BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

 

ΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦ ΙΣΤΟΡΙΑ ΨΥΧΩΦΕΛΗΣ ΕΚ ΤΗΣ ΕΝΔΟΤΕΡΑΣ ΤΩΝ ΑΙΘΙΟΠΩΝ ΧΩΡΑΣ, ΤΗΣ ΙΝΔΩΝ ΛΕΓΟΜΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΑΓΙΑΝ ΠΟΛΙΝ ΜΕΤΕΝΕΧΘΕΙΣΑ ΔΙΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ, ΑΝΔΡΟΣ ΤΙΜΙΟΥ ΚΑΙ ΕΝΑΡΕΤΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΑ· ΕΝ ΗΙ Ο ΒΙΟΣ ΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦ ΤΩΝ ΑΟΙΔΙΜΩΝ ΚΑΙ ΜΑΚΑΡΙΩΝ.

 

 

Προοίμιον

σοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ᾽ αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες ὁδόν, καὶ μάρτυρες τῆι προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα, τῶν τε δι᾽ αἵματος τελειωθέντων καὶ τῶν δι᾽ ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῆι παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίαι τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. ἡ γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ᾽ ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῶι μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῶι τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς πορείας ἅψασθαι. τούτωι οὖν ἐγὼ στοιχῶν τῶι κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῶι δούλωι κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον, ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι· ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν ὁ λόγος καλεῖν, ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως.