Cosmas Indicopleustes
floruit 550 p. Chr. n.
Χριστιανικὴ Τοπογραφία
Λόγος ςʹ
|
|
___________________________________________________
|
|
Περὶ μεγέθους ἡλίουΛΟΓΟΣ Ϛʹ
| |
ς.1 | Τινὲς μετὰ τὸ πέρας εἰληφέναι τὴν βίβλον ἐκίνησαν λόγους πρὸς ἡμᾶς περὶ τοῦ σχήματος τοῦ κόσμου λέγοντες· Πῶς δυνατὸν κρύπτεσθαι τὸν ἥλιον καθ᾽ ὑμᾶς ὑπὸ τὰ βόρεια μέρη τῆς γῆς τὰ ὑψηλὰ πολλοῖς τοῖς μέτροις ὑπερέχοντα τὸ μέγεθος αὐτῆς; Ἐπὶ τῆς γὰρ λεγομένης παρ᾽ ἡμῶν σφαίρας, ὅσωι δήποτε μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, πάντως ποιήσει σκιὰν κατὰ τὸ ἕτερον μέρος τῆς γῆς. Πρὸς οὓς συντομώτατα εἰρήκαμεν ψευδὲς εἶναι καὶ πλάσμα τὸ τοιοῦτον, ἀποδείξαντες πρῶτον ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῖς ὡμολογημένων κλιμάτων ὡς διαφόρους ἔχει σκιάς, ἔπειτα καὶ ἐξ ὧν τοῖς ὀφθαλμοῖς ἡμῶν ἐθεασάμεθα ἐπὶ τὰ μέρη Ἀξώμεως ἐν τῆι Αἰθιοπίαι. |
ς.2 | Ἐν τῆι γὰρ ἀρχῆι τῆς θερινῆς τροπῆς κατὰ τὴν εἰκοστὴν πέμπτην τοῦ Παϋνὶ μηνός, ὥραν ἕκτην τῆς ἡμέρας, ὄντος ἤδη περὶ τὸ μεσουράνημα τοῦ ἡλίου, σαφῶς εἴδομεν ὡς ὅτι ἡ σκιὰ τοῦ ἀνθρώπου ἐπὶ τὸν νότον κλίνει. Λαβὼν δὲ καὶ αὐτὸς ἐν τῆι Ἀλεξανδρέων ἐνταῦθα κατ᾽ αὐτὸν τὸν καιρόν, λέγω δὴ Παϋνὶ εἰκοστῆι πέμπτηι καὶ ἕως τριακάδος, ὥραν ἕκτην τῆς ἡμέρας, σταθέντες ὑποκάτω τοῦ ἡλίου, ἔδειξα τὴν σκιὰν ἐπὶ τὰ βόρεια μέρη πόδα ἕνα κλίνουσαν καὶ μόνον. Καὶ ἔστι κατ᾽ αὐτοὺς ἡ Ἀλεξάνδρεια τρίτον κλίμα. |
ς.3 | Εὑρεθεὶς δὲ ἐνταῦθα ὁ τὰ πάντα θεοσεβέστατος ἀββᾶς Στέφανος, ὁ κατὰ Ἀντιόχειαν πρεσβύτερος, χριστιανικώτατος τῶν τελείων καὶ ἀληθινὸς ὑπάρχων, ἠσκημένος δὲ ἀκριβῶς καὶ τὴν ψῆφον τῆς σελήνης κατὰ τὸ σχῆμα μέντοι καὶ αὐτὸς ὃ ὑπεθέμεθα κατὰ τὴν θείαν Γραφήν, δυνάμενός τε προλέγειν εὐχερῶς καὶ ἐκλείψεις ἡλιακὰς καὶ σεληνιακάς, εἰ βουληθείη περὶ τοῦτο ἀσχολεῖσθαι. Ὅθεν ἀπαιτηθεὶς τῶι Θὼθ μηνὶ τῆς παρούσης δεκάτης ἰνδικτιῶνος παρὰ ἀνδρὸς ἐπιστήμονος, Ἀναστασίου τοὔνομα, μηχανικοῦ ἀνδρὸς λογίου καὶ ὑπὲρ πολλοὺς ἐμπείρου, προειπεῖν ἔκλειψιν ἡλίου, ἔφη γενέσθαι ἐν αὐτῶι τῶι καιρῶι κατὰ τὴν δωδεκάτην τοῦ Μεχεὶρ μηνὸς καὶ σεληνιακὴν Μεσορὴ εἰκοστῆι τετάρτηι πάλιν τῶι αὐτῶι καιρῶι. Καὶ θαυμάσας πάλιν παρ᾽ αὐτοῦ ἀπήιτησε προγεγονυίας ἐκλείψεις· καὶ ταύτας πάλιν ἐξειπών, ἐθαύμασεν ὁ ἀνήρ. Παρῆσαν δὲ καὶ ἕτεροί τινες μηχανικοὶ καὶ τῶν ἡμετέρων φίλων, ἐφ᾽ ὧν ταῦτα ἐλαλήθησαν. |
ς.4 | Αὐτὸς οὖν ὁ θεοφιλὴς ἀνὴρ πεῖραν καὶ πόθον ἔχων περὶ τῶν τοιούτων, ἔν τε τῆι Ἀντιοχέων καὶ ἐν Κωνσταντινουπόλει παραγεγονὼς καὶ πολλὰ ἔτη διατρίψας, ἔλεγε καὶ αὐτὸς μεμετρηκέναι καὶ ἐν ἀμφοτέροις τοῖς τόποις τὰς σκιάς· καὶ ἐν μὲν τῆι Ἀντιοχείαι πόδα ἕνα ἥμισυ ἔχειν τὴν σκιὰν ἐν αὐτῶι τῶι καιρῶι διεβεβαιοῦτο, ἐν δὲ τῶι Βυζαντίωι πόδας δύο. Ἔστι δὲ Ἀντιόχεια τοῦ κλίματος τοῦ διὰ Ῥόδου, λέγω δὴτοῦ τετάρτου, τὸ δὲ Βυζάντιον τοῦ πέμπτου ἐπέκεινα μικρόν. |
ς.5 | Οὕτω γὰρ διαιροῦσι τὰ κλίματα· πρῶτον κλίμα τὸ κατὰ Μερόην φασί, δεύτερον τὸ κατὰ Συήνην, τρίτον τὸ κατὰ Ἀλεξάνδρειαν, τέταρτον τὸ κατὰ Ῥόδον, πέμπτον τὸ κατὰ Ἑλλήσποντον, ἕκτον τὸ κατὰ μέσον τοῦ Πόντου, ἕβδομον τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, λοιπὸν ὁ Ὠκεανός. Εἰ τοίνυν, καθὰ καὶ αὐταῖς ὄψεσιν ἐθεασάμεθα, ἐν τῶι τρίτωι κλίματι τὴν σκιὰν ἐνταῦθα, ὡς αὐτοὶ ὑποτίθενται, πόδα ἕνα κλίνειν μόνον ἐπὶ βορρᾶν καὶ ἐν τῶι τετάρτωι πόδα ἕνα ἥμισυ καὶ ἐν τῶι πέμπτωι δύο, πῶς οὐ φανερόν ἐστιν ὅτι κατὰ κλίμα ποδὸς τὸ ἥμισυ προστίθεται ἢ ἀφαιρεῖται; Καὶ εἰ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἀληθές ἐστιν, εὑρεθήσεται ὁ ἥλιος δύο κλιμάτων μέγεθος ἔχων. Εἰ γὰρ ἐν τῶι τρίτωι κλίματι πόδα ἕνα ἔχει, ἐν τῶι δευτέρωι πάντως ἥμισυ ποδὸς ἔχει, ἐν δὲ τῶι πρώτωι καὶ ἄσκιοι παντελῶς εὑρισκόμεθα. |
ς.6 | Καθάπερ δὲ προλαβόντες ἐν τῶι δευτέρωι λόγωι εἴπαμεν ἡμεῖς, τὰ διαστήματα τῆς γῆς ἀπὸ τῆς Μερόης ἕως τοῦ Ὠκεανοῦ, κατὰ τὸν νότον, πολλὰ διαστήματα ἔχει· ἀπὸ γὰρ τῶν Καταρακτῶν ἕως τοῦ Ὠκεανοῦ μονὰς ἑβδομήκοντα, πλέον ἢ ἔλαττον, μεμνήμεθα εἰπόντες ἔχειν τὸ διάστημα τῆς γῆς. Ἃ δὲ αὐτοὶ ὑποτίθενται κλίματα ἀπὸ εἴκοσι μονῶν ἔγγιστα ὑποτίθενται. Εὑρίσκεται οὖν πάντως ἐν τῶι κατὰ τὴν Ἀξώμην τῶν Αἰθιόπων πόλιν κλίματι πλέον ποδὸς κλίνουσα ἐπὶ τὸν νότον ἡ σκιά, ὥστε παντὶ τρόπωι ἀναμέσον ἐστὶ Συήνης καὶ Ἀξώμεως δύο κλιμάτων ἔχων μέγεθος τὴν θερινὴν τροπὴν διατρέχων ὁ ἥλιος. Πῶς οὖν οὐ ψευδῆ καὶ μυθώδη τὰ λεγόμενα παρ᾽ αὐτῶν περὶ τοῦ ἡλίου, ὡς ὅτι μείζων ὑπάρχει τῆς γῆς; |
ς.7 | Πῶς δὲ καὶ τὴν γῆν σφαιροειδῆ φασκόντων οὐ διαλλάττει ἡ σκιὰ ἐν τῶι κοιλώματι τῆς γῆς; Μέσην μὲν γὰρ ὑποτιθε μένων τὴν διακεκαυμένην ζώνην ἀνάγκη τὰ παρ᾽ ἑκάτερα κοιλότερα εἶναι. Φασὶ δὲ μὴ δύνασθαι οἰκεῖν τινας κατὰ τὴν κεκαυμένην ζώνην, ἀλλὰ καὶ τὴν καθ᾽ ἡμᾶς οἰκουμένην εἶναι ἐπὶ τὸ βόρειον μέρος τῆς γῆς ἀπέχον διαστήματα πολλὰ τῆς διακεκαυμένης ζώνης. Καὶ θαυμάζω πάλιν, εἰ ἐν τούτοις τοῖς κοιλώμασι τῆς γῆς, κατὰ τὴν αὐτῶν ὑποθήκην, δύνανται οὕτως ἀναλογεῖν αἱ σκιαί, ὡς ὑπὸ ἥμισυ ποδὸς καθ᾽ ἕκαστον κλίμα εἶναι, ὡς σὺν Θεῶι παρ᾽ ἡμῶν ἀποδέδεικται αὐταῖς ὄψεσι θεασαμένων καὶ δειξάντων οἷς διελεγόμεθα ἀνθρώποις, οὐκ ἀμυήτοις, ἀλλ᾽ ἐμπείροις οὖσι καὶ ἐν τούτωι στερεῶς διαμαχομένοις. |
ς.8 | Ἔτι πάλιν ἔλεγον διϊσχυριζόμενοι ὅτι, ἡνίκα μέγα σῶμα ἦι τὸ φωτίζον, τὸ δὲ φωτιζόμενον μικρόν, ἀμφότερα δὲ σφαιροειδῆ, κῶνον πάντως ἀποτελεῖσθαι τὴν σκιάν· αἱ ἀκτῖνες γὰρ τῆς μεγάλης σφαίρας διήκουσαι ἔνθεν κἀκεῖθεν τῆς μικρᾶς σφαίρας ὀξύτατον κῶνον πάντως ἀποτελοῦσι· καὶ ἐπεχείρουν γραμμικαῖς ἀποδείξεσι δῆθεν ἡμᾶς περιγράφειν· κατὰ τοῦτο δὲ συντομώτατα αὐταῖς ὄψεσιν ἐδείξαμεν ψευδὲς τὸ λεγόμενον· |
ς.9 | Ἐνέγκαντες γὰρ βραχυτάτην σφαῖραν ξυλίνην ἐνεβάλομεν ἧλον καθηλωτόν, ἐξ οὗ καὶ κατείχομεν χερσί, καὶ ἐκτείνοντες ἐπὶ τὸν ἥλιον στρογγύλην σκιὰν ἑωρῶμεν καὶ οὐ κωνοειδῆ· ἐλέγομεν δὲ αὐτοῖς· Ἰδοὺ πῶς μικρά ἐστιν ἣν κατέχομεν σφαῖραν καὶ μέγας, μάλιστα καθ᾽ ὑμᾶς, ὁ ἥλιος, καὶ οὐκ ἀποτελεῖ κωνοειδῆ σκιάν, ἀλλὰ στρογγύλην. Καὶ ἀπ᾽ ἐγγύθεν γὰρ ἐδοκιμάσαμεν καὶ μακρόθεν, καὶ οὐχ εὗρον ἀποδεῖξαι ἃ λέγουσιν, ἀλλὰ μόνον πιθαναῖς ἀπάταις τοὺς πολλοὺς ἀπατῶσιν. |
ς.10 | Ἐνέγκαντες πάλιν ἡμεῖς κωνοειδὲς σκεῦος τότε ἀπεδείξαμεν αὐτοῖς ὡς τὸ κωνοειδὲς καὶ κωνοειδῆ σκιὰν ἀποτελεῖ. Καὶ ὡς ἐπὶ τῆς ἀληθείας λέγω, πάτερ θεοφιλέστατε, διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, ἀχανεῖς καὶ σκυθρωποὶ τὰς ὄψεις ἀνεχώρησαν παρ᾽ ἡμῶν αἰσχυνόμενοι ἐπὶ τοῖς ἑαυτῶν πλάσμασιν. |
ς.11 | Ἰδοὺ δὲ καὶ ἡμεῖς κατὰ τὴν αὐτῶν τέχνην γραμμὰς βαλόντες καὶ ἐντυπώσαντες, ὡς ἔθος αὐτοῖς ποιεῖν, ἑκάστωι κλίματι μίαν δυνάμεθα δεῖξαι, τῆι θείαι δυνάμει πρῶτον ὠχυρωμένοι, ὡς οὐκ ἔστι μείζων δύο κλιμάτων ὁ ἥλιος, ἵνα καὶ ἐν τούτωι μάθωσι μὴ ὑψαυχενεῖν, ἀλλ᾽ ὑποκύπτειν τῆι θείαι Γραφῆι.
|
ς.12 | Α: ἄσκιον· I et Iʹ: τὸ κατὰ μέση· II: τὸ κατὰ Συήνην· III: τὸ κατὰ Ἀλεξάνδρειαν· IV: τὸ κατὰ Ῥόδον· V: τὸ κατὰ Ἑλλήςποντον· VI: τὸ κατὰ μέσον τοῦ Πόντου· VII: τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ Μαιώτιδος λίμνης. IIʹ: τὸ αἰθιοπικόν· IIIʹ: τὸ κατὰ Ἀξώμην· IVʹ: Ὠκεανὸς τὸ κατὰ Σάσου καὶ Βαρβαρίας.1. Κατὰ τὴν θερινὴν τροπὴν ὁ ἥλιος διατρέχων Παϋνὶ κεʹ, ὥραι Ϛʹ τῆς ἡμέρας.2. Ἡ κατ᾽ εὐθεῖαν γραμμή ἐστιν ἡ γῆ· αἱ δὲ δέκα ὄρθιαι γραμμαὶ σώματά εἰσι καθ᾽ ἕκαστον κλίμα ἱστάμενον ἕν· αἱ δὲ ἀπὸ τοῦ ἡλίου κατερχόμεναι ἐπὶ τὰ σώματα ἀκτῖνές εἰσι τοῦ ἡλίου· ἔνθεν κἀκεῖθεν συνεμπίπτουσαι τοῖς σώμασιν ἀποτελοῦσιν ὥσπερ τὰς ἀπὸ μέλανος ἐχαράξαμεν σκιάς· ἡ δὲ μία γραμμὴ ἡ ὄρθιος καταβαίνουσα, ἐπειδήπερ κατὰ κορυφῆς ἐστι τοῦ σώματος, ἄσκιον αὐτὸ ἀποτελεῖ, ὡς μείζων οὖσα τοῦ σώματος καὶ ὅλον περιλάμπουσα.3. Μαρτυρεῖ δὲ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις πέρατα γῆς καλῶν τὸν Ὁμηρίτην ἀπέχοντα τῆς Βαρβαρίας οὐ πλείω δύο ἡμερῶν διὰ θαλάσσης δρόμον.4. Εὔδηλον ἐκ τῶν παρ᾽ αὐτοῖς ὡμολογημένων κλιμάτων καὶ τῶν τόπων, ὡς μαρτυρεῖ καὶ Πτολεμαῖος ὁ τὴν Αἰθιοπίαν πολεμήσας, οὗ καὶ μνήμην ἐποιησάμεθα ἐν τῶι δευτέρωι λόγωι, καὶ ἐξ αὐτῶν τῶν σκιῶν τῶν εἰς ἕκαστον κλίμα γινομένων, ὡς ὅτι πλέον δύο κλιμάτων οὐκ ἔχει μέγεθος ὁ ἥλιος, ἀλλὰ καὶ ἡ γῆ ἐξηπλωμένη τυγχάνει καὶ οὐχὶ σφαιροειδής, καθὰ καὶ ἡ καταγραφὴ δείκνυσιν.
|
ς.13 | Καὶ τοῦτο τὸ σχῆμα, τουτέστι τοῦ ἡλίου τὸ μέγεθος καὶ τῆς γῆς, κατὰ τοὺς ἔξωθεν κατεγράψαμεν, ἵν᾽ ὁρῶν τις ἐκ παραλλήλου συγκρῖναι δυνηθείη, πῶς μὲν ἐν τῶι ἡμετέρωι σχήματι κατ᾽ ἀλήθειαν συνεμπίπτουσαι αἱ ἀκτῖνες τοῦ ἡλίου τοῖς σώμασιν ἀποτελοῦσι τὰς σκιὰς εἰς ἕκαστον κλίμα ἀναλόγως κατὰ τὴν προτέραν διαγραφὴν ὑπὸ ἥμισυ ποδὸς τὴν διαφορὰν δεικνύουσαι, πῶς δὲ καὶ ἐν τούτωι τῶι αὐτῶν σχήματι οὐ συνεμπίπτουσι τοῖς σώμασιν αἱ ἀκτῖνες, ὡς μηδὲ φωτίζεσθαι ὑπὸ τοῦ ἡλίου δυνάμενα τὰ παρ᾽ αὐτοῖς λεγόμενα κλίματα, ἤγουν σώματα, καὶ ὅτι μάτην μεγαλαυχοῦσιν ἐπὶ τοῖς ἑαυτῶν μύθοις τὴν ἀλήθειαν μᾶλλον ἀποστρεφόμενοι.Ἔτι σαφέστερος σκοπὸς καὶ περιεκτικώτερος, καὶ ὅτι διὰ πάσης τῆς θείας Γραφῆς διδασκόμεθα δύο καταστάσεις πεποιηκέναι τὸν Θεόν, ταύτην καὶ τὴν μέλλουσαν |
ς.14 | Πρῶτον πάντων ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ παντός, ὡς διεῖλεν ὁ Θεὸς τὸν ἕνα χῶρον τὸν ἀπὸ τῆς γῆς ἕως τοῦ πρώτου οὐρανοῦ κατὰ μέσον θεὶς τὸ στερέωμα, τουτέστι τὸν δεύτερον οὐρανόν, καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους. Δεύτερον πάλιν ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ ἀνθρώπου, ὡς ἐκ δύο τινῶν συνίστησι, λέγω δὴ θνητοῦ καὶ ἀθανάτου, προδήλως αὐτὸν διὰ τῶν ἐναντίων εἰς ἀγῶνα προβαλλόμενος, ὅπως μετὰ ταῦτα δωρεῶν ἀξιώσηι. |
ς.15 | Τρίτον διὰ τῶν δύο ξύλων τῶν ἐν μέσωι τοῦ παραδείσου δείκνυσι δύο τινὰς καταστάσεις εἶναι, μίαν θνητὴν καὶ τρεπτὴν καὶ μίαν ἀθάνατον καὶ ἄτρεπτον. Τὸ γὰρ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ παιδευτηρίου, καὶ τὸ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τῆς μελλούσης καταστάσεως, ἐν ἧι οὔτε θάνατος οὔτε τροπὴ κρατεῖ. Τέταρτον, ὅτι καὶ αὐτὸ τὸ ἐκβαλεῖν τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ μνησθῆναι καὶ εἰπεῖν «μήποτε ἐκτείνηι τὴν χεῖρα αὐτοῦ καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγηι καὶ ζήσεται εἰς τὸν αἰῶνα» παιδεύοντός ἐστι καὶ αἰνιττομένου, ὡς δωρεά τις ἀπόκειται τοῖς ἀνθρώποις μετὰ τὸν ἐνταῦθα ἀγῶνα ζωῆς ἀθανάτου. |
ς.16 | Πέμπτον πάλιν διδασκόμεθα διὰ τοῦ Λάμεχ, τοῦ πατρὸς Νῶε, προφητεύοντος καὶ λέγοντος ἀπαλλάσσεσθαι ἡμᾶς μόχθων καὶ κατάρας καὶ εἰς βελτίονα ἀνάπαυσιν προκόπτειν. Ἕκτον ἔτι πάλιν δι᾽ αὐτοῦ τοῦ Νῶε, ὡς ἀπὸ τῆς πρώτης γῆς μοχθηρᾶς τε καὶ ἀκανθώδους μεθιστάμεθα εἰς ταύτην τὴν γῆν, ἣν νῦν κατοικοῦμεν οἱ ἄνθρωποι, κρείττονα τυγχάνουσαν καὶ σχεδὸν ἴσην τοῦ παραδείσου, διδασκόμενοι πρώτης καὶ δευτέρας καταστάσεως διαφοράν. |
ς.17 | Ἕβδομον, ὅτι καὶ τὸν Ἀβραὰμ ἐκλεξάμενος ὁ Θεὸς ἐκ τῆς γῆς τῶν Χαλδαίων καὶ εἰς τὴν τῶν Παλαιστίνων μεταστήσας, ἐπαγγειλάμενός τε αὐτῶι δωρεὰς μεγάλας δώσειν καὶ κατάσχεσιν γῆς καὶ μήτε βῆμα ποδὸς αὐτῶι δώσαντος, κατὰ τὴν θείαν Γραφήν, παρεσκεύασε πιστόν, ἐπιστάμενος ἀψευδῶς ἐλπίζειν μετὰ ταῦτα δωρεὰς τοῦ Θεοῦ. Ὁμοίως καὶ διὰ τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ ἐδήλου τῶν δύο Διαθηκῶν τὴν ἀξίαν, ὅτι ἡ μὲν δούλη, ἡ δὲ ἐλευθέρα. Ὄγδοον πάλιν διὰ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεββέκας δίδυμα αὐτῶν γεννησάντων ἐρρέθη ὅτι «ὁ μείζων δουλεύσει τῶι ἐλάσσονι», διὰ τούτου πάλιν δηλῶν δύο καταστάσεις, μίαν δούλην καὶ μίαν ἐλευθέραν. |
ς.18 | Ἔνατον πάλιν διὰ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰωσὴφ μὴἀνασχομένων αὐτῶν ταφῆναι εἰς Αἴγυπτον, ἀλλ᾽ ἐν τῆι γῆι τῆς ἐπαγγελίας, ἐδήλου δι᾽ ἀμφοτέρων ὡς ἐπόθουν ἐκείνης τῆς ἐλπίδος τῆς ἐπηγγελμένης αὐτοῖς παρὰ τοῦ Θεοῦ τυχεῖν, τουτέστι τῆς δευτέρας καταστάσεως. Δέκατον καὶ αὐτὴ ἡ ἐπὶ Μωϋσέως ἔξοδος καὶ λύτρωσις γενομένη ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, καὶ ἐλευθερία καὶ εἴσοδος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυὴ γενομένη ἐν τῆι γῆι τῆς ἐπαγγελίας διαρρήδην τὰς δύο καταστάσεις προεγράφετο. Ἑνδέκατον, ὁμοίως τὴν κατασκευὴν τῆς σκηνῆς καὶ τοῦ ναοῦ, ὡς μεσάσαν τὸ καταπέτασμα δύο σκηνὰς τὴν μίαν πεποίηκεν, ἐξωτέραν καὶ ἐσωτέραν, ταύτην καὶ τὴν μέλλουσαν προετύπου. |
ς.19 | Τί δὲ δεῖ λέγειν καὶ τὰς διὰ τῶν ἐναρέτων ἀνδρῶν γενομένας οἰκονομίας, εὐθέως τοῦ Ἄβελ τὴν μετὰ θάνατον παρρησίαν, ὡς ἔτι λαλεῖ βοῶν ἐκ τῆς γῆς, ζωῆς παλινδρομίαν ὠδίνων. Τοῦ Ἐνὼχ τὴν μετάθεσίν τις ἐνθυμούμενος, ὡς διὰ τῆς εὐαρεστήσεως μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, προδηλότατα γινώσκει κρείττονά τινα κατάστασιν ἔσεσθαι διὰ τῆς τοιαύτης τάξεως. Τοῦ Ἠλίου τὴν ἀνάληψιν καὶ τὸν διὰ τοῦ πυρίνου ἅρματος δρόμον τις κατανοῶν ἐκπληττόμενος σκοπήσειεν, ὡς τετίμηται τῶν ἀνθρώπων ἡ φύσις διδασκομένη καὶ ἐλπίζουσα οὐρανοβατεῖν. |
ς.20 | Τῆς στρατιᾶς τῶν οὐρανίων ταγμάτων τὴν πληθὺν χορεύουσαν καὶ χαίρουσαν καὶ εὐφραινομένην ἐπὶ τῆι γεννήσει τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τίς ἐνηχούμενος λέγουσαν· «Δόξα ἐν ὑψίστοις Θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» ὑπερθαυμάσειε, λογιζόμενος οὐρανίων καὶ ἐπιγείων μίαν ὁμόνοιαν γεγενῆσθαι, καὶ εὐδοκίαν Θεοῦ ἐν τοῖς ἀνθρώποις. Τὴν δύναμιν τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεασάμενός τις, ἀνακινῶν τὴν διάνοιαν, τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνυμνήσειεν ἀπαύστως, τὸν παύσαντα τὸν ἀγῶνα τοῦ σώματος καὶ τῆς ψυχῆς, ὡς ἀμφότερα ἐναντία ὄντα εἰς ὁμόνοιαν ἤγαγε, πνευματικὰ ἀνάλογα ἀλλήλοις ἐργασάμενος. |
ς.21 | Τὴν ἄνοδον τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τὴν εἰς οὐρανόν τις κατοπτεύων, καὶ τοὺς ἀγγέλους λευχειμονοῦντας καὶ πρὸς τοὺς ἀποστόλους λέγοντας πάλιν τὴν ἔλευσιν αὐτοῦ, τὸν Ἰησοῦν μεγαλύνων διατελέσει, τὸν δείξαντα καὶ φανερώσαντα τοῖς ἀνθρώποις τὴν ἄνοδον τῆς μελλούσης οὐρανίου καταστάσεως, ἣν προητοίμασεν ἀπὸ καταβολῆς κόσμου. Τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος τὴν ἐπὶ τοὺς ἀποστόλους γενομένην τις κατιδών, καὶ τοῦ μεγάλου Πέτρου τὴν ἐν μέσωι πάντων δημηγορίαν, τὸν δοτῆρα τῶν ὅλων Θεὸν ἱκετεύων ἀνυμνήσειε, τὸν δώσαντα τοιοῦτον ἀρραβῶνα καὶ ἐνέχυρον τῆς μελλούσης καταστάσεως τοῖς ἀνθρώποις. |
ς.22 | Τοῦ μεγάλου Παύλου τὴν οὐρανόθεν κλῆσιν καὶ τὴν ἕως τρίτου οὐρανοῦ ἁρπαγὴν καὶ πάλιν τὴν ἐν τῶι παραδείσωι τις κατοπτρισθεὶς βοήσει πρὸς Θεὸν λέγων· Δόξα σοι τῶι διὰ πάντων καὶ πᾶσι χαριζομένωι δωρεὰς τοῖς ἀνθρώποις. Τοῦ χοροῦ τῶν προφητῶν καὶ ἱερέων καὶ δικαίων, ἔτι τε καὶ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν, τὰ συγγράμματά τις ἀναγνούς, τὰ μεστὰ θαυμάτων καὶ προρρήσεων καὶ ἀληθινῶν ἐκβάσεων, εὑρήσει πρώτης καὶ δευτέρας μόνων καταστάσεων αὐτοὺς μεμνημένους, καὶ μήτε πρὸ τῆς πρώτης, μήτε μετὰ τὴν δευτέραν ἑτέρων καταστάσεων λόγον πεποιημένους. Δόξα τῶι διὰ πάντων λαλήσαντι καὶ προμηνύσαντι Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ς.23 | Τῆς δευτέρας καὶ ἐπιφανοῦς καὶ ἐνδόξου παρουσίας τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τὴν μνήμην τις ἐνστερνισάμενος, καὶ τῆς ἐκ νεκρῶν μακαρίας ἀναστάσεως καὶ μεταβολῆς τοῦ κόσμου τῆς ἐπὶ τὸ κρεῖττον καὶ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἐλπίδος τῆς ἀποκειμένης τοῖς ἀνθρώποις κατὰ νοῦν τις τὸν λόγον λαβών, τὸν Θεὸν τὸν πάντων αἴτιον, τὸν κτίστην καὶ ἀνακαινιστὴν τοῦ παντὸς πολλαχῶς ἀνυμνήσειεν καὶ ὑπερθαυμάσειεν. Μᾶλλον δὲ οὐ δυνήσεται κατ᾽ ἀξίαν προσειπεῖν τὸν παντὸς ἐπαίνου καὶ δόξης καὶ ὕμνων ἀνώτερον, τὸν ἁρμοδίως ἐξ ἄκρας ἀγαθότητος ἀπ᾽ ἀρχῆς τὰς δύο καταστάσεις κτίσαντα, καὶ παιδεύσαντα ἐν τῆι πρώτηι καὶ διὰ πείρας καὶ μαθήσεως καὶ λόγου σωφρονίζοντα, καὶ ἄγοντα ἐν τῆι δευτέραι καταστάσει τὸ γένος τῶν ἀνθρώπων, δι᾽ αὐτοῦ καὶ πᾶσαν τὴν κτίσιν. Δόξα σοι, δόξα σοι, δόξα σοι, τρισάγιε, κτίστα καὶ δημιουργὲ τῶν ἁπάντων καὶ ἀνακαινιστὰ τοῦ παντός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
ς.24 | Ἐκ τούτων πάντων δείκνυται τὸ δόγμα τῶν χριστιανῶν κρεῖττον πάντων, καὶ ἀκόλουθον καὶ ἁρμόδιον τῆι κατασκευῆι τοῦ κόσμου, καὶ ἀληθινώτερον ὑπάρχον, ὅτι ἀπ᾽ ἀρχῆς ὁ Θεὸς οὐκ ἀκαίρως, ἀλλὰ χρησίμως, εἰς δύο χώρους τὸν ἕνα χῶρον διεῖλεν, ἑτοιμάσας καὶ προκατασκευάσας τοῦτον μὲν εἰς ταύτην τὴν κατάστασιν, τὸν δὲ ἄλλον εἰς τὴν μέλλουσαν ἔσεσθαι, καθάπερ οἱ ἀληθινοί, καὶ οὐκ ἐπίπλαστοι, χριστιανοὶ ὁμολογοῦσιν. |
ς.25 | Ἕλληνες τοίνυν ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, καὶ τὴν ἀνάστασιν τῶν σωμάτων καὶ τὴν εἰς οὐρανὸν αὐτῶν ἄνοδον ἀθετοῦντες, μωρίαν αὐτὸ ἡγούμενοι, τῶν μελλόντων τιμῶν καὶ τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανὸν ἁρμοδίως κατὰ τὴν αὐτῶν ὑποθήκην στερίσκονται. Ἰουδαῖοι, Μωϋσέα καὶ τοὺς προφήτας ἀναγινώσκοντες καὶ μὴ συνιέντες τὴν μεγάλην καὶ σοφὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν διὰ τῶν προφητῶν δηλοῦσαν, ὅτιπερ δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν ὁ Θεὸς ἐπὶ χρησίμωι τοῖς ἀνθρώποις, οὔτε τὸν ἀρχηγὸν αὐτῆς τῆς δευτέρας καταστάσεως ἐδέξαντο, ἀλλὰ καὶ σκάνδαλον αὐτοῖς ἐγένετο, οὔτε ἕως τοῦ νῦν ἄνοδον ἐν οὐρανῶι τῶν ἀνθρώπων πιστεύουσιν ἔσεσθαι, ἀλλ᾽ αὐτοὶ δῆθεν τὸν ἐρχόμενον προσδοκῶσιν, ὃν καὶ Ἠλειμμένον καλοῦσι, βασιλεύειν ἐπὶ γῆς αὐτὸν ἐλπίζουσι καὶ ὑποτάσσειν αὐτοῖς πάντα τὰ ἔθνη· οὐράνιά τινα μηδόλως ἀνεχόμενοι φρονεῖν, ἀθετοῦντες τοῦ Θεοῦ τὴν βουλὴν καὶ ἀκαίρως κατεσκευάσθαι νομίζοντες τὸ ἐν τοῖς οὐρανοῖς οἰκητήριον, ὅπερ Μωϋσῆς οὐκ ἀκαίρως δείκνυσι γεγονέναι λέγων τῆι δευτέραι ἡμέραι μεσάζειν τὸ στερέωμα καὶ γίνεσθαι δύο χώρους, ἐκπίπτουσι καὶ αὐτοὶ τούτου τοῦ κατοικητηρίου. |
ς.26 | Ὁμοίως Σαμαρεῖται τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἀγνοοῦντες καὶ ἀπιστοῦντες, ἔτι δὲ καὶ περὶ ἀναστάσεως σωμάτων ἀμφιβάλλοντες καὶ περὶ ἀθανασίας ψυχῆς, καὶ αὐτοὶ ὁμοίως τοῦ οὐρανίου κατοικητηρίου ἐκδιώκονται. Μανιχαῖοι παραπλήσια τοῖς Ἕλλησι φρονοῦντες, τόν τε οὐρανὸν καὶ αὐτοὶ σφαιροειδῆ νομίζοντες καὶ τῶν σωμάτων ἀπώλειαν προσδοκῶντες, μετὰ τοῦ πονηροῦ ἑαυτῶν θεοῦ, οὗ ἑαυτοῖς ἐχειροτόνησαν, περὶ τὴν γῆν κατακρίνονται, τῆς ἄνω πόλεως, ἧς ἠθέτουν, ἀπελαυνόμενοι. |
ς.27 | Ὁμοίως καὶ πᾶσα αἵρεσις, ἡ μὲν ἀθετοῦσα τὴν τελείαν ἀνθρωπότητα τοῦ Χριστοῦ, λέγω δὴ ψυχὴν λογικὴν ἔννουν καὶ σῶμα, καὶ πάντα τὰ ἰδιώματα τῆς ψυχῆς καὶ τοῦ σώματος μὴ ὁμολογοῦσα, ἀλλ᾽ ἐνδοιάζουσα, ἡ δὲ καὶ τὴν θεότητα τοῦ Χριστοῦ ἀθετοῦσα καὶ κολοβοῦσα καὶ ἥττονα τοῦ Πατρὸς λέγουσα, ἢ καὶ τὴν τοῦ Πνεύματος τοῦ ἁγίου, αὗται πᾶσαι τῶν οὐρανίων μονῶν ἀποτυγχάνουσιν. |
ς.28 | Μακάριοι γοῦν εἰσιν ὅσοι διὰ τῶν θείων Γραφῶν, Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, γνωρίζουσι τὸν τῶν ἁπάντων δημιουργὸν ἕνα Θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἁγίαν Τριάδα ὁμοούσιον, ἰσοδύναμόν τε καὶ ἰσοσθενῆ καὶ ἰσοκλεᾶ καὶ ἰσότιμον καὶ συνάναρχον, καὶ τὴν μεγάλην καὶ σοφὴν καὶ παντοδύναμον οἰκονομίαν αὐτοῦ, τοῦ πάντων αἰτίου, ὡς σοφῶς καὶ ἁρμοδίως ἔκτισε τὰς δύο καταστάσεις ἐξ ἀρχῆς, ταύτην τε κἀκείνην, καὶ διὰ τῆς τελείας ἀνθρωπότητος τοῦ Κυρίου, τῆς ἡμῖν κατὰ πάντα ὁμοουσίου κατά τε ψυχὴν καὶ σῶμα χωρὶς ἁμαρτίας, πολιτευσαμένης ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναδείξαντα καὶ φανερώσαντα τὴν μέλλουσαν κατάστασιν καὶ πίστιν παρασχόντα πᾶσιν ἀναστήσας αὐτὴν ἐκ νεκρῶν. Ὅσοι οὖν τέλειοι τῶι κανόνι τούτωι στοιχοῦσιν εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦοὗτοι ἀκούσονται δικαίως ἐν τῆι μελλούσηι καταστάσει παρὰ τοῦ Δεσπότου Χριστοῦ ἐξ οὐρανοῦ λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Αὐτῶι ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίωι Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ς.29 | Ἅπας οὖν ὁ σκοπὸς τῆς οἰκονομίας τοῦ Θεοῦ οὗτός ἐστι· δεῖ γὰρ ὡς ἐν ἀνακεφαλαιώσει συντομώτερον αὐτὸν ἐξειπεῖν· ἠβουλήθη ἐξ ἀγαθότητος ἑτέροις μεταδοῦναι τοῦ εἶναι, δυνάμεώς τε καὶ λόγου καὶ γνώσεως· ἐπειδὴ δὲ οἱ ἐκ μετοχῆς τούτων τυγχάνοντες ἀδυνάτως ἔχουσιν ὑφ᾽ ἓν γνῶναι καὶ ἔχειν πάνταἐπείπερ τοῦτο μόνον ἴδιον Θεοῦ, τὸ δίχα μαθήσεως καὶ πείρας ταῦτα πάντα εἰδέναι, αὐτόχρημα ὢν καὶ δύναμις καὶ λόγος καὶ γνῶσις, γενητῶν δὲ τὸ ἐκ τοῦ πεποιηκότος μετέχειν τούτων ἁπάντων, πεποίηκεν ἅμα τὰς δύο ταύτας καταστάσεις, τὴν πρώτην μὲν θνητὴν καὶ τρεπτὴν πείρας ἕνεκα καὶ παιδεύσεως τῶν λογικῶν, ἵνα τῆι ποικιλίαι τοῦ παντὸς καὶ τῆι παραθέσει τῶν ἐναντίων γυμναζόμενοι πειραθῶμεν ἡδέων καὶ λυπηρῶν, τὴν δευτέραν δὲ ἀθάνατον καὶ ἄτρεπτον εἰς ἀπόλαυσιν τῆς χάριτος αὐτοῦ, πρὸς τὸ διακριτικῆι ἕξει, λόγωι καὶ πείραι καὶ γνώσει, τῶν καλῶν παραθέσει, τῶν πρώτων τὴν μετουσίαν δέξασθαι ἡμᾶς. |
ς.30 | Οὐδεμία τοίνυν θρησκεία, οὐκ Ἰουδαῖος, οὐ Σαμαρείτης, οὐχ Ἕλλην, οὐ μανιχαῖος, πιστεύει ἢ ἐλπίζει ἀνάστασιν ἀνθρώπων καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν τῶι οὐρανῶι. Ἀλλ᾽ αἱ μὲν αὐτῶν ὅσαι τὸν οὐρανὸν δοξάζουσι σφαῖραν, τουτέστιν Ἕλληνες καὶ μανιχαῖοι, ἁρμοδίως ἑαυτοῖς καὶ τὴν ἀπιστίαν κέκτηνται. Ποῦ γὰρ ἔχουσι δοῦναι ἐν τῆι σφαίραι τόπον τῆς βασιλείας τῶν οὐρανῶν; |
ς.31 | Δικαίως οὖν ἀμφότεροι τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετοῦσιν καὶ μόνον τὰς ψυχὰς δοξάζεσθαι λέγουσιν, ἢ κολάζεσθαι μετὰ τὴν ἐνθένδε ζωήν, ἢ σὺν τῆι σφαίραι περιπολεύειν τὰς ψυχὰς καὶ ὁρᾶν πάντα, ὥς τινες αὐτῶν λέγουσιν, ἢ εἰς τὸν Τάρταρον αὐτὰς καταδικάζεσθαι. Τινὲς δὲ καὶ μετενσωμά τωσιν ἀεὶ λέγουσι γίνεσθαι, ἕτεροι δὲ καὶ αὐτὸ τὸ ἀθάνατον τῆς ψυχῆς ἀθετοῦσι, καὶ οὔτε μίαν ἐλπίδα σώματος ἅπαντες κέκτηνται μετὰ τὴν ἐνταῦθα ζωήν. |
ς.32 | Αἱ δὲ μὴ δοξάζουσαι σφαῖραν, τουτέστιν Ἰουδαῖοι καὶ Σαμαρεῖται, ἀκαίρως δὲ γεγονέναι νομίζοντες τὸ στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν τοὺς δύο χώρους, ἀκολούθως καὶ αὐτοὶ ἀπιστίαι κεκράτηνται, τῶν μὲν Σαμαρειτῶν μήτε ἀνάστασιν, μήτε ἄνοδον ἐν τῶι οὐρανῶι ὁμολογούντων, μήτε δὲ τὴν ψυχὴν ἀθάνατον λεγόντων, ἀλλ᾽ ἀεὶ γίνεσθαι καὶ ἀπογίνεσθαι ἡμᾶς νομιζόντων, τῶν δὲ Ἰουδαίων ὁμολογούντων μὲν ἀνάστασιν ἀνθρώπων, ἐπὶ γῆς δὲ πολιτεύεσθαι λεγόντων καὶ ἐσθίειν καὶ πίνειν ἡμᾶς καὶ γαμεῖν καὶ γαμίζεσθαι, καθὰ καὶ ἐν Εὐαγγελίοις μετὰ τῶν σαδδουκαίων ἠπόρουν τῶι Κυρίωι λέγοντες· «Ἐν τῆι ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή;» Οὓς συντομώτατα ὁ Κύριος πλανωμένους ἤλεγξε καὶ μὴ ἐπισταμένους τὴν θείαν Γραφήν, ἐν ἧι ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, λέγων· «Ἐν γὰρ τῆι ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοί εἰσιν ἐν τῶι οὐρανῶι.» Ἐλέγχονται τοίνυν καὶ αὐτοὶ ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τοῦ ἡτοιμασμένου ἀπὸ καταβολῆς κόσμου, ὡς οὐκ ἀκαίρως ἐγένετο καὶ ὁ ἀνώτερος χῶρος, ἀλλ᾽ ἔστι τις δευτέρα κατάστασις οὐράνιος ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου. |
ς.33 | Ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις ἐν χριστιανοῖς· αἱ μὲν σὺν τοῖς Ἕλλησιν, ἤγουν μανιχαίοις, σφαῖραν τὸν οὐρανὸν δοξάζουσαι, ἢ προβιωτὴν ἀσπαζόμεναι, ἢ ἀθετοῦσαι ἐν Χριστῶι τι τῆς ἡμετέρας φύσεως, ἢ σῶμα ἢ ψυχὴν ἢ νοῦν, πολὺ πλανῶνται καὶ αὗται μὴ εἰδυῖαι τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. |
ς.34 | Μόνοι γὰρ τέλειοι χριστιανοί εἰσιν οἱ ἀπλανῶς τῆι θείαι Γραφῆι ἀκολουθοῦντες καὶ γινώσκοντες ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τῆς πρώτης καὶ τῆς δευτέρας καταστάσεως τοὺς τόπους καὶ τὰ σχήματα, ἃ διηγεῖται ἡ θεία Γραφή, ὅτι ὥσπερ ὁ κόσμος οὗτος ἀγγέλων καὶ ἀνθρώπων ἐστί, «θέατρον γὰρ ἐγενήθημεν τῶι κόσμωι, φησὶν ὁ Ἀπόστολος, ἀγγέλοις καὶ ἀνθρώποις», οὕτως καὶ ὁ ἀνώτερος χῶρος πάλιν ἀγγέλοις καὶ ἀνθρώποις προητοίμαστο. Δόξα διὰ πάντα τῶι βασιλεῖ τῶν αἰώνων Θεῶι εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.
Ὁ οὐρανὸς συνδεδεμένος τῆι γῆι καὶ διαιρεθεὶς κατὰ μέρος· ἱστῶν γὰρ τὰς δύο καμάρας καὶ τοὺς δύο τοίχους τοὺς παρ᾽ ἑκάτερα, καὶ τῆι ἀναλογίαι τῶν καμαρῶν ἑλίσσων τὸν ἕνα τοῖχον καὶ συνδεσμεύων ἐπὶ τὸν ἕτερον, ἀποτελεῖ ὅλον τὸ σχῆμα τοῦ κόσμου.
|