Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον κγ´
Δι᾽ ἡμερῶν δὲ οὐκ ὀλίγων προσάγει τούτους τῶι βασιλεῖ, καὶ τὰ κατ᾽ αὐτοὺς δῆλα τίθησιν. εἶτα παριστᾶι κατὰ πρόσωπον αὐτοῦ δεινὰ θυμομαχοῦντος. καὶ ὃς ἰδὼν αὐτούς, τῶι θυμῶι ὑπερζέσας, μαινομένωι ἐώικει. τύπτεσθαί τε αὐτοὺς ἀνηλεῶς κελεύσας, ὡς εἶδε ταῖς πληγαῖς χαλεπῶς κατακοπέντας, μόλις τῆς πολλῆς ἀνενεγκὼν μανίας, παύσασθαι τοὺς τύπτοντας κελεύει. καί φησι πρὸς αὐτούς· Τί τὰ ὀστᾶ ταῦτα τῶν τεθνεώτων περιφέρετε; εἰ, ὧν τὰ ὀστᾶ εἰσι ποθοῦντες, ταῦτα βαστάζετε, ταύτηι τῆι ὥραι θήσομαι καὶ ὑμᾶς μετ᾽ αὐτῶν, ἵνα, τῶν ποθουμένων τυχόντες, χάριν μοι ὁμολογήσητε. ὁ δὲ τῆς θείας ἐκείνης φάλαγγος ἔξαρχος καὶ καθηγητὴς παρ᾽ οὐδὲν τὰς τοῦ βασιλέως τιθέμενος ἀπειλάς, ὡς μηδενὸς αὐτῶι συμβεβηκότος ἀνιαροῦ, ἐλευθέραι φωνῆι καὶ λαμπροτάτωι προσώπωι καὶ τὴν ἐνοικοῦσαν τῆι ψυχῆι σημαίνοντι χάριν ἔφη· Τὰ ὀστᾶ ταῦτα τὰ καθαρὰ καὶ ἅγια περιφέρομεν, ὦ βασιλεῦ, τὸν πόθον τε ἀφοσιούμενοι ὧν εἰσι θαυμασίων ἀνδρῶν, καὶ τῆς ἀσκήσεως αὐτῶν καὶ θεοφιλοῦς πολιτείας εἰς μνήμην ἑαυτοὺς ἄγοντες καὶ πρὸς τὸν ὅμοιον διεγείροντες ζῆλον, τὴν ἀνάπαυσίν τε ἐνοπτριζόμενοι καὶ τρυφὴν ἐν ἧι νῦν διάγουσι· καὶ τούτους μὲν μακαρίζοντες, ἀλλήλους δὲ παραθήγοντες τοῖς αὐτῶν ἐξακολουθεῖν ἴχνεσι σπεύδομεν. πρὸς δέ, καὶ τὴν τοῦ θανάτου ἑαυτοῖς περιποιούμεθα μνήμην, πάνυ ὠφέλιμον οὖσαν καὶ πρὸς τοὺς τῆς ἀσκήσεως ἀγῶνας προθύμως ἀναπτεροῦσαν, καὶ ἁγιασμὸν δὲ τῆι τούτων ἀρυόμεθα προσψαύσει. Αὖθις δὲ ὁ βασιλεύς, Εἰ ὠφέλιμος, φησίν, ἡ τοῦ θανάτου μνήμη, καθώς φατε, τί μὴ τοῖς ἐν τοῖς σώμασιν ὑμῶν ὀστέοις τὴν τούτου ὑποδέχεσθε μνήμην, τοῖς οἰκείοις ὑμῖν καὶ ὅσον οὔπω φθαρησομένοις, ἤπερ τοῖς ἀλλοτρίοις τούτοις καὶ διεφθαρμένοις;Καὶ ὁ μοναχός, Πέντε μέν, φησίν, ἐμοῦ εἰρηκότος αἰτίας τῆς τῶν λειψάνων περιφορᾶς, πρὸς μίαν αὐτὸς ἀνταποκρινόμενος, χλευάζειν ἡμᾶς δοκεῖς· ἀλλ᾽ ἐναργέστερον, εὖ ἴσθι, τὰ τῶν προτετελευτηκότων ὀστᾶ τὴν τοῦ θανάτου παριστῶσι μνήμην, ἤγε τῶν ζώντων. ἀλλ᾽, ἐπείπερ ταῦθ᾽ οὕτως εἶναι γινώσκεις καὶ τὰ ἐν τῆι σαρκί σου ὀστᾶ τὸν θάνατόν σοι ὑποτυποῦσι, τί μὴ καὶ αὐτός, τῆς ὅσον οὔπω ἐλευσομένης μνημονεύων τελευτῆς, εὖ τὰ σεαυτοῦ διατίθης, ἀλλὰ πάσαις μὲν τὴν ψυχήν σου ἐκδέδωκας παρανομίαις, βιαίως δὲ καὶ ἀνηλεῶς ἀναιρεῖς τοὺς λατρευτὰς τοῦ Θεοῦ καὶ τῆς εὐσεβείας ἐραστάς, τοὺς μηδέν σοι ἠδικηκότας, μηδέ σοι τῶν παρόντων τι συμμεριζομένους ἢ ἀφελέσθαι φιλονεικοῦντας;Ὁ δὲ βασιλεὺς ἔφη· Τοὺς δεινοὺς ὑμᾶς καὶ λαοπλάνους εἰκότως κολάζω, ὅτι πάντας ἀπατᾶτε, ἀπέχεσθαι τῶν τερπνῶν τοῦ βίου ὑποτιθέμενοι, καί, ἀντὶ τῆς γλυκείας ζωῆς καὶ τῆς ποθεινοτάτης ἐπιθυμίας καὶ ἡδονῆς, τὴν σκληρὰν καὶ ῥυπώδη ταύτην καὶ πιναρὰν ἐκλέγεσθαι ἀγωγὴν ἐκβιάζεσθε, καὶ τὴν τῶν θεῶν τιμὴν τῶι Ἰησοῦ ἀπονέμειν κηρύττετε. ἵνα οὖν μή, τῆι ὑμετέραι ἀπάτηι ἐξακολουθοῦντες, οἱ λαοὶ ἔρημον τὴν γῆν καταλίπωσι, καί, τῶν πατρίων ἀποστάντες θεῶν, ἀλλοτρίωι λατρεύσωσι, τιμωρίαις ὑμᾶς καὶ θανάτοις ὑποβαλεῖν δίκαιον ἔκρινα.Ὁ δὲ μοναχὸς φησίν· Εἰ πάντας μετέχειν τῶν ἀγαθῶν τοῦ βίου ὀρέγηι, τί μὴ πᾶσιν ἐπ᾽ ἴσης μεταδίδως τῆς τρυφῆς καὶ τοῦ πλούτου, ἀλλ᾽ οἱ μὲν πλείους πενίαι ταλαιπωροῦνται, σὺ δὲ τὰ αὐτῶν προσαφαρπάζων τοῖς ἑαυτοῦ προστίθης; οὐκ ἄρα τῆς τῶν πολλῶν φροντίζεις σωτηρίας, ἀλλὰ τὴν ἰδίαν πιαίνεις σάρκα, ὕλην ἑτοιμάζων τῆι τῶν σκωλήκων καταβρώσει. διὰ τοῦτο, καὶ τὸν τῶν πάντων ἀπαρνησάμενος Θεόν, τοὺς μὴ ὄντας προσηγόρευσας θεούς, τοὺς πάσης παρανομίας ἐφευρετάς, ἵνα σοι, κατὰ μίμησιν αὐτῶν ἀσελγαίνοντι καὶ παρανομοῦντι, τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται. οἷα γὰρ οἱ θεοὶ ὑμῶν ἔπραξαν, πῶς οὐχὶ καὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι πράξουσι; πλάνην οὖν μεγάλην πεπλάνησαι, ὦ βασιλεῦ. δέδοικας δὲ μή τινας τοῦ λαοῦ πείσαιμεν, τοῖς ἡμετέροις συνθεμένους, ἀποστῆναί σου τῆς χειρὸς καὶ τῆι τὰ πάντα συνεχούσηι προσοικειωθῆναι χειρί· θέλεις γὰρ πολλοὺς εἶναι τοὺς ὑπουργοὺς τῆς σῆς πλεονεξίας, ἵν᾽ αὐτοὶ μὲν ταλαιπωρῶσι, σοὶ δὲ τὰ παρ᾽ αὐτῶν προσγένοιτο κέρδη. ὃν τρόπον κύνας τις τρέφων ἢ ὄρνεα εἰς θήραν τιθασσευόμενα, πρὸ μὲν τῆς θήρας κολακεύων ταῦτα φαίνοιτο, ἡνίκα δὲ κατάσχωσί τι τῶν θηρευομένων, βιαίως αὐτῶν τοῦ στόματος τὸ θηρευθὲν ἀφαρπάζει· οὕτω δὴ καὶ σύ, πολλοὺς θέλων ἔχειν τοὺς φόρους σοι καὶ τέλη ἐκ γῆς καὶ θαλάσσης κομίζοντας, λέγεις μὲν τῆς αὐτῶν φροντίζειν σωτηρίας, ἀπώλειαν δὲ αὐτοῖς προξενῶν αἰώνιον, πρὸ δὲ πάντων σεαυτῶι, ἵνα μόνον σοι ὁ σκυβάλων καὶ σαπριῶν ἀχρηστότερος βρίθοιτο πλοῦτος, λέληθας σκότος ἀντὶ φωτὸς κατέχων. ἀλλ᾽ ἀνάνηψον τοῦ καταχθονίου ὕπνου τούτου, διάνοιξόν σου τοὺς μεμυκότας ὀφθαλμούς, καὶ ἴδε τὴν περιλάμπουσαν πᾶσι τοῦ Θεοῦ ἡμῶν δόξαν· καὶ σύ ποτε σεαυτοῦ γενοῦ· Σύνετε γάρ, ἄφρονες ἐν τῶι λαῶι, καὶ μωροί ποτε φρονήσατε, φησὶν ὁ προφήτης· σύνες ὅτι οὐκ ἔστι θεός, πλὴν τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ ἔστι σωτηρία, εἰ μὴ ἐν αὐτῶι.Ὁ δὲ βασιλεύς· Τῆς μωρᾶς σου ταύτης φλυαρίας παυσάμενος, τὸν Βαρλαὰμ αὐτίκα μοι ὑπόδειξον, ἢ πειρασθήσηι κολαστηρίων ὀργάνων, ὧν οὐδέποτε πεῖραν εἴληφας. ὁ μεγαλόφρων οὖν καὶ γενναιότατος ἀσκητὴς καὶ τῆς οὐρανίου φιλοσοφίας ἐραστὴς κατ᾽ οὐδένα τρόπον ταῖς τοῦ βασιλέως ἀπειλαῖς μετετρέπετο· ἀλλ᾽ ἀτρέμας ἑστὼς ἔλεγεν· Οὐ τὰ παρὰ σοῦ θεσπιζόμενα ποιεῖν, ὦ βασιλεῦ, προστετάγμεθα, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ κεκελευσμένα, ὃς σωφροσύνην ἡμᾶς ἐκδιδάσκει τοῦ πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις. ποίει οὖν ὃ βούλει· ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίαι ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσηις ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ᾽ οὐ γὰρ γελάσεις καθ᾽ ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάληις θανάτοις· οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβωι τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον εὐτρέπιζε ὄργανον· ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον.Ἐπὶ τούτοις θυμῶι ἐξαφθείς, ὁ κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ᾽ ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον· καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες.Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῶι Κυρίωι παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες. ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρώιου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι. |