BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον α´

 

τῶν Ἰνδῶν λεγομένη χώρα πόρρω μὲν διάκειται τῆς Αἰγύπτου, μεγάλη οὖσα καὶ πολυάνθρωπος· περικλύζεται δὲ θαλάσσαις καὶ ναυσιπόροις πελάγεσι τῶι κατ᾽ Αἴγυπτον μέρει· ἐκ δὲ τῆς ἠπείρου προσεγγίζει τοῖς ὁρίοις Περσίδος, ἥτις πάλαι μὲν τῶι τῆς εἰδωλομανίας ἐμελαίνετο ζόφωι, εἰς ἄκρον ἐκβεβαρβαρωμένη καὶ ταῖς ἀθέσμοις ἐκδεδιηιτημένη τῶν πράξεων. ὅτε δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, τὸ ἑαυτοῦ πλάσμα μὴ φέρων ὁρᾶν ἁμαρτίαι δουλούμενον, τοῖς οἰκείοις περὶ τοῦτο σπλάγχνοις ἐπικαμφθείς, ὤφθη καθ᾽ ἡμᾶς ἁμαρτίας χωρίς, καί, τὸν τοῦ Πατρὸς θρόνον μὴ ἀπολιπών, Παρθένον ὤικησε δι᾽ ἡμᾶς, ἵν᾽ ἡμεῖς κατοικήσωμεν τοὺς οὐρανούς, τοῦ τε παλαιοῦ πτώματος ἀνακληθῶμεν, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῶμεν, τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες, καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾶι τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑώιας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ὁ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον κήρυγμα. τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων ἀπαλλαγέντες, τῆι ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῶι διὰ τοῦ βαπτίσματος ὠικειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῆι ἀμωμήτωι πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ὠικοδόμουν τὰς χώρας. 

Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτωι ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῶι τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων. οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῆι αὐτῆι χώραι, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτωι καὶ δυναστείαι καὶ τῆι κατὰ τῶν ἀντικειμένων νίκηι, γενναῖός τε ἐν πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτηι πιεζόμενος πτωχείαι καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῆι δὲ συζῶν οὗτος τρυφῆι καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῶι ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν ὁ βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης.

Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παρ᾽ οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῆι τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανηιρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος. ἐκήρυττον οὖν, οὐ φόβωι τινὶ καὶ ὑποστολῆι, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν ὅ τι μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι Θεῶι καὶ τῆς ἐν Χριστῶι κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῶι δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. 

Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῶι θυμῶι ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν κατ᾽ αὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῶι χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα. ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον. ταύτηι τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῶι ἀθεμίτωι αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν ἠπειλημένων βασάνων, ἀλλ᾽ οἰκονομίαι τινὶ θειοτέραι.