Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον κδ´
Τούτων οὖν εὐσεβῶς τελειωθέντων, ὁ βασιλεὺς τῶι πρωτοσυμβούλωι ἔλεγεν Ἀραχῆι πρὸς τὴν δευτέραν ἀποβλέψαι βουλήν, τοῦ πρώτου διαμαρτόντος, καὶ τὸν Ναχὼρ ἐκεῖνον προσκαλέσασθαι. ὁ γοῦν Ἀραχὴς νυκτὶ βαθείαι τὸ ἐκείνου καταλαβὼν σπήλαιον (τὰς ἐρήμους γὰρ ὤικει, μαντικαῖς σχολάζων τέχναις), καὶ πάντα αὐτῶι τὰ βεβουλευμένα σαφηνίσας, πρὸς τὸν βασιλέα ἅμα πρωῒ ἐπανέρχεται. καὶ δὴ ἱππεῖς αὐτῶι αὖθις ζητήσας ἐπὶ ἔρευναν τοῦ Βαρλαὰμ ἐξέρχεσθαι προσεποιεῖτο. ἐξελθόντι δὲ καὶ τὰς ἐρήμους ἐμπεριπατοῦντι ὁρᾶται αὐτῶι ἀνήρ τις ἐκ φάραγγός τινος ἐξερχόμενος. τοῦ δὲ καταδιώκειν αὐτὸν κελεύσαντος, φθάνουσι τὸ τάχος, καὶ συλλαβόντες πρὸς αὐτὸν ἄγουσι. τοῦ δὲ πυνθανομένου τίς τε εἴη καὶ ποίας θρησκείας ἢ τί καλούμενος, Χριστιανὸν μὲν ἐκεῖνος ἑαυτὸν ἀπεκάλεσε, Βαρλαὰμ δὲ ὠνόμασε, καθάπερ δεδίδακτο. χαρᾶς δὲ πλησθεὶς ὁ Ἀραχής, ὡς ἐδείκνυε, τάχιστα τοῦτον λαβών, πρὸς τὸν βασιλέα ἐπανέρχεται· καὶ δὴ μηνύσας παρίστησιν αὐτόν. καί φησιν ὁ βασιλεὺς εἰς ἐπήκοον πάντων τῶν παρισταμένων· Σὺ εἶ ὁ τοῦ δαίμονος ἐργάτης Βαρλαάμ; ὁ δὲ ἀντέφησεν· Τοῦ Θεοῦ ἐργάτης εἰμί, καὶ οὐ τῶν δαιμόνων. μὴ οὖν με λοιδόρει. πολλὰς γάρ μοι ὁμολογεῖν χάριτας ὀφειλέτης εἶ, ὅτι τὸν υἱόν σου θεοσεβεῖν ἐδίδαξα, πάσης ἀπαλλάξας ἀπάτης καὶ τῶι ἀληθινῶι καταλλάξας Θεῶι, καὶ πᾶσαν παιδεύσας ἀρετῆς ἰδέαν. αὖθις δὲ ὁ βασιλεύς, ὀργιζόμενος ὥσπερ, ἔφη· Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, ἢ τόπον ἀπολογίας δόντα, ἀλλ᾽ ἀνερωτήτως θανατῶσαι. ἀλλ᾽ ἀνέχομαί σου τοῦ θράσους, τῆς προσηκούσης μοι ἕνεκεν φιλανθρωπίας, ἕως τακτῆι ἡμέραι ἐξετάσω τὰ περὶ σοῦ. καὶ εἰ μὲν πεισθείης μοι συγγνώμης ἀξιωθήσηι· εἰ δὲ μή, κακῶς ἀπολῆι. οὕτως εἰπὼν τῶι Ἀραχῆι τοῦτον παραδίδωσι, φυλάττειν ἀκριβέστατα ἐντειλάμενος.Τῆι δὲ ἐπαύριον ἀναζεύξας ἐκεῖθεν, πρὸς τὸ ἴδιον ἐπάνεισι παλάτιον. καὶ ἐξηχούετο κρατηθῆναι τὸν Βαρλαάμ, ὥστε καὶ τὸν βασιλέως ἀκούσαντα υἱὸν δεινῶς τὴν ψυχὴν ἀλγῆσαι, καὶ μηδόλως τῶν δακρύων ἐγκρατὴς δύνασθαι εἶναι. στεναγμοῖς δὲ καὶ θρήνοις τὸν Θεὸν ἐδυσώπει, καὶ εἰς βοήθειαν αὐτὸν ἐπεκαλεῖτο τοῦ γέροντος. οὐ παρεῖδεν οὖν αὐτὸν ὀδυρόμενον ὁ ἀγαθός· χρηστὸς γάρ ἐστι τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέραι θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· ὃς καὶ τῶι νέωι δι᾽ ὁράματος νυκτερινοῦ πάντα γνωρίζει, καὶ ἰσχὺν αὐτῶι ἐντίθησι, καὶ εἰς τὸν τῆς εὐσεβείας παραθαρρύνει ἀγῶνα. ἔξυπνος δὲ γενόμενος, χαρᾶς τε πλήρη καὶ θάρσους καὶ φωτὸς γλυκυτάτου, τὴν πρὸ μικροῦ λυπουμένην αὐτοῦ καὶ ἀλγοῦσαν εὑρίσκει καρδίαν. ὁ δὲ βασιλεύς, οὕτω ταῦτα δράσας καὶ οὕτω διανοηθείς, ἔχαιρε, καλῶς διασκέπτεσθαι οἰόμενος, καὶ τῶι Ἀραχῆι μεγίστην ἀπονέμων τὴν χάριν. ἀλλ᾽ ἐψεύσατο ἡ ἀδικία ἑαυτῆι, τὸ τοῦ θείου φάναι Δαυΐδ, καὶ ἡ δικαιοσύνη νικᾶι τὴν ἀνομίαν, τέλεον αὐτὴν καταβαλοῦσα καὶ τὸ μνημόσυνον αὐτῆς ἀπολέσασα μετ᾽ ἤχου, ὡς ἐν τοῖς ἑξῆς δηλώσειεν ὁ λόγος.Μετὰ γοῦν δύο ἡμέρας ὁ βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως ὁ πατήρ· ἀλλ᾽, ἀχθομένωι ὥσπερ καὶ ὀργιζομένωι ἐοικώς, εἰσελθὼν ἐν τῶι βασιλικῶι κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη· Τίς ἡ διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας· οὐδ᾽ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν, τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτωι φρενὶ καὶ νηπιώδει γνώμηι τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίωι ἐλάτρευσας Θεῶι. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσηι ἐκτρέφειν ἀσφαλείαι καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ἠιδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ; οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῶι σε βαλοῦσιν, ἢ σκηπτῶι θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν, ἀνθ᾽ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ᾽ ἐλπίδα δι᾽ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῶι ἐσταυρωμένωι προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθηι τῶι πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών, θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι᾽ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες.Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμωιδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη.Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῶι φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῆι ἀληθείαι οἰκειωθείς· καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῶι συνεταξάμην, τῶι τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῶι καὶ Λόγωι, οὗ τῶι ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσωι τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῶι θανάτωι ὑπόδικον γενόμενον, τῆι ἐξουσίαι τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῆι τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῆι, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι καὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς. αὐτὸς γάρ ἐστιν ὁ κραταιὸς καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ ἡ δυναστεία ἀνείκαστος, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ σὺν Πατρὶ καὶ Ἁγίωι Πνεύματι δοξαζόμενος, εἰς ἃ βεβάπτισμαι. καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέχοντά τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων χωρὶς αὐτοῦ, οὔτε τῆς αὐτοῦ προνοίας ἄνευ συνίστασθαί τι δύναται· αὐτὸς γάρ ἐστι πάντων ἡ ζωή, πάντων ἡ σύστασις, πάντων ὁ φωτισμός, ὅλος γλυκασμὸς καὶ ἐπιθυμία ἀκόρεστος, καὶ πάντων τῶν ἐφετῶν τὸ ἀκρότατον. τὸ καταλιπεῖν οὖν τὸν οὕτως ἀγαθόν, οὕτω σοφόν, οὕτω δυνατὸν Θεόν, καὶ δαίμοσιν ἀκαθάρτοις, δημιουργοῖς πάντων τῶν παθῶν, λατρεῦσαι, ξοάνοις τε κωφοῖς καὶ ἀλάλοις σέβας ἀπονεῖμαι, τοῖς μήτε οὖσί τι μήτε ἐσομένοις, πόσης οὐκ ἂν εἴη πέρα ἀνοίας καὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ ἢ λόγος παρ᾽ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι; πότε περιεπάτησαν ἢ αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δι᾽ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῶι ζῶντι καὶ ἀληθινῶι συνεταξάμην Θεῶι· καὶ αὐτῶι δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῶι φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου· ἠνιώμην δὲ καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς ὁ δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῶι τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησας σεαυτῶι, δραπέτης οἴμοι τῆς εὐσεβείας γενόμενος καὶ κακίας ὑπηρέτης πάσης καὶ ἀσεβείας. ἐπεὶ δὲ αὐτός, ὦ πάτερ, εἰς ἐμφανὲς τὰ κατ᾽ ἐμὲ ἤγαγες, τὸ πᾶν τῆς ἐμῆς ἄκουε γνώμης· οὐ ψεύσομαι τὰς πρὸς Χριστόν μου συνθήκας, οὐ, μὰ τὸν ἐξαγοράσαντά με τῆς δουλείας τῶι τιμίωι αὐτοῦ αἵματι, κἂν μυριάκις με δεῖ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, θανοῦμαι. τὰ περὶ ἐμοῦ τοίνυν οὕτως εἰδώς, μηκέτι κόπους σεαυτῶι πάρεχε, μεταπείθειν με ἐπιχειρῶν τῆς καλῆς ὁμολογίας. ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι τῆι χειρί, ἢ τὰ θαλάττια ξηρᾶναι πελάγη, ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν καὶ ἀνήνυτον, οὕτω δὴ καὶ τοῦτο γίνωσκε εἶναι. ἢ τοίνυν αὐτός, τῆς ἐμῆς ἀκούσας βουλῆς, τῶι Χριστῶι οἰκειώθητι, καὶ τῶν ὑπὲρ ἔννοιαν λήψηι ἀγαθῶν, κοινωνοί τε ἀλλήλοις ἐσόμεθα, ὥσπερ τῆς φύσεως, οὕτω δὴ καὶ τῆς πίστεως· ἢ τῆς σῆς ἀποστήσομαι, εὖ ἴσθι, υἱότητος, καὶ τῶι Θεῶι μου λατρεύσω καθαρῶι συνειδότι.Ταῦτα οὖν πάντα ὡς ἤκουσεν ὁ βασιλεύς, ὀξύτατα κινηθεὶς καὶ θυμῶι ἀσχέτωι καταληφθείς, ὀργίλως αὐτῶι ἐλάλει, καὶ πικρῶς τοὺς ὀδόντας ἔβρυχε, μαινομένωι ἐοικώς· Καὶ τίς, φησίν, ὁ τοιούτων μοι αἴτιος τῶν κακῶν, ἢ αὐτὸς ἐγὼ οὕτως σοι διατεθεὶς καὶ τοιαῦτα ἐπὶ σοὶ ἐργασάμενος ἃ οὐδεὶς πώποτε τῶν πατέρων πεποίηκε; διό σου τῆς γνώμης τὸ σκολιὸν καὶ φιλόνεικον, δύναμιν τῆι ἐξουσίαι προσλαβόμενον, κατὰ τῆς ἐμῆς κεφαλῆς μανῆναί σε πεποίηκε. δικαίως οὖν ἐν τῆι σῆι γεννήσει οἱ ἀστρολόγοι δεινὸν εἶπον ἀποβήσεσθαί σε καὶ παμπόνηρον ἄνδρα, ἀλαζόνα τε καὶ γονεῦσιν ἀπειθῆ. ἀλλὰ νῦν, εἰ τὴν ἐμὴν ἀκυρώσεις βουλὴν καὶ τῆς ἐμῆς ἀποστήσηι υἱότητος, ὡς ἐχθρός σοι διατεθείς, ἐκεῖνα ποιήσω σοι, ἅπερ οὐδὲ πολεμίοις τις ἐνεδείξατο.Αὖθις δὲ ἐκεῖνος, Τί, φησίν, ὦ βασιλεῦ, εἰς ὀργὴν ἀνήφθης; ὅτι τοιούτων ἐγὼ ἠξίωμαι ἀγαθῶν, λελύπησαι; καὶ τίς ποτε πατὴρ ἐπὶ τῆι τοῦ υἱοῦ εὐτυχίαι ἀχθόμενος ὡράθη; ἢ πῶς πατὴρ ὁ τοιοῦτος, καὶ οὐκ ἐχθρός, λογισθείη; οὐκοῦν οὐδὲ ἐγὼ τοῦ λοιποῦ πατέρα μού σε καλέσω· ἀλλ᾽ ἀποστήσομαί σου, ὥσπερ τις φεύγει ἀπὸ ὄφεως, εἰ γνώσομαι φθονεῖν σε τὴν ἐμὴν σωτηρίαν, εἰς ἀπώλειαν δὲ βιαίαι συνωθεῖν με χειρί. εἰ γὰρ βιάζειν με καὶ τυραννεῖν θελήσειας, καθὰ δὴ καὶ εἶπας, οὐδὲν ἄλλο κερδανεῖς, εὖ ἴσθι, ἢ τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι μόνον· ἐπεὶ ῥᾶιόν σοι ἀετοῦ ἴχνεσιν ἐφικέσθαι καὶ κατ᾽ αὐτὸν τὸν ἀέρα διίπτασθαι, ἢ τὴν ἐμὴν μεταπείσειν εἰς Χριστὸν πίστιν, καὶ ἣν αὐτῶι ὡμολόγησα καλὴν ὁμολογίαν. ἀλλὰ σύνες, ὦ πάτερ, καί, τὴν λήμην καὶ ἀχλὺν ἀποτινάξας τῶν τοῦ νοὸς ὀμμάτων, ἀνάβλεψον ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῶι γλυκυτάτωι τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας, μενεῖ εἰς τὸν αἰῶνα. τί οὖν οὕτως ἐμμανῶς ἀντέχηι καὶ περιέχηι τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων, ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς ἀναδόσεις, ὅταν αἱ μὲν σκιαὶ αὗται καὶ τὰ ἐνύπνια τοῦ ματαίου τούτου παρέλθωσι βίου, ἐν ὀδύνηι δὲ διηνεκεῖ πυρὸς ἀσβέστου καὶ σκοτεινοῦ κατακλεισθῶσιν οἱ τούτων ἐρασταί, καὶ τῆς ἀνομίας ἐργάται, ἔνθα ὁ σκώληξ αὐτοὺς ὁ ἀκοίμητος ἀτελεύτητα κατεσθίει, καὶ τὸ πῦρ ἄληκτα καὶ ἀκατάσβεστα εἰς αἰῶνας κατακαίει ἀπεράντους; μεθ᾽ ὧν οἴμοι καὶ αὐτὸς κατακλεισθεὶς καὶ χαλεπῶς ὀδυνώμενος, πολλὰ μὲν μεταγνώσηι τῶν δεινῶν βουλευμάτων, πολλὰ δὲ ἐπιζητήσεις τὰς νῦν ἡμέρας καὶ τῶν ἐμῶν ἐπιμνησθήσηι ῥημάτων· ἀλλ᾽ ὄφελος τῆς μεταμελείας οὐκ ἔσται. ἐν γὰρ τῶι ἅιδηι ἐξομολόγησις καὶ μετάνοια οὐχ ὑπάρχει· ἀλλ᾽ ὁ παρὼν ὡρίσθη καιρὸς τῆς ἐργασίας, ὁ δὲ μέλλων τῆς ἀνταποδόσεως. εἰ μὲν γὰρ τὰ παρόντα τερπνὰ οὐκ ἀφανισμῶι ὑπέκειτο καὶ ῥοῆι, ἀλλὰ συνδιαιωνίζειν ἔμελλε τοῖς αὐτῶν δεσπόταις, οὐδὲ οὕτως ἔδει τῶν τοῦ Χριστοῦ δωρεῶν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν ταῦτα προκρῖναι· καθ᾽ ὅσον γὰρ ὁ ἥλιος τῆς βαθείας ἐστὶ νυκτὸς λαμπρότερος καὶ διαυγέστερος, τοσοῦτον καὶ πολλῶι πλέον τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάσης ἐπιγείου βασιλείας καὶ δόξης ἐνδοξότερά τε ὑπάρχει καὶ μεγαλοπρεπέστερα, καὶ ἔδει πάντως τὰ μείζονα τῶν εὐτελεστέρων προκρῖναι. ἐπεὶ δὲ καὶ ῥευστὰ τὰ τῆιδε πάντα καὶ φθορᾶι ὑποκείμενα ὡς ὄναρ τε καὶ ὡς σκιὰ καὶ ἐνύπνιον παρέρχεται καὶ ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἢ ἀνθρώπων εὐημερίαι, πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῆι προσκαίρωι τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, ὦ πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσηι τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων; οὐκ ἐκφεύξηι τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῶι ἀγαθῶι καὶ εὐσπλάγχνωι καὶ πανοικτίρμονι οἰκειωθήσηι Δεσπότηι; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων θεῶν λατρείας, τῶι ἑνὶ λατρεύσεις ἀληθινῶι καὶ ζῶντι Θεῶι; εἰ γὰρ καὶ ἥμαρτες αὐτῶι, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις, ἀλλὰ δέξεταί σε, εὖ οἶδα, ὁ ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου ἀμνημονεύσει τῶν πλημμελημάτων· οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δι᾽ ἡμᾶς, καὶ τῶι τιμίωι αὐτοῦ αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῶι ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν.Τοῦ δὲ βασιλέως ἐκπλήξει τε ἅμα καὶ ὀργῆι ληφθέντος, τὸ μὲν ἐπὶ τῆι τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ᾽ ὧι ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῆι φυσικῆι μὴ δυνάμενος στοργῆι, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμωιδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ᾽ ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ᾽ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ᾽ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσηι θεῶν, οὐδ᾽ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ᾽ αἱ τούτων ἰσχύσουσι γοητεῖαι. εἰ μὴ γὰρ εὐήκοος γενήσηι μοι καὶ τοῖς θεοῖς εὐγνώμων, πολλαῖς πρότερον ἐκδώσας σε καὶ ποικίλαις τιμωρίαις, κακηγκάκως θανατώσω, οὐχ ὡς υἱῶι σοι διατεθείς, ἀλλ᾽ ὡς ἐχθρῶι τινι καὶ ἀποστάτηι. |