὴν ζητῶν σωτηρίαν, καὶ διὰ μετανοίας τὸν Θεὸν ἐξιλεωσόμενος ὃν παρώργισα. οὐκ ἔτι γὰρ τὸ τοῦ βασιλέως ὄψομαι πρόσωπον, εἰ σὺ μόνον θελήσειας. περιχαρὴς δὲ γενόμενος ὁ τοῦ βασιλέως υἱὸς καὶ ἀσμένως τὸν λόγον δεξάμενος, περιλαβὼν αὐτὸν κατεφίλει, καὶ ἐντενῶς πρὸς τὸν Θεὸν εὐξάμενος ἐκπέμπει τοῦ παλατίου.

Ἐξελθὼν δὲ ὁ Ναχὼρ κατανενυγμένος τὴν ψυχὴν ἐπὶ τὴν βαθυτάτην ἅλλεται ὡς ἔλαφος ἔρημον, καὶ μοναχοῦ τινος, ἱερωσύνης περικειμένου ἀξίαν, καταλαμβάνει σπήλαιον, ἔνθα ἐκέκρυπτο ἐκεῖνος διὰ τὸν ἐπικείμενον φόβον. τούτωι δὲ θερμότατα προσπίπτει, πλύνει τοὺς πόδας δάκρυσι, τήν ποτε μιμούμενος πόρνην, καὶ τὸ θεῖον ἐξαιτεῖται βάπτισμα. ὁ τοίνυν ἱερεύς, θείας ὢν χάριτος πεπληρωμένος, ἥσθη τε λίαν, καὶ παραχρῆμα, ὥσπερ ἔθος, κατηχήσας αὐτόν, δι᾽ ἡμερῶν οὐκ ὀλίγων τελειοῖ τῶι βαπτίσματι εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἔμεινε δὲ Ναχὼρ μετ᾽ αὐτοῦ μετανοῶν ἀεὶ ἐφ᾽ οἷς ἥμαρτε, καὶ εὐλογῶν τὸν Θεὸν τὸν μὴ βουλόμενον ἀπολέσθαι τινά, ἀλλὰ πάντων τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ μετανοοῦντας φιλανθρώπως δεχόμενον.

Ἕωθεν δὲ μαθὼν τὰ κατὰ τὸν Ναχὼρ ὁ βασιλεύς, καὶ ἀπογνοὺς ἧς εἶχεν ἐλπίδος ἐπ᾽ αὐτῶι, ἰδὼν δὲ καὶ τοὺς σοφοὺς αὐτοῦ καὶ παράφρονας ῥήτορας οὕτως ἀνὰ κράτος ἡττηθέντας, ἐν ἀμηχανίαι ἦν. καὶ ἐκείνους μὲν ὕβρεσι δειναῖς καὶ ἀτιμίαις βαλών, οὓς δὲ καὶ βουνεύροις σφοδρῶς μαστιγώσας καὶ ἀσβόληι τὰς ὄψεις περιχρίσας, ἐξέβαλε τοῦ ἰδίου προσώπου· αὐτὸς δὲ καταγινώσκειν ἤρξατο τῆς τῶν ψευδωνύμων θεῶν ἀσθενείας, εἰ καὶ μὴ τελείως τῶι φωτὶ Χριστοῦ προσβλέψαι τέως ἠθέλησε. τὸ γὰρ τῆς περικειμένης αὐτῶι ἀχλύος παχὺ νέφος κατεῖχεν ἔτι τὰς ὁράσεις αὐτοῦ τῆς καρδίας. ἀλλ᾽ οὖν οὐκ ἔτι τοὺς νεωκόρους ἐτίμα, οὔτε μὴν ἑορτὰς ἦγε καὶ σπονδὰς ἐπετέλει τοῖς εἰδώλοις· ἀλλὰ σαλευομένην εἶχε τὴν διάνοιαν ἀμφοτέρωθεν, ἔνθεν μὲν τῆς ἀσθενείας καταγινώσκων τῶν θεῶν αὐτοῦ, ἐκεῖθεν δὲ τὴν ἀκρίβειαν δεδοικὼς τῆς εὐαγγελικῆς πολιτείας καὶ δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν. πάνυ γὰρ ταῖς ἡδοναῖς κατεδουλοῦτο τοῦ σώματος, καὶ ὅλος ἦν πρὸς τὰ πάθη αἰχμαλώτου δίκην ἀγόμενος, καὶ μεθύων, ὅ φησιν Ἠσαῖας, ἄνευ οἴνου, καὶ ὥσπερ ὑπὸ κημοῦ τῆς πονηρᾶς συνηθείας ἑλκόμενος.

Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, ὁ εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῶι ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῶι παλατίωι αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παρ᾽ οὐδὲν ἐλογίζοντο αὐτῶι· ἀλλ᾽ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείωι· αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις.

Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ ἐν τῆι καρδίαι περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῶι Κυρίωι. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῶι Χριστῶι προσήγαγε σεσωσμένας· πολλοὶ γὰρ εἰς αὐτὸν φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῶι σωτηρίωι προσέδραμον λόγωι· ἄλλοι δέ, μακρὰν τοῖς τοῦ βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ, ὧι ἐγὼ ἐπίστευσα, ἐφ᾽ ὃν ἐγὼ κατέφυγον καὶ τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον τῶι θεράποντί σου Βαρλαάμ, ἀνθ᾽ ὧν μοι τῶι πλανηθέντι σὲ ὑπέδειξε, τὴν ὁδὸν τῆς ἀληθείας καὶ τῆς ζωῆς· καὶ μὴ στερήσηις με αὖθις ἰδεῖν τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῶι τελέσαι τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ᾽ ἴχνος τῆς αὐτοῦ πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῶι Θεῶι καὶ Δεσπότηι.