Cosmas Indicopleustes
floruit 550 p. Chr. n.
Χριστιανικὴ Τοπογραφία
Λόγος εʹ
|
|
___________________________________________________
|
|
ΛΟΓΟΣ Εʹ
Ἐν ὧι ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ ἀποστόλων ἡ συμφωνία.
| |
ε.1 | Περὶ δὲ τῆς σκηνῆς, τῆς ἐν τῆι ἐρήμωι διὰ Μωϋσέως κατασκευασθείσης, καιρὸς λοιπὸν καὶ αὐτῆς τὴν διαγραφὴν ποιήσασθαι, καθὰ καὶ παρελάβομεν ἐκ τοῦ θειοτάτου διδασκάλου ἀνδρὸς ἀπὸ τῆς θείας Γραφῆς τὰς ἀφορμὰς καὶ τὰς μαρτυρίας ποιησαμένου, ἀρξαμένου ἀπὸ τῆς ἐξόδου αὐτῶν τῆς ἐξ Αἰγύπτου, ἡνίκα τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐτελεύτων τὴν ὑστέραν πληγὴν δεξάμενα διὰ Μωϋσέως, ὅτε καὶ τὸ Πάσχα ἔφαγον θύσαντες οἱ Ἰσραηλῖται ὄρθιοι, περιεζωσμένοι τὰς ὀσφύας καὶ τὰς ῥάβδους ἐν ταῖς χερσὶ κατέχοντες, ἕτοιμοι πρὸς ἔξοδον, τῆι πρώτηι τοῦ πρώτου μηνὸς ἀφ᾽ ἑσπέρας, τεσσαρεσκαιδεκάτην ἤδη ἐχούσης τῆς σελήνης, ὅπερ σκιὰν καὶ τύπον ἐτέλουν τῶν μελλόντων γίνεσθαι ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, ἀφέσεως, λέγω, δουλείας τυραννικῆς καὶ ἀνακτίσεως κόσμου ἐξ ἀναστάσεως νεκρῶν ἐκτελουμένης καὶ καταπαύσεως ἀνθρώπων αἰωνίας. |
ε.2 | Ἐν αὐτῶι γὰρ τῶι καιρῶι φαίνεται καὶ ὁ κόσμος παρὰ Θεοῦ παραχθεὶς καὶ ἀρχὴν ἐσχηκὼς ἐν αὐτῶι· ὁμοίως καὶ ἐπὶ τοῦ Νῶε, μετὰ τὸν κατακλυσμόν, ἀρχὴ πάλιν κόσμου· ἐν αὐτῶι πάλιν ἐξ Αἰγύπτου ἐλευθερία τῶν Ἰσραηλιτῶν· ἐν αὐτῶι πάλιν καὶ ἡ σύλληψις τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα ἐκ τῆς Παρθένου γεγένηται, τοῦ δευτέρου Ἀδάμ, τοῦ ἀρχηγοῦ τῆς δευτέρας καταστάσεως· καὶ ἐν αὐτῶι ἡ ἀνάστασις ἡ ἀπὸ νεκρῶν γενομένη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα· φασὶ δὲ καὶ τὴν καθολικὴν ἀνάστασιν ἐν αὐτῶι πάλιν γενέσθαι. |
ε.3 | Μαρτυροῦσι δὲ τῶι καιρῶι καὶ οἱ ἔξωθεν, κλέπται ὑπάρχοντες, ἰδίαν δόξαν ἡγούμενοι, ἀρχὴν κύκλου ζωιδιακοῦ τὸν Κριὸν ὑποτιθέμενοι, ἐν ὧιπερ ὁ πρῶτος μὴν κατὰ τὴν θείαν Γραφὴν ὑπάρχει, σαφὴς ἔλεγχος αὐτῶν καὶ ἐν τούτωι γινόμενος, μάλιστα καὶ ἀρχὴν κύκλου παρέχοντες, ὅπερ γελοῖον κατ᾽ αὐτοὺς ὑπάρχει. Οὐδὲν δὲ αὐτοῖς ἀγαθὸν ἐνυπάρχει, ὃ μὴ ἔκλεψαν ἐκ τῆς θείας Γραφῆς· τύφωι δὲ κατεχόμενοι καὶ ὑπὲρ τοὺς λοιποὺς ἀνθρώπους θέλοντες εἶναι, ὡς ἰδίοις τοῖς ἀλλοτρίοις κέχρηνται. |
ε.4 | Ὅτι δὲ σκιᾶς τάξιν ἐπέχει ὁ νόμος μελλόντων τινῶν, μαρτυρεῖ ὁ Ἀπόστολος βοῶν· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων», «σκιὰν» φήσας, ὡς ἂν ὅτε τις σκιαγραφήσει ἄνθρωπον, μὴ ποιήσει δὲ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὄψεις καὶ μέλη πάντα, ἵνα γνωρισθῆι ὁποῖος τυγχάνει, ἢ παλαιὸς ἢ νέος ἢ εὐπρεπὴς ἢ ἀπρεπής, ἀλλὰ μόνον τὸ μέγεθος τοῦ σώματος σκιαγραφήσει· οὕτω καὶ «εἰκόνα» λέγει αὐτὰς τὰς ὄψεις καὶ τοὺς χαρακτῆρας, τουτέστι τὰ δι᾽ ἡμῶν τῶν χριστιανῶν ἐκτελούμενα μυστήρια, ἀναγέννησίν τε λέγω τὴν διὰ τοῦ βαπτίσματος καὶ μετάληψιν μυστηρίων. |
ε.5 | Αὐτὰ δὲ πάλιν τὰ «πράγματα» καλεῖ αὐτὴν τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν μεταστοιχείωσιν τῶν σωμάτων ἡμῶν, τὴν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολήν, τὴν τῆς ψυχῆς ἀντὶ τροπῆς ἀτρεπτότητα καὶ τελείαν γνῶσιν ἀντὶ μερικῆς, τὸ οἰκητήριον καὶ τὴν κατάπαυσιν καὶ τὴν εἴσοδον τὴν εἰς τὸν οὐρανόν, ἀντὶ τῶν ἐπιγείων οὐράνια, ἀντὶ προσκαίρων αἰώνια. Ταῦτα δὲ πάντα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατωρθώθη τῶι γένει τῶν ἀνθρώπων. «Σκιὰν» οὖν τούτων τὸν νόμον καλεῖ, «εἰκόνα» δὲ καὶ χαρακτῆρας τὰ διὰ τῶν χριστιανῶν ἐπιτελούμενα μυστήρια, οἷόν τι λέγω τὸν ἀμνὸν τὸν θυόμενον ἀντὶ τοῦ πάθους τοῦ Χριστοῦ, καθάπερ καὶ ὁ ἀπόστολος Παῦλος λέγει· «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Καὶ Ἰωάννης δὲ ὁ Βαπτιστὴς οὕτως λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» |
ε.6 | Εἶτα τὴν ἐκ τούτου γινομένην ἐπ᾽ ἐκείνοις μὲν τοῖς Ἰσραηλίταις τότε φυγὴν ἀπὸ τοῦ ὀλοθρευτοῦ ἀγγέλου καὶ τῆς δουλείας τοῦ Φαραώ, ἡμῖν δὲ ἀπὸ τοῦ διαβόλου καὶ τῆς δουλείας τοῦ βαρυτάτου νόμου· ἐκείνοις διάβασις θαλάσσης καὶ ἐρήμου διαγωγὴ καὶ νόμου δόσις καὶ σκηνοπηγία, ἡμῖν διάβασις βαπτίσματος καὶ διαγωγὴ Ἐκκλησίας καὶ Πνεύματος ἁγίου δωρεά· ἐκείνοις ἐκ πέτρας ἄφθονον εἰς ζωὴν ὕδωρ, ἡμῖν μυστήρια ζωοποιά· ἐκείνοις ἡ τῆς ἐπαγγελίας γῆ κατάπαυσις, ἡμῖν οὐρανὸς ἀχειροποίητος κατάπαυσις· ἐκεί νοις πρόσκαιρος ζωή, ἡμῖν αἰωνία ζωή, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις καὶ μακαριότης. Ἐκεῖνα τοίνυν ὡς ἐν τάξει σκιαγραφίας ὑπάρχουσι, τὰ ἡμέτερα δὲ αὐτῶν τῶν πραγμάτων εἰκόνες καὶ χαρακτῆρες· αὐτῶν δὲ τῶν πραγμάτων ἐντὸς οὔπω ἐγενόμεθα, μέλλομεν δὲ ἐκ τῶν νεκρῶν ἀνίστασθαι. Εἰ μὴ γὰρ ὁ Δεσπότης Χριστὸς μόνος κατὰ σάρκα, ἕτερος ἐντὸς τῶν πραγμάτων οὐκ ἐγένετο, πρῶτος πάντων αὐτὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν. |
ε.7 | Κατασπευδόντων τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου, αὐτὸ τὸ σταὶς αὐτῶν, ὃ ἐφύρασαν εἰς ἀζύμους, μὴ καταλαβόντες ὀπτῆσαι ἐπ᾽ ὤμων ἔλαβον. Ἐξελθόντων οὖν αὐτῶν καὶ τῆι Ἐρυθρᾶι θαλάσσηι προσεγγιζόντων, ὁ αἰγύπτιος Φαραὼ μεταμεληθεὶς καὶ στρατοπεδεύσας κατεδίωξεν ὄπισθεν, φθάσας δὲ αὐτοὺς πλησίον τῆς θαλάσσης, ἀπέναντι τῆς ἐπαύλεως, ἀναμέσον Μαγδώλου καὶ ἐξ ἐναντίας Βεελσεφών. Λοιπὸν ἤδη ἑσπέρας καταλαβούσης, τὴν νύκτα ἐκείνην ὁ στῦλος τῆς νεφέλης, ἤτοι τοῦ πυρός, ὁ διαπαντὸς προάγων καὶ καθοδηγῶν αὐτούς, ἐλθὼν ὄπισθεν αὐτῶν ἐκώλυσε τοὺς Αἰγυπτίους συμμῖξαι τοῖς Ἰσραηλίταις. Εἶτα λοιπὸν ἡμέρας μελλούσης γίνεσθαι, βοησάντων πρὸς Θεὸν τῶν Ἰσραηλιτῶν, κελεύει ὁ Θεὸς τῶι Μωϋσῆι τύψαι τῆι ῥάβδωι τὴν θάλασσαν καὶ διαρρῆξαι αὐτήν. Ποιήσας οὖν τὸ προσταχθὲν καὶ τύψας διαιρεῖ τὸ ὕδωρ ἔνθεν κἀκεῖθεν τεῖχος γενόμενον, καὶ διαπερῶσιν οἱ Ἰσραηλῖται. Οἱ Αἰγύπτιοι δὲ μετὰ τῶν ἁρμάτων πάντες, ὅτε κατὰ μέσον ἐγένοντο τῆς θαλάσσης διώκοντες τοὺς Ἰσραηλίτας, τοῦ ὕδατος ἐπαναστρέψαντος ἐπ᾽ αὐτοὺς θεηλάτωι ὀργῆι, ἀπώλοντο καταποντωθέντες. |
ε.8 | Ἔστι δὲ αὐτὸς ὁ τόπος ἐν τῶι λεγομένωι Κλύσματι, ἀπερχομένων δεξιᾶι ἐπὶ τὸ ὄρος· ἔνθα καὶ τὰ ἴχνη τῶν τροχῶν τῶν ἁρμάτων αὐτῶν φαίνονται, ἕως θαλάσσης ἀπὸ ἱκανοῦ τόπου φαινόμενα καὶ εἰσέτι καὶ νῦν σωιζόμενα εἰς σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστοῖς.Παραγραφὴ εἰς τὴν σύλληψιν τοῦ Κυρίου |
ε.9 | Τοῦ Ζαχαρίου δεκάτηι τοῦ ἑβδόμου μηνὸς εἰσελθόντος εἰς τὸν ναὸν κατὰ τὴν τοῦ νόμου παράδοσιν καὶ εὐαγγελισθέντος ποιῆσαι τὸν Ἰωάννην ἐκ τῆς Ἐλισάβετ, τῶι ἕκτωι μηνὶ αὐτῆς καὶ ἡ Παρθένος εὐηγγελίσθη, ὡς εἶναι τῶι πρώτωι μηνὶ ἀρχήν. Δεκάτηι γὰρ τοῦ ἑβδόμου μηνὸς εὐαγγελισθεὶς ὁ Ζαχαρίας καὶ ἐν αὐτῶι τῶι μηνὶ καὶ ἡ Ἐλισάβετ συλλαβοῦσα, δῆλον ὅτι ἓξ ἦσαν μῆνες παρελθόντες τοῦ ἐνιαυτοῦ καὶ ἓξ ἔτι λοιπαζόμενοι παρὰ τὰς δέκα ἡμέρας ἐκείνας, ἢ καὶ ἄλλας δύο ἢ τρεῖς ἢ ἑπτά, ἕως ὅτε ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ ὁ Ζαχαρίας, ὡς εἶναι ἡμέρας ρξηʹ ἢ ρξζʹ ἢ ρξγʹ. Ἡ ἀρχὴ οὖν τῆς συλλήψεως τοῦ Κυρίου, τουτέστιν ἡ ἀρχὴ τοῦ πρώτου μηνός, ἕκτος μὴν ἦν πάντως τῆι Ἐλισάβετ, κατὰ τὴν τῶν Εὐαγγελίων παράδοσιν· ἀεὶ γὰρ ὁ Θεὸς ταύτην τὴν τάξιν ἐφύλαξε καὶ φυλάττει. Ἔνεστι δὲ γνῶναι, ἐπειδὴ καὶ πάντες αὐτὴν τὴν γένναν τοῦ Χριστοῦ πληρουμένου τοῦ ἐννάτου μηνὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πρώτου μηνὸς ποιοῦμεν, τουτέστι Χοιὰκ κηʹ. |
ε.10 | Οἱ δὲ Ἱεροσολυμῖται, ὡς ἐκ τοῦ μακαρίου Λουκᾶ λέγοντος περὶ τοῦ βαπτισθῆναι τὸν Κύριον «ἀρχόμενος ὡς ἐτῶν τριάκοντα», τοῖς Ἐπιφανίοις ποιοῦσι τὴν γένναν. Καὶ ἀληθεύει μὲν καὶ ὁ εὐαγγελιστὴς καὶ οἱ Ἱεροσολυμῖται· οὐχ ἡ ἀκρίβεια δὲ οὕτως ἔχει, ἀλλ᾽ ἐν αὐτῆι τῆι γένναι ἐγένετο καὶ τὸ βάπτισμα, ὥς φασι καὶ ὁ Λουκᾶς καὶ οἱ Ἱεροσολυμῖται. |
ε.11 | Ἐξ ἀρχαιόθεν δὲ ἡ Ἐκκλησία, ἵνα μὴ τὰς δύο ἑορτὰς ὁμοῦ ποιοῦσα λήθην ποιήσηι μιᾶς ἐξ αὐτῶν, ἐνομοθέτησε μεσάζειν δώδεκα ἡμέρας κατὰ τὸν ἀριθμὸν τῶν ἀποστόλων καὶ οὕτως γίνεσθαι τὴν ἑορτὴν τῶν Ἐπιφανίων, ὥσπερ ἐνομοθέτησε καὶ τὴν τεσσαρακονθήμερον νηστείαν τοῦ Κυρίου, ἣν πρὸς τὸν διάβολον μέλλων ἀγωνίζεσθαι ἐνήστευσε, συντελεῖσθαι ἐν τῆι τοῦ Κυρίου ἀναστάσει, ἵνα καὶ ἡμεῖς κατὰ τὸν τύπον, ὅσον ἐνδέχεται, ἀγωνιζόμενοι καὶ μιμούμενοι παραλάβωμεν τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου· οὐ μέντοι ταῖς αὐταῖς ἡμέραις ἐγένετο. Οὕτως οὖν καὶ τὰ Ἐπιφάνια τοῦ Δεσπότου ἡμῶν Χριστοῦ ἐνομοθέτησε γίνεσθαι μετὰ δεκαδύο ἡμέρας τῆς γενέσεως αὐτοῦ. |
ε.12 | Μόνοι δὲ οἱ Ἱεροσολυμῖται ἐκ στοχασμοῦ πιθανοῦ, οὐκ ἀκριβῶς δέ, ποιοῦσι τοῖς Ἐπιφανίοις· τῆι δὲ γένναι μνήμην ἐπιτελοῦσι τοῦ Δαυῒδ καὶ Ἰακώβου τοῦ ἀποστόλου, οὐ πάντως τῆι αὐτῆι ἡμέραι καὶ τῶν δύο τελευτησάντων, ἀλλ᾽, ὥς γε οἶμαι, ἵνα καὶ αὐτοὶ μὴ ἔξωθεν τῆς ἑορτῆς μείνωσι, τῶν κατὰ σάρκα συγγενῶν τοῦ Χριστοῦ ἐκτελοῦσι μνήμην, πάντες τὸν Θεὸν διὰ πάντων δοξάζοντες. Ἀμήν.Ἡ μετὰ τὴν ἔξοδον ἐν ἐρήμωι τῶν Ἰσραηλιτῶν διάβασις |
ε.13 | Παρελθόντων οὖν τῶν Ἰσραηλιτῶν εἰς τὸ πέραν, εἰς τὸν λεγόμενον Φοινικῶνα, ἤρξαντο βαδίζειν τὴν ἔρημον Σούρ, τοῦ Θεοῦ ἡμέρας νεφέλην αὐτοῖς εἰς σκέπην διαπεταννύντος ἀπὸ τοῦ καύσωνος τοῦ ἡλίου καὶ ὁδηγῶν αὐτοὺς ἐν αὐτῆι καὶ νυκτὸς ἐν στύλωι πυρὸς φαίνων καὶ καθοδηγῶν αὐτοὺς πᾶσαν τὴν ἔρημον, καθὼς γέγραπται· «Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.» Ἔστιν οὖν καταγράψαι καὶ τοῦτο τοιῶσδε. |
ε.14 | Εἶτα πάλιν ὁδεύσαντες ἀπὸ τῆς Μερρᾶς ἦλθον εἰς Ἐλείμ, ἣν νῦν καλοῦμεν Ῥαϊθοῦ, ἔνθα ἦσαν δεκαδύο πηγαὶ καὶ ἑβδομήκοντα στελέχη φοινίκων· αἱ μὲν πηγαὶ εἰσέτι καὶ νῦν σώιζονται, οἱ δὲ φοίνικες πολὺ πλείους ἐγένοντο. Ἕως δὲ τῶν ἐνταῦθα δεξιᾶι τὴν θάλασσαν εἶχον καὶ ἐξ εὐωνύμων τὴν ἔρημον· ἀπὸ δὲ τῶν ἐνταῦθα τὴν ἄνω ἐπὶ τὸ ὄρος βαδίζουσιν ὀπίσω λοιπὸν τὴν θάλασσαν ἐάσαντες, τὰ πρόσω δὲ τὴν ἔρημον βαδίζοντες. Ἔνθα γενομένων ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου ὄρους, ἐκεῖ κατελήλυθεν ἐπ᾽ αὐτοὺς τὸ μάννα· ἔνθα καὶ πρώτως ἐσαββάτισαν κατὰ τὰς ἐντολάς, ἃς δέδωκεν ὁ Θεὸς τῶι Μωϋσῆι ἀγράφως ἐν Μερρᾶι. Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως. |
ε.15 | Καταντήσαντες ἐνταῦθα εἰς Ἐλεὶμ ἀπὸ τῆς Μερρᾶς καὶ πάλιν ὁδεύσαντες ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου ὄρους εἰς τὴν ἔρημον, εἰς ἣν ἐκεῖ καὶ ὀρτυγομήτρα κατῆλθεν ἐπ᾽ αὐτοὺς εἰς ἑσπέραν καὶ εἰς τὸ πρωῒ τὸ μάννα· ἐκεῖ πάλιν ἤρξαντο πρῶτον σαββατίζειν, τοῦ μάννα διατηρουμένου ἀπὸ τῆς ἕκτης καὶ τοῦ σαββάτου, ἐν ἄλληι δὲ ἡμέραι μὴ δυναμένου μεῖναι, ἀλλ᾽ ἐπόζοντος καὶ ἀφανιζομένου· καὶ διὰ τοῦτο διδασκόμενοι σαββατίζειν· ἠθέλησαν γάρ τινες καὶ τῶι σαββάτωι συλλέξαι καὶ οὐχ εὗρον, καθὰ γέγραπται. |
ε.16 | Εἶτα πάλιν παρενέβαλον εἰς Ῥαφιδίν, εἰς τὴν νῦν λεγομένην Φαράν. Καὶ διψήσαντες, πορεύεται κατὰ πρόσταξιν Θεοῦ ὁ Μωϋσῆς μετὰ τῶν πρεσβυτέρωνκαὶ ἡ ῥάβδος ἐν τῆι χειρὶ αὐτοῦεἰς Χωρὴβ τὸ ὄρος, τουτέστιν ἐν τῶι Σιναίωι ἐγγὺς ὄντι τῆς Φαρὰν ὡς ἀπὸ μιλίων ἕξ. Καὶ ἐκεῖ πατάξαντος τὴν πέτραν, ἐρρύησαν ὕδατα πολλὰ καὶ ἔπιεν ὁ λαός, καθάπερ καὶ Δαυῒδ ἐν Ψαλμοῖς βοᾶι· «Διέρρηξε πέτραν ἐν ἐρήμωι καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσωι πολλῆι», καὶ πάλιν· «Διέρρηξε πέτραν καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί», καὶ πάλιν· «Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.» |
ε.17 | Ὁ δὲ ἀπόστολος Παῦλός φησιν· «Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός», ἵνα εἴπηι· Ὥσπερ ἐκείνους ἐκ τῆς πέτρας δαψιλὲς ὕδωρ ἀκολουθοῦν ἀφθόνως ἐπότιζεν, οὕτως ἡμῖν ζωοποιὰ νάματα παρέχεται ὁ Χριστὸς διὰ τῶν μυστηρίων, οὗ τύπος ἦν ἡ πέτρα. |
ε.18 | Κἀκεῖ δὲ πάλιν καταπολεμήσαντες τὸν Ἀμαλὴκ ἐτροπώσαντο· ἐκεῖ πάλιν ὑπαντᾶι Ἰοθὼρ τῶι γαμβρῶι αὐτοῦ τῶι Μωϋσῆι μετὰ τῶν δύο παίδων αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ· ἦν γὰρ ὁ Μωϋσῆς ἀποστρέψας τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, ἡνίκα εἶδε τὴν ὀπτασίαν τοῦ ἀγγέλου ἐν τῆι ἐρήμωι καὶ ἐμαλακίσθη· ἔνθα καὶ τὸν ἄλλον υἱὸν ἡ Σεπφώρα ἀκρόβυστον ὄντα περιέτεμεν. Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως. |
ε.19 | Τρίτωι δὲ μηνὶ ἦλθον εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ διαφόρως λαλήσας τῶι Μωϋσῆι ἐν στύλωι νεφέλης, μετὰ ταῦτα δείκνυσιν ὁ Θεὸς τῶι λαῶι τὴν φοβερὰν ἐκείνην ὀπτασίαν, ὥστε πτοεῖσθαι τὸν λαὸν καὶ φοβεῖσθαι σφόδρα, τοῦ ὄρους φλεγομένου καὶ τοῦ καπνοῦ ὡς ἀπὸ καμίνου ἀνίοντος· καὶ σκότος καὶ γνόφος παρῆν καὶ θύελλα καὶ φωναὶ σαλπίγγων ἠχουσῶν ἐγίνοντο. Κἀκεῖ ἀναγαγὼν τὸν μέγα Μωϋσέα καὶ κρύψας ἐν τῆι νεφέληι ἄσιτον ἐπὶ τεσσαράκοντα ἡμέρας τότε δείκνυσιν αὐτῶι δι᾽ ὀπτασιῶν πῶς ἤρξατο ποιῆσαι τὸν κόσμον· καὶ παρέτεινε τὴν ποίησιν ἐπὶ ἓξ ἡμέραις καὶ τῆι ἑβδόμηι κατέπαυσε. Καὶ οὕτως δίδωσι τὸν νόμον ἐγγράφως· ἔστιν οὖν ἡ διαγραφὴ τῶν προειρημένων οὕτως.Λαὸς Ἰσραηλιτῶν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἀπὸ τοῦ Ῥαφιδὶν ἀπερχόμενος Μωϋσῆς δεχόμενος τὸν νόμον παρὰ Θεοῦ1. Μωϋσῆς ἔσωθεν τῆς νεφέλης ἄβρωτος διαμείνας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.2. Λαὸς Ἰσραηλιτῶν θαυμάζοντες ἐπὶ τῆι φοβερᾶι ὀπτασίαι τοῦ ὄρους φλεγομένου καὶ καπνιζομένου.3. Μωϋσῆς τὸν νόμον λαμβάνων παρὰ Θεοῦ.4. Ἐνταῦθα ἠξιώθη ὁ μέγας Μωϋσῆς μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἐν ἄλλαις ἓξ ἡμέραις ἰδεῖν δι᾽ ὀπτασιῶν, πῶς ἐν ταῖς ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τάξιν μιᾶς ἑκάστης ἡμέρας ὁ Θεὸς κατεθάρρησε καὶ συγγράψαι ταῦτα, δοξασθεὶς καὶ τὸ πρόσωπον ὑπὸ τοῦ Θεοῦ.Τὸ κείμενον |
ε.20 | Λοιπὸν κατεληλυθότος αὐτοῦ ἐκ τοῦ ὄρους προστάττεται ὑπὸ Θεοῦ ποιεῖν τὴν σκηνήν, ἣ τύπος ἦν ὧν ἑωράκει ἐν τῶι ὄρει, λέγω δὴ τοῦ παντὸς κόσμου τὸ ἐκμαγεῖον· «Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῶι ὄρει.» Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος τὴν μὲν πρώτην σκηνὴν τύπον τοῦ κόσμου τούτου ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι εἶπεν εἶναι· φησὶ γάρ· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ἧι ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.» Εἰπὼν μὲν αὐτὴν «κοσμικόν», ὡσανεὶ τύπον τοῦ κόσμου τούτου, ἐπήνεγκεν· «Ἐν ἧι ἥ τε λυχνία», ἵνα εἴπηι τοὺς φωστῆρας, «καὶ ἡ τράπεζα», τουτέστιν ἡ γῆ, «καὶ ἡ πρόθεσις τῶν ἄρτων», ἵνα εἴπηι τοὺς ἐνιαυσίους καρποὺς αὐτῆς, «ἥτις, φησί, λέγεται Ἅγια», ἵνα δηλώσηι τὴν πρώτην σκηνήν. |
ε.21 | Εἶτα καὶ περὶ τῆς δευτέρας φησί· «Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», καὶ πάλιν· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος», καὶ πάλιν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῶι προσώπωι τοῦ Θεοῦ», «ἀληθινὴν» μὲν σκηνὴν τὸν οὐρανὸν εἰπών, «ἀντίτυπα» δὲ τὰ διὰ τοῦ Μωϋσέως κατασκευασθέντα· ὅθεν τὰ Μωϋσέως «χειροποίητα» καλεῖ, τὰ δὲ ἀληθινὰ «ἀχειροποίητα». |
ε.22 | Προσταχθεὶς οὖν ποιῆσαι, ποιεῖ, καθὼς ἐδείχθη αὐτῶι τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὸ ἱλαστήριον τὸ ἐπάνω καὶ τὰ δύο Χερουβὶμ ἐκτείνοντα τὰς πτέρυγας καὶ συσκιάζοντα ἐπάνωθεν τὸ ἱλαστήριον, ὁμοίως καὶ τὸ καταπέτασμα καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰς αὐλαίας τῆς σκηνῆς, ἵνα εἴπηι τὰ σκεπάσματα τὰ πρῶτα, καὶ τὰς δέρρεις τὰς τριχίνας τὰς ἀπὸ ἐρίων αἰγῶν, ἵνα εἴπηι στυπτά, πάλιν καὶ αὐτὰ δεύτερα σκεπάσματα τῆς σκηνῆς, ὁμοίως καὶ τὰ τρίτα ἐκ δερμάτων πυρρῶν καὶ ἀερινῶν, ἃς ἐκάλουν διφθέρας, ποικίλα πάντα, θαυμαστά. Ἔστι δὲ ἡ διαγραφὴ τῆς σκηνῆς οὕτως.
1. Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς.2. Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον.3. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.4. Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος.5. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. |
ε.23 | Οἱ εἴκοσι στῦλοι εἴκοσι σανίδες εἰσὶν ἱστάμεναι, ἀπὸ πήχεως μιᾶς ἥμισυ τὸ πλάτος ἑκάστης σανίδος· γίνονται τῶν εἴκοσι στύλων πήχεις τριάκοντα· τοῦτο τὸ μῆκος τῆς σκηνῆς. Αἱ βάσεις δὲ αὐτῶν διπλαῖ ἦσαν ἔσωθεν καὶ ἔξωθεν περιστῶσαι τὴν σανίδα· ἀργυραῖ δὲ ἦσαν αἱ βάσεις. Αἱ δὲ κεφαλίδες ἁπλαῖ ἦσαν, χρυσαῖ δέ, ὁμοίως καὶ αἱ ψαλίδες καὶ αἱ σανίδες καὶ οἱ μοχλοὶ καὶ οἱ ἀγκωνίσκοι. Οἱ δὲ ἀγκωνίσκοι εἰσὶ δύο ξύλα χρυσέμπαστα καὶ καθηλωμένα εἰς ἑκάστην σανίδα, στρεφόμενα καὶ ἀντιπίπτοντα ἀλλήλοις, ἵνα συνδεσμεύωσι πάσας τὰς σανίδας. Αὐτοὶ οἱ ἀγκωνίσκοι καὶ οἱ μοχλοὶ διὰ τῶν δακτυλίων, ἤτοι τῶν ψαλίδων, διϊκνούμενοι ἐδέσμευον ἀσφαλῶς πᾶσαν τὴν σκηνήν. Ὁ δὲ πέμπτος μοχλὸς ὁ μέσος οὐ διὰ τῶν δακτυλίων ἤιρετο, ἀλλὰ διὰ μέσου τῶν σανίδων διϊκνεῖτο, σκαπτῶν οὐσῶν τῶν σανίδων πρὸς πλείονα ἀσφάλειαν τῆς σκηνῆς. Τὸ δὲ ὕψος ἑκάστης σανίδος πήχεων δέκα ἦν, καὶ τὸ πλάτος τῆς σκηνῆς πήχεων δέκα ἦν, καὶ ὁ ἄλλος τοῖχος ὅμοιος ἦν τούτωι τῶι τοίχωι. |
ε.24 | Ὅτε τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἐπὶ τοῦ πάθους τοῦ Κυρίου εἰς δύο, ἐν ταὐτῶι τρία ἐσήμανε· πρῶτον τὴν τόλμαν τῶν Ἰουδαίων διήλεγχε, τὴν κατὰ τοῦ Κυρίου γενομένην, ὡς πενθοῦντος τοῦ θείου ναοῦ καὶ περισχιζομένου· δεύτερον ὅτι καταλυθήσονται τὰ ἰουδαϊκὰ καὶ συγχυθήσονται, ἀναιρουμένης τῆς πρώτης σκηνῆς· τρίτον ὅτι ἡ ἐσωτέρα σκηνή, ἡ ἀφανὴς καὶ ἄβατος πᾶσι καὶ τοῖς ἱερεῦσιν οὖσα, καταφανὴς καὶ βατὴ τοῖς ἀνθρώποις γέγονε. Δόξα διὰ πάντα τῶι βασιλεῖ τῶν αἰώνων Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν.Παραγραφή |
ε.25 | Ἐπισημαντέον ἐνταῦθα πάλιν ὅτι «πεπηγυῖαν σκηνὴν παρὰ τοῦ Θεοῦ» λέγει τὴν ἀληθινήν, τουτέστι τὸν οὐρανόν. Ἔτι παραγραφή. Καὶ πάλιν «ἀχειροποίητον» καλεῖ αὐτὴν καὶ «τελείαν» σκηνήν, τουτέστι τὸν οὐρανόν, ὡς παρὰ τοῦ Θεοῦ γενομένην· «χειροποίητην» γὰρ καλεῖ τὴν σκηνήν, ἣν Μωϋσῆς κατεσκεύασεν. Ἔτι παραγραφή. Κατὰ ἀντιδιαστολὴν δὲ τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης «ἀληθινὴν» ταύτην καλεῖ, ὡς ἀεὶ αὐτῆς διαμενούσης, ἐκείνης δὲ καταλυομένης. |
ε.26 | Ἔτι. «Αὐλαίας» τὰς κορτίνας καλεῖ· οὕτως δὲ καλοῦσιν αὐτὰς καὶ οἱ ἔξωθεν Ἀττικοὶ λέγοντες «αὐλαία» τὸ μέγα καὶ ποικίλον παραπέτασμα. Ὑπερίδης ὁ ῥήτωρ ἐν τῶι κατὰ Πατροκλέους λόγωι· «Οἱ δὲ ἐννέα ἄρχοντες εἱστιῶντο ἐν τῆι στοᾶι, φραξάμενοι τὸ μέρος αὐτῆς αὐλαίαι», ὁμοίως καὶ Μένανδρος· «Στυππεῖον, ἐλέφαντα, μύρον, οἶνον, αὐλαίαν.»Παραγραφή |
ε.27 | Ἐνταῦθα Μωϋσῆς, μετὰ τὸ ἀξιωθῆναι ἐν τῶι ὄρει τῶν ὀπτασιῶν ἐκείνων τῶν φοβερῶν, προστάττεται παρὰ τοῦ Θεοῦ ποιῆσαι σκηνὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῶι ὄρει, τύπον οὖσαν παντὸς τοῦ κόσμου. «Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῶι ὄρει.» Ἐπειδὴ οὖν ἐδείχθη αὐτῶι πῶς ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῆι δευτέραι ἡμέραι καταμέσοθεν ἐποίησε τὸ στερέωμα καὶ ἐποίησε τὸν ἕνα χῶρον δύο χώρους, καὶ αὐτὸς ὁμοίως κατὰ τὸν τύπον, ὃν ἑωράκει, ἐποίησε τὴν σκηνὴν καὶ ἔθηκε καταμέσοθεν καταπέτασμα, καὶ διελὼν ἐποίησε τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν. Ὁ Ἀπόστολος οὖν τὴν ἐξωτέραν τοῦ κόσμου τούτου τύπον ἐξεῖπε λέγων οὕτως· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ἧι ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια», ὡσανεὶ τύπον ἐπέχει τοῦ κόσμου τούτου, ἐν ὧι ἐστιν ἡ γῆ καὶ οἱ καρποὶ καὶ οἱ φωστῆρες. |
ε.28 | Εἶτα καὶ τὴν δευτέραν ἑρμηνεύων φησὶν οὕτως· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος», ὡσανεί· Ὥσπερ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὴν ἐσωτέραν σκηνὴν δι᾽ αἵματος τράγων καὶ μόσχων ἐξιλεούμενος τὸν λαόν, οὕτως καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνήν, ἵνα εἴπηι τὸν οὐρανόν, ἐφάπαξ αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ πάλιν· «Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν.» |
ε.29 | Καὶ πάλιν λέγει· «Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν»· ὡς ἐν σκιαγραφίαι γὰρ προετύπου διὰ τῆς ἐσωτέρας σκηνῆς τὴν ἄνοδον τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα καὶ τῶν δικαίων ἀνθρώπων τὴν εἴσοδον. Ὅθεν πάλιν νουθετῶν ἐπιφέρει· «Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῶι αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας.» Καὶ πάλιν δηλῶν ὡς ἔσω εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστὸς λέγει· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῶι αὐτοῦ αἵματι», ἐπειδὴ καὶ τὸ ἱλαστήριον ἔσω εἰς τὴν δευτέραν σκηνὴν ἔκειτο. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔγκεινται ταῖς Ἐπιστολαῖς τοῦ Ἀποστόλου καὶ πάσηι τῆι θείαι Γραφῆι.Τὸ κείμενον |
ε.30 | Αὕτη ἡ διαγραφὴ τῆς σκηνῆς γυμνῆς. Τὰ δὲ πρῶτα αὐτῆς σκεπάσματα ἦν ὑφαντὰ ποικίλα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κεκλωσμένης βύσσου καὶ κοκκίνου ὥσπερ καὶ τὸ καταπέτασμα, ἃ καὶ αὐλαίας καλεῖ ἡ Γραφή. Ἦσαν δὲ ὡς κορτίναι ἐπιμήκεις· εἴκοσι ὀκτὼ πήχεων ἦν τὸ μῆκος τῆς μιᾶς καὶ τέσσαρες πήχεις τὸ πλάτος. Πέντε δὲ αὐλαίας ὁμοῦ κεκολλῆσθαι λέγει καὶ πάλιν ὁμοίως πέντε· λοιπὸν συμβολὴ τῶν πέντε καὶ πέντε καταμέσοθεν, εἰς τὸ χεῖλος τῆς μιᾶς κρίκοι, καὶ εἰς τὸ χεῖλος τῆς ἑτέρας ἀγκύλαι. Καὶ ἦιρον τὰς ἀγκύλας ἐπὶ τοὺς κρίκους καὶ συνεδέσμευον τὰς δέκα ὁμοῦ, ὡς ἐπὶ τῶν λεγομένων σιγιστροπυλῶν ἢ στρωματοδέσμων ἢ ὡς καὶ ἐπὶ τῶν δισσακίων. Ὅτε δὲ διήιρουν τὴν σκηνὴν ἐν τῆι ἀπαρτίαι, πέντε ἦσαν καὶ πέντε, καὶ αὐταὶ διαιρούμεναι καὶ βασταζόμεναι. |
ε.31 | Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν δευτέρων σκεπασμάτων ἐποίουν, τῶν ἀπὸ τῶν αἰγείων ὄντων δὲ στυπτῶν, ἃς καὶ δέρρεις ἐκάλουν. Ἕνδεκα μὲν ἦσαν· τριάκοντα δὲ πηχῶν ἦν ἡ μία, τεσσάρων δὲ πηχῶν πάλιν τὸ πλάτος. Ἦσαν δὲ ὁμοῦ πέντε καὶ ἄλλαι ἓξ ὁμοῦ· καὶ συνήπτοντο πάλιν διὰ τῶν ἀγκύλων καὶ τῶν κρίκων, καὶ ἐγίνετο πάλιν ἡ πᾶσα μία. Τὸ μῆκος οὖν τῆς σκηνῆς πηχῶν ἦν τριάκοντα. Εἴκοσι γὰρ στῦλοι ἦσαν, ἵνα εἴπηι σανίδες, ἀπὸ πήχεως μιᾶς ἥμισυ τὸ πλάτος, γίνονται πήχεις τριάκοντα· εἶτα καὶ τὸ πλάτος, στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα· καὶ εἰς τὰς γωνίας στῦλοι δύο ἀπὸ πήχεως τὸ ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα, πάντοθεν ἠσφαλισμένοι ἀπὸ τῶν μοχλῶν. |
ε.32 | Αἱ αὐλαῖαι οὖν συναπτόμεναι αἱ δέκα ἐποίουν εἰς πλάτος πήχεις τεσσαράκοντα καὶ ἐκάλυπτον ὅλον τὸ μῆκος τῆς σκηνῆς καὶ τὸν ὄπισθεν τοῖχον ἔχοντα ὕψος πήχεις δέκα· ὁμοῦ πήχεις τεσσαράκοντα. Οἱ δὲ εἴκοσι ὀκτὼ πήχεις τὸ μῆκος τῶν αὐλαίων ἐκάλυπτον τὸ πλάτος τῆς σκηνῆς, τουτέστι πήχεις δέκα, καὶ δύο τοίχων τῶν παρ᾽ ἑκάτερα τὸ ὕψος ἀπὸ πηχῶν δέκα, γίνονται ἄλλοι πήχεις εἴκοσι· ὁμοῦ πήχεις τριάκοντα. Ἦσαν δὲ ἀπὸ εἴκοσι ὀκτώ· εὔδηλον παρὰ ἕνα πῆχυν ἔσκεπε τὸν ἕνα τοῖχον καὶ τὸν ἕτερον παρὰ πῆχυν ἕνα. Αἱ δὲ δέρρεις, αἱ ἀπὸ στυπτῶν, καὶ τοὺς ἄλλους δύο πήχεις ἔσκεπον· ἦσαν γὰρ ἀπὸ πήχεων τριάκοντα τὸ μῆκος ἑκάστης· ἡ δὲ περισσὴ μία δέρρις εἰς τὴν θύραν τῆς σκηνῆς κατεκεχάλαστο. Διαγράφομεν οὖν καὶ αὐτῶν τὸ εἶδος. Ἔστιν οὖν οὕτως, ἅμα καὶ τὰ τρίτα σκεπάσματα τὰ ἀπὸ δερμάτων.Ἑπτὰ λύχνοι, λαβίδες, ἐπαρυστρίδες |
ε.33 | Αὕτη ἡ λυχνία ἑπτὰ λύχνους ἔχουσα, εἰς νότον κειμένη τῆς σκηνῆς, τύπος ἦν τῶν φωστήρων, ἐπειδήπερ, κατὰ τὸν σοφὸν Σολομῶντα, ἀνατέλλοντες οἱ φωστῆρες καὶ εἰς νότον διατρέχοντες ἐπὶ τὸν βορρᾶν τῆι γῆι φαίνουσι. Καὶ πάλιν ἑπτά εἰσι διὰ τὴν ἑβδομάδα τῶν ἡμερῶν, ἐπειδὴ πᾶς ὁ χρόνος ἀπὸ ἑβδομάδων ἀρχόμενος καὶ μῆνες ἀποτελοῦνται καὶ ἐνιαυτός. Ἐκ τοῦ δὲ ἑνὸς μέρους κελεύει ἀνάπτειν αὐτούς, ἐπειδήπερ ἔκειτο κατὰ τὸν βορρᾶν ἡ τράπεζα, ἵνα ἀπὸ τοῦ νότου ἐπὶ τὸν βορρᾶν φαίνωσιν. Οὕτως γὰρ καὶ περὶ τῶν φωστήρων ὁ Σολομῶν λέγει· «Ἀνατέλλων αὐτὸς ἐκπορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Ἀπὸ τῶν οὖν καθολικωτέρων καὶ ὁ Σολομῶν καὶ ὁ Μωϋσῆς ἐξεῖπον περὶ τῶν φωστήρων. Διαγράψομεν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν. Ἔστιν οὗν καὶ αὐτὰ οὕτως.Παραγραφή |
ε.34 | Αὕτη δὲ ἡ τράπεζα τύπος ἐστὶ τῆς γῆς. Οἱ δὲ ἄρτοι οἱ καρποὶ αὐτῆς εἰσι· δώδεκα δὲ σύμβολον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυσιαίου κύκλου. Αἱ τέσσαρες οὖν γωνίαι τέσσαρές εἰσι τροπαὶ τοῦ ἐνιαυτοῦ ἀπὸ μηνῶν τριῶν. Τὸ δὲ κυμάτιον, τὸ στρεπτὸν τῶι κύκλωι, τὴν θάλασσαν πᾶσαν σημαίνει, τὸν λεγόμενον παρὰ τοῖς ἔξω Ὠκεανόν. Τὴν δὲ στεφάνην τὴν πέριξ τὴν πέραν γῆν τοῦ Ὠκεανοῦ σημαίνει, ἔνθα καὶ ὁ παράδεισός ἐστιν.Τὸ κείμενον |
ε.35 | Πάλιν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ βύσσου καὶ κοκκίνου κελεύει γίνεσθαι, ποικίλον κατὰ τὰ τέσσαρα στοιχεῖα, ἤτοι καὶ πρὸς εὐπρέπειαν. Φανερὰ γὰρ καὶ εἰς τύπον ἐγένοντο, φανερὰ γὰρ καὶ εἰς εὐπρέπειαν καὶ εἰς λειτουργίαν. Καὶ τίθησι διὰ μέσου τῆς σκηνῆς διαιρῶν αὐτὴν εἰς δύο χώρους. |
ε.36 | Εἰς τὸν δὲ ἐσώτερον χῶρον ἡ κιβωτὸς τοῦ ἱλαστηρίου ἦν κειμένη καὶ καλυπτομένη ὑπὸ τοῦ καταπετάσματος καὶ μὴ ὁρωμένη ὑπό τινος. Τύπος δὲ ἦν τὸ ἱλαστήριον τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα, καθά φησιν ὁ Ἀπόστολος· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῶι αὐτοῦ αἵματι.» Καὶ πάλιν ὁ ἀρχιερεὺς τύπος ἦν καὶ αὐτὸς τοῦ Δεσπότου Χριστοῦ. Ὥσπερ γάρ, φησίν, ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὴν ἐσωτέραν σκηνήν, οὕτως καὶ ὁ Χριστὸς «ἅπαξ εἰσῆλθεν εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.» Ταῦτα δὲ μέμνημαι πολλάκις εἰρηκώς. Ἐστὶ δὲ ἡ διαγραφὴ τῆς κιβωτοῦ τοῦ ἱλαστηρίου οὕτως.Παραγραφή |
ε.37 | Ζαχαρίας τοίνυν καὶ Ἀβιὰ ἱερεῖς ἦσαν ἀμφότεροι, εἷς παρὰ εἷς, κατ᾽ ἐνιαυτὸν εἰσερχόμενοι τὴν ἄφεσιν ποιήσασθαι. Ἔλαχεν οὖν κατὰ τὸν καιρὸν τοῦ συλληφθῆναι τὸν Κύριον ἱερατεύειν τῶι Ζαχαρίαι, καὶ εἰσελθών, καθὰ γράφει ὁ Λουκᾶς, εἶδεν ὀπτασίαν ἀγγέλου, ὃς καὶ εἶπεν αὐτῶι· «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην», τοῦτο αὐτῶι αἰνιττόμενος ὅτι· Εἰσῆλθες μὲν ἐνταῦθα παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν τῶι λαῶι, ἰδοὺ οὖν εὐαγγελίζομαί σοι ὅτι πληροῦται τὰ τῆς σῆς προσευχῆς· γεννᾶται γάρ σοι υἱὸς ἐκ τῆς Ἐλισάβετ, ὅστις πρόδρομος τυγχάνει τοῦ τὴν παντελῆ ἄφεσιν τῶι κόσμωι χαριζομένου. |
ε.38 | Ἀμέλει αὐτὸς ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν Δεσπότην Χριστὸν ἐβόα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἵνα εἴπηι· Ὁ τὴν θνητότητα καὶ τὴν φθορὰν καὶ τὴν τροπὴν ἀναιρῶν καὶ ἐξαφανίζων καὶ ποιῶν ἡμᾶς ἀθανάτους καὶ ἀφθάρτους καὶ ἀτρέπτους, μὴ ἐπιδεχομένους ἔτι ἁμαρτεῖν.Ἡ σκηνὴ κατακεκαλυμμένη |
ε.39 | Ἡ δὲ αὐλὴ τῆς σκηνῆς μῆκος πηχῶν ἑκατόν, στύλους ἔχουσα εἴκοσι, καὶ πλάτος πηχῶν πεντήκοντα, ἔχουσα στύλους δέκα. Καὶ τὸ πλάτος τὸ πρὸς ἀνατολὰς τῆς σκηνῆς τρεῖς καὶ τρεῖς στύλους ἔνθεν κἀκεῖθεν προστάττει γενέσθαι, καὶ τὰ ἱστία, ὡσανεὶ τὰ ἱμάτια, ἐκ βύσσου μόνης πρὸς δεκαπέντε πηχῶν ἐκτεινόμενα ἐπὶ τοὺς τρεῖς καὶ τρεῖς στύλους, καὶ τοὺς ἄλλους τέσσαρας στύλους εἰς πύλην γίνεσθαι εἰσόδου τῆς αὐλῆς, ἧς τὰ ἱστία ἐκ τῶν τεσσάρων χρωμάτων προστάττει ἔσεσθαι ποικίλα· ὅλα δὲ τὰ ἱστία τῆς αὐλῆς ἐκ βύσσου καὶ μόνης· τὸ δὲ ὕψος αὐτῶν πήχεις πέντε. Κρίκους δὲ καὶ πασσάλους καὶ σχοινία, ἐν οἷς ἀπετείνοντο ἥ τε σκέπη τῆς σκηνῆς καὶ τὰ ἱστία τῆς αὐλῆς, κελεύει κύκλωι τῆς τε σκηνῆς καὶ τῆς αὐλῆς. Καὶ ἦν φοβερὸν καὶ ἐνάρετον θέαμα πάσης τῆς σκηνῆς. |
ε.40 | Ἔστιν οὖν διαγράψαι κατὰ τὸ ἐνδεχόμενον καὶ ταῦτα οὕτως, ὡς ἐν τάξει τῶν λεγομένων παπυλιώνων. Ἐνταῦθα τὴν αὐλὴν καὶ μέσην τὴν σκηνὴν διεγράψαμεν, ἐσκεπασμένην καὶ ἀποτεταμένην τοῖς κάλοις εἰς τοὺς πασσάλους, καὶ τὴν εἴσοδον τῆς αὐλῆς κατὰ ἀνατολὰς ἐκ τῶν τεσσάρων χρωμάτων ἔχουσαν τὰ ἱστία, τῆς δὲ ὅλης αὐλῆς ἀπὸ βύσσου καὶ μόνης.Παραγραφή |
ε.41 | Ἴσως ἐρεῖ τις πάλιν· Διατί ἐν τῆι ἀνατολῆι προσέταξεν ὁ Μωϋσῆς γενέσθαι τὴν εἴσοδον τῆς σκηνῆς καὶ τὴν ἐσωτέραν σκηνήν, τουτέστι τὰ Ἅγια τῶν ἁγίων, ἐν τῆι δύσει; Ἀκούσεται ὁ τοιοῦτος συντομώτατα· Ἐπειδήπερ ἐκμαγεῖον τοῦ παντὸς κόσμου τὴν ὅλην σκηνὴν προσετάγη ποιῆσαι παρὰ τοῦ Θεοῦ κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῶι ἐν τῶι ὄρει, οὕτως καὶ πεποίηκεν, ἅμα δὲ καὶ συνέγραψεν ὡς πλάσας τὸν ἄνθρωπον ὁ Θεὸς τὴν ἀρχὴν τῆς εἰσόδου αὐτοῦ τὴν ἐν τῶι κόσμωι εἰς ἀνατολὴν ἐποιήσατο, καὶ οὕτως κελεύει κατὰ πρόσβασιν αὐξανόμενον καὶ πληθυνόμενον ἐπεκτείνεσθαι καὶ πληροῦν πᾶσαν τὴν γῆν ἕως δυσμῶν· διὰ τοῦτο ἡ θύρα τῆς σκηνῆς ἐξ ἀνατολῶν ἐγένετο, ἡ δὲ ἐσωτέρα σκηνή, τουτέστι τὰ Ἅγια τῶν ἁγίων, ἐν τῆι δύσει ἐγένετο. |
ε.42 | Ἐπειδὴ πάλιν καὶ αὐτὴ ἐκμαγεῖον ἦν τῶν οὐρανίων μονῶν, ἐπ᾽ ἐσχάτου δὲ τῶν χρόνων ὡρίσθη ἀναδείκνυσθαι διὰ τοῦ ἀρχιερέως καὶ παμβασιλέως καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὕστερα ἐπὶ δυσμὰς ἐγένετο. Ἐπειδὴ ἀπὸ τῆς ἀνατολῆς ἤρξατο γίνεσθαι ὁ κόσμος τῶν ἀνθρώπων καὶ κατὰ πρόσβασιν ἐπὶ δυσμὰς ἀνατρέχων ἐξηπλοῦτο, τούτου ἕνεκα, ὡς δευτέρα καὶ ἐπ᾽ ἐσχάτων δεικνυμένη, ἐπὶ τὴν δύσιν ἐγένετο. |
ε.43 | Διὰ τοῦτο καὶ ἡ Ἐκκλησία παράδοσιν ἔχει πανταχοῦ μίαν προσκύνησιν τῶν χριστιανῶν πνευματικὴν ἐπ᾽ ἀνατολὰς ποιεῖσθαι τῶι Θεῶι, ὡς ἐκεῖ πρῶτον ἐπιφανέντι τοῖς ἀνθρώποις, μεμνημένη τῶν πάλαι καὶ νῦν εὐχαριστοῦσα τῶι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ γένος τῶν ἀνθρώπων πληθύνοντι καὶ ἐξαπλώσαντι. |
ε.44 | Οἱ γὰρ Ἰουδαῖοι σωματικώτερον περὶ Θεοῦ φρονοῦντες τὴν προσκύνησιν ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα ὁ ναὸς ὠικοδομήθη, ἐποιοῦντο. Ἔνεστι δὲ μαθεῖν περὶ τούτου ἐκ τῆς κατὰ τὸν Δανιὴλ ἱστορίας, ὃς ἀνοίξας τὰς θυρίδας τὰς κατὰ Ἱεροσόλυμα βλεπούσας, ἐπὶ τὸν ναὸν προσέχων τὴν προσκύνησιν ἐποιεῖτο. Ἀμέλει οὖν ὁ ἀνατολικώτερος τῶν Ἱεροσολύμων εὑρισκόμενος ἐπὶ τὴν δύσιν τὴν προσκύνησιν ποιεῖται καὶ ὁ δυτικώτερος, ἐπὶ τὴν ἀνατολὴν καὶ ὁ βορειότερος, ἐπὶ τὸν νότον καὶ ὁ νοτιώτερος, ἐπὶ τὸν βορρᾶν, τρόπον τινὰ οἱ τέσσαρες ἀλλήλοις δεικνύμενοι προσκυνοῦντες. Οἱ δὲ χριστιανοὶ οὐχ οὕτως, ἀλλὰ μονότροπον μίαν προσκύνησιν πνευματικήν, ὡς ἀπεριγράφου ὄντος τοῦ Θεοῦ, ἐπὶ ἀνατολὰς ποιοῦνται τῶι ἐξ ἀρχῆς ἐξ ἀνατολῶν αὐτοῖς ἐπιφανέντι καὶ πληρώσαντι αὐτοὺς ἕως δυσμῶν. Αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.Περὶ τῆς στολῆς τοῦ ἱερέως |
ε.45 | Ἡ δὲ στολὴ τοῦ ἱερέως ἐστὶν οὕτως· χιτὼν κοσυμβωτὸς καὶ ἐπωμὶς καὶ ποδήρης καὶ κίδαρις καὶ ζώνη καὶ μίτρα καὶ πέταλον, δύο ἐπωμίδες εἰς τοὺς δύο ὤμους τοῦ ἱερέως συνέχουσαι αὐτῶι ἑτέρα τὴν ἑτέραν καὶ ἀνακλώμεναι ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ καὶ ἀπὸ δεξιῶν ἐπὶ τὰ ἀριστερά, περικαλύπτουσαι τὴν γύμνωσιν τοῦ τραχήλου αὐτοῦ· ἐκ χρυσονήματος καὶ ἀληθινῆς πορφύρας καὶ κυανοῦ χρώματος καὶ βύσσου καὶ κοκκίνου καθυφασμέναι ἦσαν αἱ ἐπωμίδες ποικίλαι. Καὶ δύο λίθοι σμαράγδου, ἐπὶ τοὺς δύο ὤμους αὐτοῦ εἰς τὰς ἐπωμίδας, γεγλυμμένοι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν, ἓξ εἰς τὸν ἕνα λίθον καὶ ἓξ εἰς τὸν ἕνα λίθον. |
ε.46 | Τὸ δὲ λογεῖον τῆς κρίσεως ὑφαντὸν ἦν ῥάκος σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ πλάτος τετράγωνον, διπλοῦν ἐκ χρυσονήματος, πάλιν καὶ τῶν τεσσάρων χρωμάτων καθυφασμένον ποικίλον, ἔχον καὶ λίθους τετράστιχον· ἀπὸ λίθων τριῶν γίνονται δώδεκα περικεκαλυμμένα χρυσίωι καὶ συγκεκολλημένα τῶι λογείωι, ἕκαστος λίθος ὄνομα μιᾶς φυλῆς γεγλυμμένον ἔχων ἐν ἑαυτῶι. Ἀσπιδίσκας δὲ δύο χρυσᾶς κελεύει γενέσθαι ἐπὶ τῶν δύο ὤμων, κατὰ τὸ ἔμπροσθεν μέρος, καὶ ἐξ αὐτῶν κροσσωτὰ πεπλεγμένα ἐκ χρυσοῦ καὶ χρωμάτων, καὶ ἀποκρέμασθαι τὸ λογεῖον ἐπὶ τὸ στῆθος, καὶ πάλιν ἁλύσεσι δυσὶν ἐκ χρυσίου ἐκ τῶν δύο πλευρῶν τοῦ λογείου ἀνακλώμενα κάτωθεν καὶ ἐξόπισθεν συνδεσμούμενα ἐναλλὰξ ἐπὶ τὰ δύο πτερύγια τῶν δύο ἐπωμίδων τῶν οὐσῶν κατὰ νώτου τοῦ ἱερέως, ἵνα ὦσιν αἱ ἁλύσεις εἰς τὸν νῶτον τοῦ ἱερέως ὡς ἐν τάξει χιάστης, συνδεσμεύουσαι τὸ λογεῖον ταῖς ἐπωμίσιν ἔμπροσθεν καὶ ὄπισθεν. |
ε.47 | Καὶ ὁ ὑποδύτης ὅλος κυάνεος τὸ χρῶμα ἀπὸ τοῦ στήθους καὶ ἕως τῶν σκελῶν κάτω, τὸ περιστόμιον αὐτοῦ συνεξυφαίνετο. Ἡ δὲ κάτω ὠία, ὡς ἐπὶ λώματος, ἦν πλατεῖα ἐκ χρωμάτων ποικίλων· καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους χρυσοῦς καὶ ἀνθείνους ἕνα παρ᾽ ἕνα εἶχεν ἀποκρεμαμένους ἐν τῶι λώματι· καὶ κίδαριν βυσσινὴν καὶ ζώνην ποικίλην, ἣ περιεζώννυεν ἄνωθεν ὑπὸ τὸ στῆθος τὸν ὑποδύτην. Μίτραν δὲ ἐπὶ μετώπου ἐφόρει καὶ ὑπεράνω τῆς μίτρας, κύανον, ὡς ἐπὶ λώματος, ἔχον πέταλον χρυσοῦν, ἐν ὧι ἦν σφραγὶς ἁγιάσματος Κυρίου, ἵνα εἴπηι τὸ λεγόμενον τετράγραμμον· καὶ οὕτως εἰσήιει εἰς τὰ Ἅγια. Περισκελῆ δέ, τουτέστι βομβωνάρια λινᾶ, ἐφόρει ἀπὸ ὀσφύος ἕως μηρῶν διὰ τὴν ἀσχημοσύνην. Ἔστιν οὖν καὶ αὐτὸ τὸ σχῆμα τοῦ ἱερέως καταγράψαι τοιοῦτον. Ἐνταῦθα τὸ σχῆμα τῶν ἐνδυμάτων τοῦ ἱερέως διεγράψαμεν, ἐμπροσθοφανῆ καὶ ὀπισθοφανῆ. Ἀκριβέστερον δὲ ἐν τῆι ἐξηγήσει δεδήλωται περὶ αὐτοῦ.Παραγραφή |
ε.48 | Εἰσὶν οὖν φανερὰ τοῦ σχήματος τύποι τινῶν πραγμάτων, καὶ φανερὰ πρὸς εὐπρέπειαν καὶ πρὸς φόβον, οἷον οἱ δύο λίθοι τοῦ σμαράγδου, οἱ ἐπὶ τῶν ὤμων αὐτοῦ βασταζόμενοι, ἐν οἷς ἦσαν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν, σημαίνουσι τὰς δώδεκα φυλὰς ἐξ ἑνὸς προπάτορος τοῦ Ἀβραὰμ καταγομένας· τοῦτο γὰρ δηλοῖ τὸ εἶναι ἕνα λίθον σμαράγδου τὸν ἐπ᾽ ἀμφοτέρων τῶν ὤμων αὐτοῦ εἰς δύο γεγονότα. Ἐπ᾽ ὤμων δὲ τοῦ ἱερέως προσέταξεν, ἵνα ἦι τὸ βάρος τῶν δώδεκα φυλῶν ἐπ᾽ αὐτόν, βαστάζοντα καὶ προσερχόμενον περὶ αὐτῶν τῶι Θεῶι. Τὸ δὲ λογεῖον τὸ ἐπὶ τοῦ στήθους, τὸ διπλοῦν, ψυχὴν καὶ σῶμα σημαίνει, διὰ τοῦτο καὶ διπλοῦν καὶ ἐπὶ τῆς καρδίας τιθέμενον. |
ε.49 | Οἱ δὲ δώδεκα διάφοροι λίθοι, ἐπειδήπερ διαφόρους γνώμας εἶχον, ἕκαστος τῶν ἀνθρώπων, καὶ διάφοροι φυλαὶ ἦσαν· ἐκεῖ μὲν ἐπὶ τῶν ὤμων, ὡς ἐξ ἑνὸς προπάτορος, σμάραγδον ἕνα λίθον ἐκέλευσεν· ἐνταῦθα δέ, ἐπειδὴ καὶ αἱ φυλαὶ καὶ αἱ γνῶμαι διάφοροι, διαφόρους λίθους καὶ ἐπὶ τοῦ στήθους κελεύει τεθῆναι. Ἐπὶ δὲ τοῦ μετώπου τὸ πέταλον ἁγιάσματος σφραγῖδος Κυρίου γράμματα λέγει ἐντετυπωμένα, ἐν οἷς ἐγέγραπτο Θεός, ὅ φασι δι᾽ ἑβραϊκῶν τὸ τετράγραμμον. Λοιπὸν τὰ ἄλλα δι᾽ εὐπρέπειαν, οἱ δὲ κώδωνες οἱ χρυσοῖ καὶ οἱ ῥοΐσκοι, ἵνα ἐκτελῶσιν ἦχον· ἐδιδάσκετο δὲ διὰ τοῦ συμβόλου μὴ κατατολμᾶν εἰσιέναι εἰς τὰ Ἅγια, πρὶν ἢ ἐξακουστὸν ποιήσηι τὴν φωνήν. Ὥσπερ γάρ τις παρὰ ἀνθρώποις μεγάλοις εἰσιέναι μέλλων, ἐὰν μὴ εὕρηι τὸν μηνύοντα, ἄρχεται κρούειν, μὴ τολμῶν ὡς ἔτυχεν εἰσελθεῖν, οὕτως κἀνταῦθα προστάττεται διὰ τῶν κωδωνίων βαδίζειν καὶ κτύπον ἀποτελεῖν. Καὶ ταῦτα μὲν περὶ τῆς σκηνῆς καὶ τοῦ ἱερέως κατεγράψαμεν.Τὸ κείμενον |
ε.50 | Νεφέλη δὲ ἦν ἡμέρας ἐπ᾽ αὐτὴν καὶ πῦρ τὴν νύκτα, ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν, καθὰ γέγραπται. Συνεχῶς δὲ βασταγαὶ ἐμπόρων, μάλιστα Ἰσμαηλιτῶν καὶ Μαδιανιτῶν, πρὸς αὐτοὺς συνήρχοντο, ὡς ἀφθόνως αὐτοῖς πάντα χορηγεῖσθαι, τοῦ Θεοῦ τὰ κατ᾽ αὐτοὺς προνοουμένου, καθὰ γέγραπται ἐν τῶι Δευτερονομίωι οὕτως· «Διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην, τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεὸς μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.» Καὶ πάλιν τὰ αὐτὰ ἑτέρως λέγει· «Τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν τεσσαράκοντα ἔτη. Καὶ γνώσηι ἐν τῆι καρδίαι σου ὅτι ὡς εἴ τις ἄνθρωπος παιδεύσηι τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεὸς παιδεύσει σε», καὶ πάλιν ὁμοίως· «Ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῆι ἐρήμωι· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν.» |
ε.51 | Οὐ γάρ, ὥς τινες τερατολόγοι, μάλιστα οἱ τῆς κατατομῆς, ὑπενόησαν, μὴ παλαιωθῆναι ὅλως αὐτόχρημα τὰ ἱμάτια αὐτῶν καὶ τὰ ὑποδήματα τῶι οὕτως εἰπεῖν τὸν Μωϋσέα, ἀλλ᾽ ὅτι οὐδὲν αὐτοῖς, φησίν, ἔλειψεν ἐν τῆι ἐρήμωι, τῶν ἐμπόρων συνεχῶς τὰ ἐπιτήδεια προσκομιζόντων. Ἦ γὰρ ἂν κατ᾽ αὐτοὺς τὰ γεννώμενα ἐν τῆι ἐρήμωι παιδία πῶς ἐνῆν τοῖς πατρικοῖς ἱματίοις καὶ ὑποδήμασιν χρῆσθαι, τελείων ὄντων, αὐτῶν δὲ σμικροτάτων; Πῶς δὲ καὶ τοὺς ἄρτους τῆς προθέσεως καθ᾽ ἡμέραν νεαροὺς κεκελευσμένοι ποιεῖν καὶ τιθέναι ἐπὶ τῆς τραπέζης ἐνῆν αὐτοὺς ποιεῖν, μὴ τῶν ἐμπόρων αὐτοῖς κομιζόντων τὸν σῖτον; |
ε.52 | Ἢ πόθεν αὐτοῖς σεμίδαλις, ἵνα τὰ λάγανα ποιῶσιν, ἢ λαγχηρὰ δέρματα καὶ κυανὰ εἰς τὰς διφθέρας τῆς σκηνῆς, εἰ μὴ ἐκ τῶν ἐμπόρων ἠγόραζον; Διὰ τοῦτο γὰρ ὅτι ἐχορήγουν οἱ ἔμποροι προνοίαι τοῦ Θεοῦ, καὶ ἐγόγγυζον κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Μωϋσέως, εἶχον δὲ καὶ τὸν πλοῦτον τῶν Αἰγυπτίων, ὡς ἀχαρίστοις λοιπὸν καὶ ἀπίστοις παράδοξα ἐποίει, ποτὲ μὲν ὕδωρ ἄφθονον ἐκ πέτρας, ποτὲ δὲ μάννα ἐξ οὐρανοῦ, ποτὲ δὲ ὀρτυγομήτραν ἐκ θαλάττης ἐπὶ τριάκοντα ἡμέρας χορηγήσας· αὖθις σωφρονίζων ἐπαίδευε πληγαῖς, ποτὲ μὲν πυρὶ καταναλίσκων μέρος τῆς παρεμβολῆς, ποτὲ δὲ θανάτωι θραύων εἴκοσι τέσσαρας χιλιάδας, ποτὲ δὲ διὰ ὄφεων, ποτὲ δὲ καὶ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ Κορὲ θεηλάτωι ὀργῆι ἡ γῆ ζῶντας πανοικὶ καὶ κτήνεσι κατέπιεν, διδάσκων μὴ ἀπιστεῖν μήτε ἀχαριστεῖν Θεῶι, ἀλλὰ σωφρόνως ζῆν. |
ε.53 | Λαβόντες δὲ καὶ παρὰ Θεοῦ τὸν νόμον ἐγγράφως καὶ διδασκόμενοι γράμματα νεωστί, καὶ ὥσπερ παιδευτηρίωι ἡσύχωι τῆι ἐρήμωι χρησάμενος ὁ Θεὸς τεσσαράκοντα ἔτη εἴασεν αὐτοὺς καταλαξεῦσαι τὰ γράμματα. Ὅθεν ἔστιν ἰδεῖν ἐν ἐκείνηι τῆι ἐρήμωι, λέγω δὴ τοῦ Σιναΐου ὄρους, ἐν πάσαις ταῖς καταπαύσεσι πάντας τοὺς λίθους τῶν αὐτόθι, τοὺς ἐκ τῶν ὀρέων ἀποκλωμένους, γεγραμμένους γράμμασι γλυπτοῖς ἑβραϊκοῖς, ὡς αὐτὸς ἐγὼ πεζεύσας τοὺς τόπους μαρτυρῶ. Ἅτινα καί τινες Ἰουδαῖοι ἀναγνόντες διηγοῦντο ἡμῖν λέγοντες γεγράφθαι οὕτως· «Ἄπαρσις τοῦδε, ἐκ φυλῆς τῆσδε, ἔτει τῶιδε, μηνὶ τῶιδε», καθὰ καὶ παρ᾽ ἡμῖν πολλάκις τινὲς ἐν ταῖς ξενίαις γράφουσιν. |
ε.54 | Αὐτοὶ δὲ καί, ὡς νεωστὶ μαθόντες γράμματα, συνεχῶς κατεχρῶντο καὶ ἐπλήθυνον γράφοντες, ὥστε πάντας τοὺς τόπους ἐκείνους μεστοὺς εἶναι γραμμάτων ἑβραϊκῶν γλυπτῶν εἰσέτι καὶ νῦν σωιζομένων διὰ τοὺς ἀπίστους, ὡς ἔγωγε οἶμαι. Ἐξὸν δὲ τῶι βουλομένωι ἐν τοῖς τόποις γενέσθαι καὶ θεάσασθαι, ἤγουν ἐρωτῆσαι καὶ μαθεῖν περὶ τούτου ὡς ἀλήθειαν εἴπαμεν. Πρώτως οὖν Ἑβραῖοι παρὰ τοῦ Θεοῦ σοφισθέντες καὶ γράμματα διὰ τῶν λιθίνων πλακῶν ἐκείνων παραλαβόντες καὶ μεμαθηκότες τεσσαράκοντα ἔτη ἐν τῆι ἐρήμωι γειτνιῶσι τοῖς Φοίνιξι παραδεδώκασι κατ᾽ ἐκεῖνο καιροῦ, πρώτωι Κάδμωι τῶι Τυρίων βασιλεῖ, ἐξ ἐκείνου παρέλαβον Ἕλληνες, λοιπὸν καθεξῆς πάντα τὰ ἔθνη. |
ε.55 | Ἐστρατοπέδευον δὲ ἐν τῆι ἐρήμωι κατὰ τὴν τάξιν τὴν δοθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ, κυκλοῦντες τὴν σκηνὴν ἱερεῖς τε καὶ Λευῖται καὶ πέριξ αὐτῶν αἱ δώδεκα φυλαί, εἰς ἀνατολὰς τῆς σκηνῆς τρεῖς, ἐν αἷς μέση ἐτύγχανεν ἡ τοῦ Ἰούδα φυλὴ σὺν Μωϋσῆι καὶ Ἀαρὼν ἐξάρχουσα τῶν λοιπῶν, καὶ εἰς νότον τρεῖς, καὶ εἰς δυσμὰς τρεῖς, καὶ εἰς βορρᾶν τρεῖς. Οὕτως καταπαύοντες καὶ οὕτως ἀπαίροντες καὶ βαδίζοντες κατὰ τὴν διαγραφὴν ταύτην. Οὕτως οὖν στρατοπεδεύοντες ἐν τῆι ἐρήμωι καθ᾽ ἑκάστην. |
ε.56 | Τελευτήσαντος λοιπὸν τοῦ Ἀαρὼν καὶ τοῦ Μωϋσέως καὶ παραλαβόντος αὐτῶν τὴν στρατηγίαν τοῦ Ἰησοῦ, τοῦ υἱοῦ Ναυή, καὶ διαβιβάσαντος αὐτοὺς τὸν Ἰορδάνην παραδόξως, κληρούχους αὐτοὺς κατέστησε τῆς γῆς τῆς ἐπαγγελίας κατὰ τὰς θεόθεν προρρήσεις τε καὶ διατάξεις. Κατεῖχε δὲ ἡ τοῦ Ἰούδα φυλὴ τὴν μητρόπολιν, τὴν Ἱερουσαλήμ, μέχρις οὗ ὁ προσδοκώμενος καὶ προκηρυττόμενος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐξ αὐτῶν ἐλήλυθε, δι᾽ οὗ τὴν μεγάλην καὶ αἰωνίαν σωτηρίαν καὶ ἀνάκτισιν ὁ Θεὸς τῶι κόσμωι εἰργάσατο, λέγω δὴ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα, κατὰ τὰς ἐπαγγελίας τοῦ Θεοῦ τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας, καὶ τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς αὐτοῦ σκοπόν· |
ε.57 | καθὰ καὶ ὁ Ἀπόστολος ἐν τῆι πρὸς Γαλάτας Ἐπιστολῆιὡς ἐρωτώμενος ὑπό τινος καὶ λέγοντος· «Τί οὖν ὁ νόμος;» ὡσανεί· Τί οὖν ἐδόθη ὁ νόμος; ταχύτατα ἀποκρίνεται καί φησι· «Τῶν παρα βάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθηι τὸ σπέρμα, ὧι ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου», ἵνα εἴπηι ὅτι· Διὰ τοῦτο ὁ νόμος προσετέθη, ἵνα φυλαχθῆι δι᾽ αὐτοῦ καὶ τῆς ἱερατείας φρουρούμενον τὸ ἔθνος τὸ τὰς ἐπαγγελίας λαβόν, τουτέστι τὸ τοῦ Ἀβραάμ, καὶ μὴ μίξις τις γένηται αὐτοῦ μετὰ ἑτέρου ἔθνους, ὅπως ὁ προκηρυττόμενος ἐξ αὐτοῦ γνώριμος τοῖς πᾶσιν ὑπάρχηι, δι᾽ οὗ κόσμος ἀνακαινίζεται καὶ ὁ σκοπὸς καὶ ἡ ἄνωθεν οἰκονομία τοῦ Θεοῦ πληροῦται. |
ε.58 | Σκοπὸς γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τῶι Θεῶι ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ μετασχεῖν τῆς αὐτοῦ ἀγαθότητος λόγου τε καὶ γνώσεως καὶ ἀθανασίας καὶ μακαριότητος καὶ παντὸς ἀγαθοῦ, ὅσον ἐνδέχεται μετασχεῖν τὸν μετέχοντα. Καὶ ἐπειδήπερ τὸ θεῖον μόνον ἀδίδακτον καὶ αὐτόχρημα ἀληθὴς γνῶσίς ἐστι, τῶν δὲ ἀλόγων ἴδιον φυσικαῖς ὁρμαῖς κινεῖσθαι ἄνευ λόγου καὶ ἀληθοῦς γνώσεως, ὁμοίως καὶ τῶν ἀψύχων ἀμοιρούντων τὸ παράπαν κινήσεώς τε καὶ ὁρμῆς φυσικῆς καὶ γνώσεως, μέσους τινάς, ὡς ἐνεδέχετο, εἶναι τοὺς λογικοὺς ποιήσας ὁ φιλάνθρωπος Θεὸς δεκτικοὺς ἐπιστήμης διὰ μαθή σεως καὶ πείρας ἐδοκίμασε καὶ πεποίηκε κατὰ τὸν μὲν ἄνωθεν αὐτοῦ σκοπὸν τὴν μέλλουσαν κατάστασιν, τουτέστι τὸν ἄνω χῶρον. |
ε.59 | Πρῶτον δὲ ὁρίσας ταύτην τὴν κατάστασιν, ἐν ἧιπερ καὶ παιδευτηρίωι χρησίμωι χρησάμενος πρὸς τὸ ἡμῖν συμβαλλόμενον, θνητήν τε καὶ τρεπτὴν ἀπειργάσατο πρὸς τὸ δύνασθαι ἡμᾶς διακριτικῆι καὶ λογικῆι ἕξει τῶν καλῶν τὴν μετουσίαν κτᾶσθαι, τῶν δὲ κακῶν ἀποστρέφεσθαι. Διὸ καὶ ἡδέα καὶ λυπηρὰ ἔχει ἡ νῦν κατάστασις, ἵνα καθ᾽ ἑκάστην ἐν αὐτοῖς ἀναστρεφόμενοι τὰ μὲν φεύγωμεν, τῶν δὲ ἀντεχώμεθα· διὰ τοῦτο καὶ νόμοι καὶ ἀπειλαὶ καὶ κολαστήρια τοῦ κακοῦ τὴν ὁρμὴν ἡμῶν ἀνακόπτοντα· |
ε.60 | τελευταῖον δὲ καὶ ὁ δοκῶν μὲν κατ᾽ ὀργὴν εἶναι θάνατος, κατὰ δὲ τὸ ἀληθὲς παῦλαν παρέχων τῆι μοχθηρᾶι ταύτηι ζωῆι καὶ τῶι παιδευτηρίωι, καθὰ καὶ τῶι πρώτωι ἀνθρώπωι ὁ Θεὸς κατ᾽ οἰκονομίαν ἐπήνεγκε, μισητὴν αὐτῶι τὴν ἁμαρτίαν ἐργαζόμενος καὶ ποθητὴν ποιῶν τὴν δικαιοσύνην, προτρεπόμενος αὐτόν τε καὶ πάντας δι᾽ αὐτοῦ εἰς τὴν προητοιμασμένην ἡμῖν κατάστασιν, βασιλείαν τε αἰώνιον καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν καὶ μακαριότητα, ἅπερ καὶ ὁ σκοπὸς τοῦ Θεοῦ ἐξ ἀρχῆς ἠβούλετο. Ἐπιρρίπτει τοίνυν ὁ Θεὸς σοφῶς, καὶ πάνυ σοφῶς, τῆι ἁμαρτίαι τοῦ πρωτοπλάστου ἀνθρώπου τὸν θάνατον, ὡς κατ᾽ ὀργήν, ἵνα μισητὴν αὐτῶι ταύτην ἀπεργάσηται. |
ε.61 | Εἶτα λοιπὸν πάλιν, ἵνα μὴ ἐκ κακῶν ὁ ἄνθρωπος ἀφελπιστίαν νοσήσηι, ἐπιμελεῖται αὐτοῦ ὡς πατὴρ τέκνου καὶ ποιεῖ αὐτῶι χιτῶνας. Εἶτα ἐκδικεῖ τὸ αἷμα τοῦ Ἄβελ, τὸν Ἐνὼχ μετατίθησιν, ὥστε καὶ τὴν ἀπόφασιν τοῦ θανάτου μὴ κρατεῖν ἐπ᾽ αὐτοῦ, τὸν Νῶε διασώιζει ἐκ τοῦ κοσμικοῦ ναυαγίου, τὸν Ἀβραὰμ ἐκλέγεται, ἀφ᾽ οὗ καὶ δι᾽ οὗ τοῦ σπέρματος ἐργάζεται τὴν ἀνάκτισιν τοῦ κόσμου, τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, τοὺς πατριάρχας, καὶ τούτων τὰ τέκνα καὶ τὰς ἐκ τούτων δώδεκα φυλάς, ἅσπερ καὶ μετὰ βραχίονος ὑψηλοῦ λυτροῦται τῆς δουλείας τῶν Αἰγυπτίων, καθοδηγήσας τὴν ἔρημον θαυμαστῶς καὶ δοὺς νόμον ἐγγράφως καὶ ταξιαρχήσας τὸ ἔθνος κατεκληροδότησεν αὐτοῖς τὴν γῆν τῆς Παλαιστίνης. Καὶ ἤγειρεν αὐτοῖς προφήτας, τὸν Δαυΐδ, τὸν πρῶτον αὐτῶν βασιλέα, Σαμουήλ, Ἠλίαν τὸν τηλικοῦτον, τὸν τούτου μαθητὴν Ἑλισσαῖον, τοὺς δώδεκα καὶ τοὺς τέσσαρας, τοὺς μεγάλους, κηρύσσοντας τὴν ἔλευσιν τοῦ ἐξ αὐτῶν ἐγειρομένου κατὰ σάρκα Δεσπότου Χριστοῦ, ἐν ὧι καὶ δι᾽ οὗ γίνεται καὶ πληροῦται ὁ ἐξ ἀρχῆς σκοπὸς καὶ οἰκονομία τοῦ Θεοῦ, ἡ μεγάλη καὶ σωτηριώδης. |
ε.62 | Ὥσπερ γὰρ ὠικονόμησε διὰ τῆς ἁμαρτίας τοῦ πρωτοπλάστου ἀνθρώπου παρεισαγαγεῖν τὸν θάνατον, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα τὴν ἀνάστασιν καὶ τὴν ἀνάκτισιν καὶ τὴν ἀνακεφαλαίωσιν πάσης κτίσεως. Ὥσπερ γάρ φησιν ὁ Παῦλος· «Δι᾽ ἀνθρώπου ὁ θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν», καί· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῶι Χριστῶι, τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐπὶ τῆς γῆς.» |
ε.63 | Αὕτη ἡ μεγάλη σωτηρία καὶ οἰκονομία καὶ σοφία τοῦ τὰ πάντα παραγαγόντος καὶ πάλιν ἀνακτίζοντος Θεοῦ. Διὰ τοῦτο καὶ τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκε, καὶ εἰς τὴν μέλλουσαν μετὰ τὴν ἐνθένδε ζωὴν ἀφορᾶι πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς καὶ τὸ χριστιανικὸν κήρυγμα καὶ ἡ ἐλπὶς τῶν χριστιανῶν. Διὰ τοῦτο καὶ ἐν τῶι βαπτίζεσθαι, εἰ μὴ πρῶτον ὁμολογήσειέ τις τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν πιστεύειν, οὐ βαπτίζεται καὶ συγκαταλέγεται μετὰ χριστιανῶν καὶ πιστὸς ἀναγορεύεται. |
ε.64 | Οὗτος ὁ σκοπὸς πάσης τῆς θεοπνεύστου Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, καὶ ὅτι κατὰ τὸν τύπον τῆς σκηνῆς, τῆς ἐν τῆι ἐρήμωι ὑπὸ Μωϋσέως κατασκευασθείσης, δύο χώρους πεποίηκεν ὁ Θεὸς τὸν σύμπαντα κόσμον, λέγω δὴ τοῦτον τὸν κόσμον, ἐν ὧι θνητοὺς καὶ τρεπτοὺς ὡς ἐν παιδευτηρίωι ἐδοκίμασε πρῶτον ἡμᾶς διάγειν καὶ πεπειρᾶσθαι λυπηρῶν τε καὶ ἡδέων· χωρὶς γὰρ παιδείας ἀμήχανον μάθησιν γενέσθαι· «πᾶσα γὰρ παιδεία, φησί, πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ ὕστερον.» Ἐς ὕστερον οὖν πεπειραμένοις λογικῶς ἐδοκίμασε παρασχεῖν τὰ αἰώνια αὐτοῦ ἀγαθὰ ἐν τῆι μελλούσηι καταστάσει καὶ πληρῶσαι τὸν ἑαυτοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς σκοπόν, οἰκονομήσας ὡς Θεὸς τὰ καθ᾽ ἡμᾶς, ὡς αὐτῶι ἔπρεπε καὶ ἡμῖν συνέφερεν. |
ε.65 | Διαγράφομεν τοίνυν καὶ τὴν στρατοπεδαρχίαν αὐτῶν τῶν Ἰσραηλιτῶν τὴν ἐν τῆι ἐρήμωι, καὶ τὴν διάβασιν τὴν ἐν τῶι Ἰορδάνηι ἅμα τῶι Ἰησοῦ μετὰ τὴν τελευτὴν τοῦ Μωϋσέως, καὶ τὴν κατάπαυσιν αὐτῶν τὴν ἐν τῆι γῆι τῆς ἐπαγγελίας, καὶ τὴν Ἱερουσαλήμ, καὶ ὅπως ἐκληρονόμησαν τὴν γῆν καὶ κατέσχον αὐτήν. Ἔστιν οὖν οὕτως ἡ διάβασις τῶν Ἰσραηλιτῶν ἐν Ἰορδάνηι μετὰ τοῦ Ἰησοῦ τοῦ Ναυή. |
ε.66 | Ἐν ταύτηι τῆι γῆι κατοικοῦσιν ἤγειρεν αὐτοῖς ὁ Θεὸς κατὰ καιρὸν προφήτας τὴν ἔλευσιν τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα διαγορεύειν, δι᾽ οὗ ἤμελλεν ἀναδείκνυσθαι ἡ μέλλουσα κατάστασις, ὑπομιμνήισκοντας αὐτοὺς τῶν ἐπαγγελιῶν, ὧν πρὸς Ἀβραὰμ ἐποιήσατο. Διαγράφομεν τοίνυν ἕκαστον τῶν πρεσβυτέρων καὶ προφητῶν, ὅπως ἀνακηρύττηι ἀξιωθεὶς μὲν εἰπεῖν τι περὶ τῆς ἐλεύσεως τοῦ Δεσπότου Χριστοῦ, εἴτε διὰ λόγων, εἴτε δι᾽ ἔργων, ἐπιγράφοντες. Συμβάλλεται γὰρ καὶ τοῦτο τῶι ἡμετέρωι λόγωι, ὅπως καὶ ἐν τούτωι δείξωμεν ἀπ᾽ ἀρχῆς ἕως τέλους εἰς ὃν σκοπὸν ἀφορᾶι πᾶσα ἡ θεία Γραφή. |
ε.67 | Οὗτος ὁ πρωτόπλαστος Ἀδάμ, ὃς ἠξιώθη προειπεῖν περί τε ἑαυτοῦ καὶ τῆς ἰδίας γυναικὸς ὡς ἐξ εὐλογίας Θεοῦ διὰ τῆς συναφείας εἰς σάρκα μίαν ἀμφότεροι συνάπτονται, ὅπερ ὁ Κύριος μαρτυρεῖ ἐν Εὐαγγελίοις λέγων τὸν Θεὸν ταῦτα εἰρηκέναι διὰ στόματος τοῦ Ἀδάμ, ὃς καὶ νυμφαγωγὸς αὐτοῦ ἐγένετο. |
ε.68 | Ὁ δὲ ἀπόστολος Παῦλος κατεχρήσατο τούτωι τῶι παραδείγματι, μυστικώτερον ἐπὶ τοῦ Δεσπότου Χριστοῦ αὐτὸ ἐκλαβὼν καὶ τῆς Ἐκκλησίας λέγων· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλη σίαν». Καὶ γὰρ ὥσπερ κεφαλή ἐστιν ὁ Ἀδὰμ πάντων τῶν ἀνθρώπων ἐν τούτωι τῶι κόσμωι, ὡς αἴτιος αὐτῶν ὢν καὶ πατήρ, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα τῆς Ἐκκλησίας κεφαλή ἐστι καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος. Οὗτος πάλιν πρῶτος ἠξιώθη εἰκὼν Θεοῦ γενέσθαι καὶ κληθῆναι, ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ κυριώτερον ἐκβέβηκε, καθὰ καὶ ὁ Ἀπόστολος λέγει· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Οὗτος μόνος καὶ πρῶτος ἀνθρώπων ἐκ πλευρᾶς διὰ τοῦ Θεοῦ προήνεγκε τὸ θῆλυ ἀσπόρως, καὶ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα ἀσπόρως ὡς ἄρρεν ἐκ τοῦ θήλεως παρήχθη, τὴν ἰσοτιμίαν καὶ τὸ χρέος τῆς φύσεως ἀναπληρώσας. Οὗτος πρῶτος ἀνθρώπων ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἥμαρτεν· ὁ Δεσπότης Χριστὸς ὑπὲρ τούτου τὸ χρέος ἀπέτισε σχίσας εὐλόγως τὸ χειρόγραφον καὶ καταπατήσας τὸν ἐχθρόν.Παραγραφή |
ε.69 | Ἐν τῆι πρὸς Ῥωμαίους Ἐπιστολῆι ὁ Ἀπόστολος τύποαὐτοῦ τοῦ Χριστοῦ ἔφησεν εἶναι τὸν Ἀδὰμ λέγων· «Ὅς ἐστι τύπος τοῦ μέλλοντος», καὶ ὁμοίως τοῦτον πρῶτον εἶπε καὶ τὸν Χριστὸν δεύτερον. Ἀπειλήσαντος τοῦ Θεοῦ τῶι πρώτωι ἀνθρώπωι αὐθημερὸν θάνατον, εἰ παραβαίη τὴν ἐντολήν, καὶ παραβάντι μὴ ἐπενέγκαντος αὐτῶι κατὰ τὴν ἀπειλὴν εὐθέως τὸν θάνατον, ἀλλὰ μακροθυμήσαντος καὶ μόνον παιδεύσαντος καὶ τοῦ παραδείσου ἐκβαλόντος καὶ μακρῶι γήρει ὕστερον συγχωρήσαντος τελευτᾶν, ἔδειξε πολλὴν φειδῶ πρὸς τοὺς ἀνθρώπους ποιούμενος ὁ Θεός, μάλιστα καὶ χιτῶνας αὐτῶι προνοούμενος, καὶ ὅτι οὐ κατ᾽ ὀργὴν τὸν θάνατον ἐπήνεγκε τῆι φύσει τῶν ἀνθρώπων, ἀλλὰ φρονήσει καὶ σοφίαι διδάσκων διάκρισιν τὸν ἄνθρωπον καὶ μισητὴν αὐτῶι ποιῶν τὴν ἁμαρτίαν καὶ ποθητὴν τὴν δικαιοσύνην. Διὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου τῆς ζωῆς ἐδίδασκεν ἐρᾶν τὸν ἄνθρωπον καὶ ἐλπίζειν ἀθανασίας. Δόξα τῶι ἐξ ἀρχῆς καὶ ἕως τέλους οἰκονομοῦντι τὰ κατὰ τὸν ἄνθρωπον.Ἔτι παραγραφή |
ε.70 | Ἔνεστι πάλιν τῶι βουλομένωι μαθεῖν ὡς οὐκ ὀργῆι, ἀλλὰ μᾶλλον φιλανθρωπίαι καὶ σοφίαι τὰ κατὰ τὸν ἄνθρωπον ὠικονόμησεν, ὅτι καὶ μετὰ τὴν παράβασιν οὐ μόνον φείδεται καὶ προνοεῖται αὐτοῦ, ἀλλὰ καὶ προφητικοῦ χαρίσματος ἠξίωσε. Φησὶ γὰρ περὶ τῆς γυναικὸς αὐτοῦ· «Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.» Οὐκ ἦν γὰρ τῆς αὐτοῦ δυνάμεως προϊδεῖν ὅτι ποιήσει κόσμον ἀνθρώπων ἐκ τῆς γυναικὸς αὐτοῦ, εἰ μὴ θεία δύναμις καὶ χάρις αὐτῶι ἐνεπνεύσθη. |
ε.71 | Πάλιν φονεύσαντος τοῦ Κάϊν τὸν Ἄβελ μήπω ποιήσαντα τέκνα, ἀλλὰ νέον καὶ ἄωρον, περιόντος δὲ τοῦ Κάϊν, προβλέπων πάλιν ὡς καὶ Κάϊν καὶ τὸ τούτου σπέρμα ἀπολέσθαι ἔχει ἐν τῶι κατακλυσμῶι, ὃν ἐγέννησε τρίτον Σὴθ προσηγόρευσεν, ὡσανεὶ θεμέλιοςοὕτω γὰρ ἑρμηνεύεται τὸ Σήθ, ἐν ταὐτῶι δύο προφητείας εἰπών, ὅτι καὶ τὸ σπέρμα τοῦ Κάϊν ἀπολέσθαι ἔχει καὶ οὗτος ὁ γεννηθεὶς ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος καινὸς τῶν ἀνθρώπων ἐστίν. Οὐ μόνον δὲ αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ αὐτοῦ οὕτως, καὶ αὐτὴ προβλέπουσα προσηγόρευσεν αὐτόν· φησὶ γὰρ περὶ αὐτῆς· «Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινεν Κάϊν», τοῦτο καὶ αὐτὴ λέγουσα ὅτι· Ἄβελ ἄπαις τελευτᾶι, τὸ δὲ τοῦ Κάϊν σπέρμα ἀπολεῖται· τοῦτόν μοι δέδωκεν ὁ Θεὸς καινὸν θεμέλιον πάντων ἀνθρώπων. Καὶ ταῦτα μὲν ἡ Εὔα. |
ε.72 | Ὁ δὲ Ἀδάμ, μετὰ τὸ εἰπεῖν τὸν συγγραφέα τὴν γέννησιν τοῦ Σὴθ καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, ἀναλαμβάνων πάλιν τὰ κατὰ τὸν Ἀδὰμ φησὶν οὕτως· «Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ἧι ἡμέραι ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ ηὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ἧι ἡμέραι ἐποίησεν αὐτούς. Ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.» Ἐνταῦθα καὶ αὐτὸς ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ, ὡς θεμέλιον ὄντα πάντων ἀνθρώπων καὶ φέροντα τοὺς ἰδίους χαρακτῆρας καὶ τὰ ἴδια ἀξιώματα. Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὸν Θεὸν λέγει τεθεικέναι ὄνομα τῶι πρώτωι ἀνθρώπωι, καὶ τὸν ἄνθρωπον τῆι γυναικί, καὶ ἀμφοτέρους τῶι τέκνωι. |
ε.73 | Ἐκ τῶν δὲ κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων καὶ αἱ ἀόρατοι Δυνάμεις λογικαὶ τυγχάνουσαι διδάσκονται τὰ περὶ Θεοῦ. Ὁ γὰρ ἄνθρωπος σύνδεσμός τις ὢν πάσης κτίσεως, εἰκὼν δὲ Θεοῦ, παιδευτήριον τυγχάνει τὰ περὶ αὐτὸν οἰκονομούμενα καὶ αὐτοῦ καὶ πάντων τῶν λογικῶν. Ἁμαρτήσαντος γὰρ αὐτοῦ καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, οὗτοι ἐθρήνουν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς ἀφελπιστίαν λογιζόμενοι· ὁρῶντες δὲ πάλιν τὸν Θεὸν αὐτοῦ ἐπιμελούμενον εὐελπιστίαν τινὰ προσελάμβανον περὶ αὐτοῦ καὶ περὶ ἑαυτῶν. Τοῦτο δὲ καὶ ἐν Εὐαγγελίοις δηλοῖ ὁ Κύριος λέγων ὅτι· «Χαρὰ ἐν οὐρανῶι γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῶι μετανοοῦντι», ὡς δῆλον καὶ λύπη, ὅταν τις τὸ ἐναντίον ἁμάρτηι. |
ε.74 | Ἀλλὰ καὶ ὁ Ἀπόστολος λέγει ὅτι καὶ οἱ ἄγγελοι ὑπετάγησαν μὲν δουλεύειν τῆι ματαιότητι διὰ τὸν ἄνθρωπον ἐλπίδι τινί, ἧι δέδωκεν ὁ Θεός, ὅτι καὶ αὐτοὶ ἐλευθεροῦνται, ὅταν οἱ ἄνθρωποι τὴν ἐλπίδα τὴν αὐτοῖς ἀποκειμένην ἀπολαμβάνωσιν υἱοὶ Θεοῦ ἐν δόξηι καθιστάμενοι. Μαρτυρεῖ δὲ πάλιν ὁ Ἀπόστολος ὡς οἱ ἄγγελοι ἐκ τῶν περὶ τὸν ἄνθρωπον οἰκονομουμένων διδάσκονται τὰ περὶ Θεοῦ καί φησιν· «Ἵνα γνωρισθῆι νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία», σαφῶς διὰ τῆς Ἐκκλησίας εἰπὼν αὐτοὺς διδάσκεσθαι τὴν τοῦ Θεοῦ σοφίαν.ΑΒΕΛ |
ε.75 | Οὗτος ὁ Ἄβελ, ὁ δίκαιος, ὃς ἀδίκως ἀποθανὼν πρῶτος πάντων ἀνθρώπων ἔδειξε σαθρὰ εἶναι τοῦ θανάτου τὰ θεμέλια. Διὰ τοῦτο καὶ ἀποθανὼν ἔτι λαλεῖ προμηνύων τὴν τῶν νεκρῶν ἀνάστασιν, ἣν ὁ Δεσπότης Χριστὸς πρῶτος πάντων ἐν ἑαυτῶι δείξας, κατέλυσε τοῦ θανάτου τὸ δοκοῦν κράτος. Οὗτός ἐστιν Ἄβελ, ὁ ὡς ἐν αἰνίγματι μιμητὴς τοῦ πάθους τοῦ Χριστοῦ ὑπάρχων, ὃς διὰ φθόνον ἀγαθῶν ἔργων ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως ἀπεκτάνθη, περὶ οὗ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι φησιν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίωι, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίαι πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῆι Θεῶι πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης νέας μεσίτηι Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.»Παραγραφή |
ε.76 | Ἐνταῦθα δείκνυται σαφέστερον, τοῦ δικαίου Ἄβελ τελευτήσαντος, ὡς οὐ κατ᾽ ὀργὴν ὁ θάνατος τῶι ἀνθρώπωι ἐπενήνεκται, ὅτι ὁ μὴ ἁμαρτήσας πρὸ τοῦ ἁμαρτήσαντος ἔθανεδιὰ τοῦτο καὶ ζήτησις παρὰ Θεοῦ γίνεται τῆς ζωῆς τοῦ Ἄβελ καὶ ἐκδίκησις τοῦ θανάτου αὐτοῦ, καὶ ὅτι μετὰ θάνατον βοᾶι δηλῶν διὰ τούτου ὡς παλινδρομήσει εἰς ζωήν. Καὶ πάλιν ὁ θάνατος μὴ συγχωρηθεὶς ἐπὶ τὸν ἁμαρτήσαντα πρῶτον ἐπελθεῖν, ἀλλ᾽ ἐπὶ τὸν μὴ ἁμαρτήσαντα, δείκνυται καταλυόμενος, ὡς τὴν πρώτην ἔφοδον ἀδίκως ἐπελθών, καὶ οὐ δικαίως· ἐπὶ δίκαιον γὰρ τέθεικε θεμέλια, καὶ οὐχὶ ἐπὶ ἁμαρτωλόν· ὅθεν ἔνεστι μαθεῖν ὅτι σαθρὰ θεμέλια τέθεικεν ὁ θάνατος· διὰ τοῦτο τάχιστα καταλυθήσεται, ὃ καὶ γέγονεν ἐπὶ τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, καταλυθὲν αὐτοῦ τὸ δοκοῦν κράτος. Δόξα τῶι ἐξ ἀρχῆς ἕως τέλους οἰκονομήσαντι τὰ κατὰ τὸν ἄνθρωπον. |
ε.77 | Ἐκ τούτου δείκνυται πάλιν μὴ κατ᾽ ὀργὴν εἶναι τὸν θάνατον, ὅτι καὶ οἱ μαρτυρούμενοι δίκαιοι εἶναι ἄωροι καὶ βίαι τελευτῶσιν, οἱ δὲ μαρτυρούμενοι ἁμαρτωλοί, πληρώσαντες τὰς ἡμέρας ἑαυτῶν, ἐν μακρῶι γήρει ἐτελεύτησαν. «Ἅπαξ γὰρ ἀπόκειται παρὰ Θεοῦ τοῖς ἀνθρώποις ἀποθανεῖν», καθά φησιν ὁ Ἀπόστολος, ἐκ τοῦ πλείονος αὐτὸ προσειπών· οὔτε γὰρ πάντες ἀποθνήισκουσιν, οὔτε Λάζαρος καὶ οὓς ἤγειρεν ὁ Κύριος ἄλλους ἅπαξ μόνον ἀπέθανον, ἀλλ᾽ ἵνα εἴπηι ὅτι πάντες ἐν τῆι καταστάσει ταύτηι ὄντες οἱ ἄνθρωποι θνητοὶ ὑπάρχοντες καὶ οὕτως κτισθέντες ὑπὸ Θεοῦ. Μετὰ τοῦτο ἑτέρα τις κατάστασις ἐπεισάγεται κρείττων, διακρίνουσα δικαίους καὶ ἀδίκους, εὐσεβεῖς καὶ ἀσεβεῖς, ἐν ἧι θάνατος οὐκέτι κρατεῖ. |
ε.78 | Ἔτι. Τινὲς ἔφασαν ὅτι, ἁμαρτήσαντος τοῦ πρώτου ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, ἐκ τῆς προσούσης αὐτῶι ἀθανασίας εἰς θνητότητα μετεβλήθη, καὶ δῆθεν ἑρμηνεύοντες λέγουσιν ὅτι τὸ εἰπεῖν τὸν Θεὸν «ἧι δ᾽ ἂν ἡμέραι φάγηι ἀπὸ τοῦ ξύλου, θανάτωι ἀποθανῆι» θνητὸν αὐτὸν γενέσθαι ἔφησεν· ὁρῶμεν γὰρ αὐτὸν μὴ εὐθέως κατὰ τὴν ἀπειλὴν ἀποθανόντα, ὡς δῆλον ὅτι τοῦτο αὐτῶι αἰνίττεται, ὅτι· Ἀθάνατος ὢν γενήσηι θνητός, ἵνα ἀληθεύσειεν, φησίν, ἡ ἀπόφασις τοῦ Θεοῦ· ὅθεν καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, τῆι πατρικῆι ἀποφάσει ὑποπίπτοντες, θνητοὶ γεννῶνται. |
ε.79 | Καὶ εἰ τοῦτο ἀληθές, πῶς ὑποπεσὼν κατ᾽ αὐτοὺς ὁ Ἄβελ τῆι ἀποφάσει καὶ θνητὸς γεννηθείς, δίκαιος δὲ ἀναφανεὶς καὶ παρθένος, οὐκ ἀρκετὴ ἐγένετο ἡ ἀπόφασις ἐπ᾽ αὐτοῦ, ἀλλ᾽ ἑτέραι πάλιν τιμωρίαι ὑποπέπτωκε, λέγω δὴ τῆι ἀωρίαι; Πόθεν οὖν αὐτῶι τοῦτο προσετέθη, δικαίου ὄντος καὶ παρθένου, ἄλλως τε δὲ καὶ τῆς, ὡς λέγεται, πατρικῆς ἀποφάσεως ἤδη ἐντὸς γεγονώς, τουτέστι θνητοῦ, δυναμένων καὶ θνητῶν δικαίων διατηρεῖσθαι μὴ θανεῖν, ὥσπερ ὁρῶμεν καὶ ἐπὶ τοῦ Ἐνὼχ ὑποπεσόντος μὲν καὶ αὐτοῦ τῆι πατρικῆι ἀποφάσει, ὥς φατε, καὶ γυναῖκα ἐσχηκότος καὶ τέκνα, πεῖραν δὲ θανάτου μὴ εἰληφότος, τοῦ δὲ Ἄβελ μήτε γυναῖκα μήτε τέκνα ἐσχηκότος; |
ε.80 | Πῶς δὲ καὶ τοῦ Κάϊν αἰτησαμένου θάνατον διὰ τὴν ἀδελφοκτονίαν, ὁ Θεὸς οὐ δίδωσιν, ἀλλὰ μᾶλλον βαρυτέραι τιμωρίαι παραδίδωσι, τὸ στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς, καὶ ἀπαλλαγὴν τούτου τοῦ κακοῦ τὸν θάνατον εἶναι λέγει; Φησὶ γάρ· «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει», ἵνα εἴπηι· Πολλὰς τιμωρίας ἀφαιρεῖται ἀπ᾽ αὐτοῦ καὶ παραλύει αὐτοῦ τὴν κόλασιν πᾶς ὁ ἀποκτείνων αὐτόν. Ἔστιν οὖν καὶ ἐκ τούτου ἰδεῖν, ὡς τοῦ δικαίου καὶ παρθένου συγχωρηθέντος ἀποκτανθῆναι, ὡς οὐ κατ᾽ ὀργὴν ὁ θάνατος τῶι ἀνθρώπωι ἐπενήνεκται, καθὰ οἱ τερατολόγοι ἀποφαίνονται, ἀλλὰ φιλανθρωπίαι καὶ σοφίαι τῆι παρὰ τοῦ οἰκτίρμονος Θεοῦ πρὸς παιδείαν ἡμετέραν, καθὰ καὶ πρώην εἰρήκαμεν. |
ε.81 | Ἔτι. Πῶς δὲ κατ᾽ αὐτούς, τοῦ πρώτου ἀνθρώπου ἁμαρτήσαντος ἐπὶ βρώσεως ἑνὸς φυτοῦ, καὶ αὐτὸν καὶ πάντας τοὺς ἐφεξῆς θνητότητι κατεδίκασε, τὸν δὲ πρῶτον φονέα στένειν καὶ τρέμειν καταδικάσας οὐ πάντας τοὺς ἐφεξῆς φονέας τῆι αὐτῆι τιμωρίαι καταδικάζει, ἀλλ᾽ ἑτέραι, ἧι καὶ ὁ πρῶτος παρεκάλει καταδικασθῆναι, καὶ παρακαλῶν οὐκ ἔτυχεν;ΕΝΩΧ |
ε.82 | Οὗτός ἐστιν Ἐνὼχ πρὸς ὃν οὔτι ἡ ἀπόφασις τοῦ θανάτου ἐκράτησε· μετετέθη γὰρ ὑπὸ τοῦ Θεοῦ μὴ ἰδεῖν θάνατον, καθὰ τῆι θείαι Γραφῆι δοκεῖ, ὅπως καὶ διὰ τούτου προμηνυθῆι ἡμῖν ὡς οὐ κρατήσει ἐπὶ τῶν ἀνθρώπων ὁ θάνατος, ἀλλὰ λύσιν δέξεται τὰ κατ᾽ αὐτόν, ὥσπερ καὶ γέγονεν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, καταλυθέντος αὐτοῦ τοῦ κράτους. Οὗτός ἐστιν Ἐνὼχ ὁ μετατεθεὶς εἰς ζωὴν εἰς δεῖγμα τῆς τοῦ Θεοῦ δυνάμεως ταῖς μετὰ ταῦτα γενεαῖς, τῆς δυναμένης διατηρῆσαι τοὺς θνητοὺς μὴ θανεῖν, ἀλλὰ ζῶντας τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένειν. Οὗτός ἐστιν ὁ ἅμα τῶι Ἠλίαι ἐν ἐσχάταις ἡμέραις ἀντικαθιστάμενος τῶι Ἀντιχρίστωι καὶ ἐλέγχων τὴν πλάνην αὐτοῦ κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν. Οὗτός ἐστιν ὁ διὰ πίστεως καὶ εὐαρεστήσεως ἐκφυγὼν τὴν ὁδὸν τοῦ θανάτου.Παραγραφή |
ε.83 | Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ᾽ ὀργὴν ἐπενήνεκται τῶι ἀνθρώπωι ὁ θάνατος, οὔτε ἡ ἀπόφασις τοῦ θανάτου, ἀλλ᾽ ἵνα, καθὰ εἰρήκαμεν, μισητὴν αὐτῶι ποιήσηι τὴν ἁμαρτίαν καὶ ποθητὴν τὴν δικαιοσύνην. Ὅθεν ἐπὶ τούτου οὔτε ἡ ἀπόφασις, οὔτε αὐτὸς ὁ θάνατος ἐκράτησεν οὔτε κρατήσει. «Πίστει γὰρ Ἐνὼχ μετετέθη, φησὶν ὁ Ἀπόστολος, τοῦ μὴ ἰδεῖν θάνατον», σαφῶς δηλώσας ὅτι οὐχ ὁρᾶι θάνατον, ἀλλὰ ζῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένει μετὰ πάντων τῶν περιλειπομένων ζώντων ἐν τῆι παρουσίαι τοῦ Κυρίου καὶ μὴ φθανόντων ἐκ τῆς ὀξύτητος τῆς ἀναστάσεως καὶ τῆς ζωῆς τῆς γενομένης ἀποθανεῖν. |
ε.84 | Ἔτι. Εἰπάτωσαν ἡμῖν οἱ τερατολόγοι, οἱ κατ᾽ ὀργὴν Θεοῦ τὸν θάνατον ἡμῖν προσγενέσθαι λέγοντες, καὶ οὐ κατ᾽ οἰκονομίαν καὶ σοφίαν, πῶς, χρεωστούντων πάντων τῶν ἀνθρώπων ἐκ τῆς πατρικῆς ἀποφάσεως ἅπαξ ἀποθανεῖν, οὗτος τῶι ἐπιτιμίωι τούτωι οὐχ ὑποπίπτει; |
ε.85 | Τοῦτο τὸ μῆκος τῆς κιβωτοῦ. Ἔστι δὲ πηχῶν τριακοσίων, τὸ δὲ πλάτος, ὡς εἴρηται, κάτωθεν μὲν ἔχει πήχεις πεντήκοντα, ἄνωθεν δὲ πῆχυν μίαν. «Ἐπισυνάγων γάρ, φησί, ποιήσεις αὐτὴν καὶ εἰς πῆχυν συντελέσεις». Τὸ δὲ ὕψος πηχῶν τριάκοντα. Διεῖλεν οὖν εἰς τρεῖς σηκοὺς τοὺς τριάκοντα πήχεις, ἀπὸ πηχῶν δέκα τὸ ὕψος ἑκάστου σηκοῦ. «Διώροφα γὰρ καὶ τριώροφα ποιήσεις αὐτήν», ὡσανεί· Δύο μὲν στέγας τάξον ἔσωθεν καὶ τρίτην τὴν ἄνωθεν στέγην, ἵνα γένωνται σηκοὶ τρεῖς. Καὶ εἰς μὲν τὸν κατώτερον σηκὸν τὰ θηρία καὶ τὰ ἰοβόλα ἑρπετὰ ἐπέταξεν εἶναι, ὡς ἐμφωλεύοντα διαπαντὸς ὑπὸ τὴν γῆν· τὰ δὲ τετράποδα καὶ τὰ ἐξαλλόμενα ἐπὶ τὰ ὄρη εἰς τὸν δεύτερον σηκὸν ἔταξεν εἶναι, ὡς ἐπάνω τῆς γῆς καὶ ἐν τοῖς ὄρεσι διαιτώμενα· τὰ δὲ πετεινὰ καὶ τὸν ἄνθρωπον εἰς τὸν τρίτον σηκὸν ἔταξεν εἶναι, ὡς τὰ μὲν ἀεροπόρα ὄντα, τὸν δὲ οὐράνιον μέλλοντα εἶναι.ΝΩΕ |
ε.86 | Οὗτός ἐστιν Νῶε, ὁ τέλειος δίκαιος ὢν ἐν τῆι γενεᾶι αὐτοῦ, ὁ ἀκούσιον μέθην ὑπομείνας καὶ θεωρήσας ἐν αὐτῆι μυστήρια. Φησὶ γὰρ ἡ Γραφή· «Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος.» Καὶ μετὰ τὸ αὐτῶι προειπεῖν ὡς ἐν τάξει κατάρας τὰ μέλλοντα, λέγει καὶ τοῖς ἄλλοις ὡς ἐν τάξει εὐλογίας τὰ ἐσόμενα καί φησιν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ», καὶ πάλιν· «Πλατύναι ὁ Θεὸς τῶι Ἰάφεθ καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ.» Τρόπον γάρ τινα οὔτε τῶι πρώτωι κατηράσατο, οὔτε τούτους ηὐλόγησεν, ἀλλὰ πρόρρησιν ἐξεῖπε μυστηρίων διὰ τοῦ Δεσπότου Χριστοῦ ἐκτελουμένων. Οὔτε γάρ ποτε ἐδούλευσαν οἱ τοῦ Χαναὰν τοῖς ἀδελφοῖς αὐτῶν, ἀλλὰ μᾶλλον ἐκεῖνοι τούτοις ἐδούλευσαν ἐν Αἰγύπτωι. Ἀλλ᾽ οὔτε οἱ Γαβαωνῖται, ὥς τινες ὑπενόησαν, ἐδούλευσαν αὐτοῖς, ἀλλὰ τῶι Θεῶι ἐδούλευον· ξυλοφόρους γὰρ καὶ ὑδροφόρους τῶι ναῶι τοῦ Θεοῦ αὐτοὺς κατεστήσαντο, οὐ γὰρ ἑαυτοῖς. |
ε.87 | Τί οὖν ἐστιν, ἢ πάντως πρόρρησίς ἐστιν, ὡς τῶι Χριστῶι δουλεύουσι καὶ αὐτοὶ τῶι ἐκ τοῦ Σὴμ ὑπάρχοντι κατὰ σάρκα; Τὸ δὲ «εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ» τί τὰ πρὸς τὸν Σήμ, εἰ ὁ Θεὸς αὐτοῦ εὐλογητός ἐστιν; Ἀλλ᾽ ἐπιφέρει· «Πλατύναι ὁ Θεὸς τῶι Ἰάφεθ καὶ κατοικησάτω», ὡσανεὶ ὁ Θεός, «ἐν τοῖς σκηνώμασι τοῦ Σήμ», ὑπερβατὸν αὐτῶι εἰρηκώς, ἵνα ἦι οὕτως· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ», λοιπόν· «Πλατύναι ὁ Θεὸς τῶι Ἰάφεθ»· καὶ γὰρ καὶ τῶι Ἰάφεθ καὶ τῶι Χαναὰν ἐπλάτυνε· καὶ πάλιν ἀμφότεροι τῶι Χριστῶι δουλεύουσι τῶι ἐκ τοῦ Σὴμ ὑπάρχοντι. |
ε.88 | Πάσας γὰρ τὰς κατοικίας ἑαυτοῦ ὁ Θεός, ἃς πρὸς τοὺς ἀνθρώπους ἐποιήσατο, μερικῶς μὲν ἐν τοῖς προφήταις, ὁλοτελῶς δὲ καὶ ἀδιασπάστως καὶ καθολικῶς ἐν τῶι Δεσπότηι Χριστῶι κατὰ σάρκα, πεποίηται τοῖς ἐκ τοῦ Σὴμ ὑπάρχουσι, καθάπερ περὶ τοῦ Δεσπότου Χριστοῦ γέγραπται κατὰ σάρκα· «Ἐν ὧι κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». Τούτων οὖν τῶν ὀπτασιῶν καὶ αὐτὸς ἠξιώθη προειπεῖν τῶν κατὰ τὴν οἰκονομίαν τοῦ Δεσπότου Χριστοῦ ἐκτελουμένων.Παραγραφή |
ε.89 | Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ᾽ ὀργὴν τῶι ἀνθρώπωι ὁ θάνατος προσενήνεκται. Ὅσον γὰρ κατὰ τὸ προσεχὲς μὲν κατ᾽ ὀργὴν Θεοῦ πάντων ἀνθρώπων διαφθαρέντων ἐν τῶι κατακλυσμῶι, κατὰ δὲ τὸ ἀληθὲς διὰ τῆς ἀωρίας τῶν ἁμαρτιῶν, ὧν εἶχον ποιῆσαι, κουφισθέντες, τούτου δέ, ὡς κειμηλίου ἐξαιρέτου ὄντος, διαφυλαττομένου καὶ οὕτως προνοουμένου, ἀληθὲς τὸ πρὸς ἡμῶν λεγόμενον, ὅτι οὐ κατ᾽ ὀργὴν ἐπενήνεκται τῶι ἀνθρώπωι ὁ θάνατος, ἀλλὰ πρὸς ὠφέλειαν καὶ παιδείαν καὶ παῦλαν τῆς ἐνταῦθα μοχθηρᾶς ζωῆς. Καὶ γὰρ ὁ Νῶε τοσοῦτο διαφυλαχθεὶς καὶ προνοηθεὶς ὑπὸ τοῦ Θεοῦ τὴν ὁδὸν τοῦ θανάτου οὐκ ἐξέφυγε. Κἀκεῖνοι οἱ ἀπολόμενοι, ὃν εἶχον ὑπομεῖναι μετ᾽ ὀλίγον θάνατον, ὡς θνητοί, ὡς κατ᾽ ὀργὴν διὰ τῆς ἀωρίας ὑπέμενον, ὠφεληθέντες μᾶλλον καὶ ἐπικουφισθέντες τῶν πολλῶν ἁμαρτιῶν, ὧν ἤμελλον προστιθέναι ζῶντες. |
ε.90 | Τὴν αὐτὴν δὲ τιμὴν καὶ εὐλογίαν καὶ ἐπαγγελίαν καὶ τούτωι, ὡς τῶι πρώτωι ἀνθρώπωι, καὶ ἔτι πλέον ἀνανεοῖ ὁ Θεὸς λέγων· «Καὶ ηὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῶν δέδωκα· καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε», καὶ μετ᾽ ὀλίγα· «Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.» |
ε.91 | Ἰδοὺ δῆλόν ἐστιν ὅτι καὶ πρὸ τῆς παραβάσεως καὶ μετὰ τοσοῦτον χρόνον τῆς παραβάσεως τὴν αὐτὴν τιμὴν καὶ ἐξουσίαν καὶ κυρείαν δέδωκε τῶι ἀνθρώπωι, νυνὶ δὲ καὶ πλέον, ὅτι πρὸ μὲν τῆς παραβάσεως ἐν τῶι παραδείσωι ἀπὸ παντὸς ξύλου ἐκέλευσεν ἐσθίειν τὸν ἄνθρωπον, πλὴν ἑνός· μετὰ δὲ τὴν ἐκβολὴν τοῦ παραδείσου, οὐκέτι ἀπὸ ξύλου ἐκέλευσεν αὐτὸν ἐσθίειν, ἀλλὰ ἀπὸ τῶν σπερμάτων τῆς γῆς. Παιδεύσας οὖν τὰς δέκα γενεὰς ἐκείνας ὁ Θεὸς ἐν τῆι πέραν γῆι, τῆι ἀκανθώδει, διὰ ξηρᾶς πάνυ καὶ μοχθηρᾶς ζωῆς, τοὺς μετὰ ταῦτα διὰ τοῦ Νῶε ἐν τῆι γῆι ταύτηι διεπέρασε καὶ ἔταξεν εἶναι, κρείττονι τυγχανούσηι καὶ σχεδὸν ἴσηι τοῦ παρα δείσου, κελεύσας πάντων ἀπογεύεσθαι καὶ ξύλων καρπίμων καὶ σπερμάτων ὁμοῦ, ἔτι τε πλέον καὶ κρεοφαγεῖν. |
ε.92 | Τίς ὁρῶν τοσαύτην πρόνοιαν καὶ ἐπιμέλειαν τοῦ σοφοῦ καὶ εὐσπλάγχνου Θεοῦ δυσπετήσειε λέγων κατ᾽ ὀργὴν Θεοῦ τὸν θάνατον τῶι ἀνθρώπωι προσγενέσθαι, καὶ οὐχὶ μᾶλλον σοφῶς καὶ εὐχαρίστως νοήσειεν; Ὅτιπερ παιδεῦσαι βουλόμενος ὁ Θεὸς τὸ ἀνθρώπινον γένος σοφῶς τὸν θάνατον τῆι ἁμαρτίαι τοῦ πρωτοπλάστου ἐπέρριψεν, ἵνα μισητὴν αὐτῶι τὴν ἁμαρτίαν ἀπεργάσηται, διὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου τῆς ζωῆς ἐκκάων αὐτὸν καὶ εἰς πόθον πάλιν παιδεύων τῆς ἀθανασίας· τῶι γὰρ εἰπεῖν τὸν Θεὸν «μήποτε ἐκτείνηι τὴν χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγηι καὶ ζήσεται εἰς τὸν αἰῶνα» πόθον τινὰ καὶ ἔρωτα καὶ ἐλπίδα χρηστὴν τῶι ἀνθρώπωι ἀθανασίας προκατεβάλετο, διὰ τοῦ ἀνθρώπου δὲ καὶ πάσαις ταῖς ἀοράτοις Δυνάμεσιν. |
ε.93 | Οὐδὲ γάρ τι τῶν ἐπαγγελιῶν τῶν πρὸ τῆς παραβάσεως ἐκώλυσεν ἢ ἐστέρησε τὸν ἄνθρωπον, ἀλλὰ παιδεύσας καὶ πλέον δέδωκε καὶ τῆς ἐπωνυμίας τῆς εἰκόνος τῆς ἑαυτοῦ τὴν ἀξίαν διὰ τοῦ Νῶε ἐπέτεινεν· «Ὅτι ἐν εἰκόνι Θεοῦ, φησίν, ἐποίησα τὸν ἄνθρωπον.» Ἐπὶ τοῦτο οὖν ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον, ὥστε ἐν τῆι παρούσηι ζωῆι θνητὸν καὶ τρεπτὸν διάγειν, καὶ μετὰ τὴν ἐνταῦθα παιδείαν ἀθάνατον ἀπεργάσηται. Φανερώτερον δὲ πάλιν ἐστὶ περὶ τούτου ἰδεῖν ὅτι, ἐξ ἀρχῆς ἕως τέλους, κατ᾽ ὀλίγον ἐπὶ τὰ κρείττω διὰ παιδεύσεως καὶ μαθήσεως ἤγαγε καὶ ἄγει τὸν ἄνθρωπον ὁ Θεός, καὶ τούτωι πάλιν χάρισμα προφητείας ὁ Θεὸς ὡς τοῖς πρώτοις ἀνθρώποις μετέδωκεν. |
ε.94 | Ἔχει δὲ καί τινα ὁμοίωσιν ὁ Νῶε πρὸς τὸν Δεσπότην Χριστὸν κατὰ σάρκα. Ὥσπερ γὰρ ἐκ τοῦ φυράματος τῶν πρώτων ἀνθρώπων διεφυλάχθη καὶ μετηνέχθη εἰς κρείττονα γῆν πρὸς τὸ μὴ ὑπονοῆσαι τοὺς ἀνθρώπους, ὡς μεταμελείαι τινὶ καταγινώσκων τοῦ ἑαυτοῦ πλάσματος ὁ Δεσπότης Θεὸς τοὺς ἀνθρώπους κατακλυσμῶι διέφθειρεν, οὕτως καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα· μόνος ἐκ τοῦ φυράματος τῶν ἀνθρώπων ἐλήφθη πρὸς σωτηρίαν παντὸς τοῦ κόσμου καὶ εἰς κρείττονα καὶ οὐράνιον πολιτείαν καὶ διαγωγὴν μετέστη. Δόξα τῶι Θεῶι. Ἀμήν.ΜΕΛΧΙΣΕΔΕΚ |
ε.95 | Οὗτός ἐστιν ὁ Μελχισεδέκ, ὁ πηλίκος ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ τοὺς κατὰ νόμον Μωϋσέως ἱερεῖς ἀποδεκατῶν. Οὗτός ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης καὶ τῆς δικαιοσύνης, ἅμα καὶ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ ἀφωμοιωμένος τῶι Υἱῶι τοῦ Θεοῦ, ὁ τὴν ἱερωσύνην μήτε ἐκ διαδοχῆς ἑτέρων ἱερέων παραλαβών, μήτε ἑτέροις ἱερεῦσι παραπέμψας. Οὗτός ἐστιν ὁ μὴ κατὰ νόμον Μωϋσέως τὰς λατρείας ἐπιτελῶν, ἀλλ᾽ ἑτέροις κρείττοσι συμβόλοις ἱερουργῶν. Οὗτός ἐστιν ὁ τὸν πατριάρχην Ἀβραὰμ εὐλογήσας, ὁ ἀπάτωρ καὶ ἀμήτωρ καὶ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, ὁ μόνος ἱερεὺς καὶ βασιλεύς, ὁ ἀφωμοιωμένος τῶι Υἱῶι τοῦ Θεοῦ, καὶ αὐτὸς ἀξιωθεὶς τοσούτων ἀγαθῶν μηνυτής.Παραγραφή |
ε.96 | Μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων λοιπὸν πληθυνθέντων, οὗτος μόνος ἐξ αὐτῶν ἐκ προαιρέσεως ἰδίας ἀνεδείχθη ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ βασιλεὺς τῆς Ἱερουσαλήμ, καθ᾽ ὁμοιότητα τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ κάλλιστα πάντων τῶν κτισμάτων, ἐν οἷς ἀεὶ τὸ ἀνθρώπινον γένος στηρίζεταί τε καὶ εὐφραίνεται, κατὰ τὴν Γραφήν, προσέφερεν ἱερεῖα τῶι Θεῶι. Οὗτος ὡς βασιλεὺς πάντως καὶ τὸν ὑπ᾽ αὐτοῦ διοικούμενον λαὸν ἐν τούτοις ἀναστρέφεσθαι νουθετῶν, διετέλει αὐτῆι τῆι τάξει ἱερουργῶν καὶ ἐξιλεούμενος περὶ τοῦ ἰδίου λαοῦ. Χαναναῖος μέντοι ὑπάρχων καὶ τῶν Χαναναίων βασιλεύς, μὴ ὢν ἐκ γένους τῶν προπατόρων Ἀβραάμ, ἀλλὰ γνωστὸς ὢν τῆς γενεαλογίας τῶν προπατόρων Ἀβρααμιαίων, τοιοῦτος παρὰ τοῖς ἀνθρώποις ἀνεδείχθη δίκαιος, καὶ βασιλεὺς καὶ ἱερεύς. Οὗτος πρῶτος ὡς ἱερεὺς τὸν Ἀβραὰμ εὐλογήσας καὶ τῶι Θεῶι εὐχαριστήσας δεκάτας ἐλάμβανεν ἀπὸ πάντων, ὧν εἶχεν Ἀβραάμ. |
ε.97 | Οἶμαι δὲ τάχα καὶ ἀληθὲς ἐρῶ καὶ τὴν Ῥεβέκαν διὰ τούτου πορευθεῖσαν, καθὰ γέγραπται, πυθέσθαι τότε παρὰ Κυρίου περὶ ὧν εἶχεν ἐν γαστρὶ διδύμων, ἣ καὶ ἤκουσεν ὅτι· «Ὁ μείζων δουλεύσει τῶι ἐλάσσονι»· ὡς ἱερεῖ γὰρ τοῦ Θεοῦ ἐκ συνηθείας κατὰ τὸν καιρὸν ἐκεῖνον προσήρχετο πυθέσθαι παρὰ Κυρίου. |
ε.98 | Ἀπάτορα δὲ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον αὐτὸν ἐξεῖπε, καὶ μήτε ἀρχὴν ἡμερῶν μήτε τέλος ζωῆς ἔχοντα, ὡς μὴ ὄντα μὲν τῶν γενεαλογουμένων ἐκ τῶν Ἀβραμιαίων ἀνθρώπων, ἔχοντα δὲ ὁμοίωσιν καὶ ἐν τούτωι πρὸς τὸν Δεσπότην Χριστόν, ὅτι ἀπάτωρ μέν ἐστι κατὰ σάρκα, ἀμήτωρ δὲ κατὰ τὴν θεότητα, καὶ ὁμοίως ἀγενεαλόγητος, μήτε δὲ ἀρχὴν ἡμερῶν ἔχων ὡς ἄναρχος κατὰ τὴν θεότητα, μήτε δὲ ζωῆς τέλος ἔχων πάλιν κατ᾽ αὐτήν, ὁμοίως καὶ κατὰ τὴν ἀνθρωπότητα, ὡς ἀθάνατος γενόμενος καὶ ἄτρεπτος. Ἑκάστοτε τοίνυν ὁ Θεὸς ὑπομιμνήισκει τοὺς ἀνθρώπους, εἴτε διὰ λόγων εἴτε διὰ τύπων, ὡς δευτέρα τις κατάστασις μετὰ τὴν ἐνταῦθα ζωὴν τοῖς ἀνθρώποις ἀπόκειται.ΑΒΡΑΑΜ |
ε.99 | Οὗτος ὁ μέγας πατριάρχης Ἀβραάμ, ὁ πρῶτος ἀνθρώπων καταλείψας πατρίδα καὶ γένος καὶ ἔθνος, καὶ πιστεύσας τῶι Θεῶι καὶ δικαιωθεὶς διὰ τοῦτο καὶ διὰ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ἃς πρὸς αὐτὸν ἐποιήσατο ὁ Θεός, ὁ ἐκ νενεκρωμένου σώματος καὶ νενεκρωμένης μήτρας μυριάδας συστησάμενος, ὁ τὸν εὐλογημένον καρπὸν ὡς ἀπὸ ῥίζης φὺς τῶι κόσμωι, δι᾽ οὗ ὁ κόσμος εὐλογεῖται καὶ ἀνακτίζεται, ὁ δι᾽ ἔργων καὶ δι᾽ ἐπαγγελιῶν μηνύων τῶι κόσμωι τὴν ἐκ νεκρῶν ἀνάστασιν· δι᾽ ἐπαγγελιῶν μέν, ὡς τό· «Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῶι σπέρματί σου πάντα τὰ ἔθνη», καθάπερ καὶ ὁ Ἀπόστολος βοᾶι· «Τῶι δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῶι σπέρματι αὐτοῦ, ὅ ἐστι Χριστός»· δι᾽ ἔργων δέ, ὅτε τὸν μονογενῆ υἱὸν εἰς θυσίαν προσήνεγκεν· οὕτως γὰρ λέγει ὁ Κύριος· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.» |
ε.100 | Ὁ δὲ ἀπόστολος Παῦλος βοᾶι· «Πίστει προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῆι ἐκομίσατο.» Πάλιν γὰρ καὶ ἐν τῆι πρὸς Ῥωμαίους βοᾶι· «Καθὼς γέγραπται· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ ἀσθενήσας τῆι πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένονἑκατονταέτης που ὑπάρχωνκαὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῆι ἀπιστίαι, ἀλλ᾽ ἐδυναμώθη τῆι πίστει, δοὺς δόξαν τῶι Θεῶι καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην. Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῶι, ἀλλὰ καὶ δι᾽ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.» |
ε.101 | Τὸ δὲ πορευθῆναι τρεῖς ἡμέρας, ἕως οὗ φθάσηι τὸν τόπον, ὃν ἔδειξεν αὐτῶι ὁ Θεός, ἵνα ἀνενέγκηι τὸν υἱὸν αὐτοῦ εἰς θυσίαν ἐφ᾽ ἓν τῶν ὀρέων, καθὼς γέγραπται, καὶ τὸ ἀντὶ τοῦ γνησίου καὶ φυσικοῦ υἱοῦ δεῖξαι αὐτῶι κριόν, ἵνα προσενέγκηι, πάντα σύμβολα ἦσαν καὶ τύποι τοῦ κατὰ Χριστὸν μυστηρίου τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Πᾶσα γὰρ ἡ Γραφὴ πρὸς τοῦτον τὸν σκοπὸν ἀφορᾶι.Παραγραφή |
ε.102 | Ἐκ τούτου πρῶτον τοῦ Ἀβραὰμ ἄρχεται ὁ Θεὸς ἀποκαλύπτειν καὶ διὰ λόγων καὶ διὰ τύπων τὴν μέλλουσαν κατάστασιν. Ἐλογίσατο γὰρ ὁ μέγας Ἀβραάμ, τοῦ Θεοῦ αὐτῶι εἰπόντος ἀνενεγκεῖν εἰς θυσίαν τὸν υἱὸν τὸν ἀγαπητόν, ὡς δύναται πάλιν ὁ Θεὸς ἐκ νεκρῶν ἀναστῆσαι αὐτὸν καὶ παρασχεῖν αὐτῶι, καθὰ τῆι Γραφῆι δοκεῖ· ὅθεν καὶ ἐν Εὐαγγελίοις μέμνηται ὁ Κύριος τοῦ τύπου τῆς θυσίας τοῦ Ἀβραάμ, ἡμέραν τὴν ἑαυτοῦ καλέσας τὸν τύπον· καὶ δι᾽ ἐπαγγελιῶν δὲ ἐδήλου αὐτῶι λέγων· «Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῶι σπέρματί σου πάντα τὰ ἔθνη», ὅπερ τὴν κατὰ Χριστὸν οἰκονομίαν αὐτῶι ἐδήλου. |
ε.103 | Ἔτι. Προγνώστης ὢν ὁ Θεὸς καὶ εἰδὼς ὅτι ἐκ τοῦ Ἀβραὰμ μέλλει προέρχεσθαι δι᾽ οὗ τὴν ἀνάστασιν καὶ τὸν ἀνακαινισμὸν τοῦ παντὸς ἐργάζεται, ἐκλέγεται τὸν πιστὸν Ἀβραὰμ δοκιμάσας ἐν πᾶσιν, ὡς οὐκ ἀκαίρως ἐκλέγεται, καὶ ἀπὸ μὲν τῶν Χαλδαίων ἀστρονόμων ὄντων καὶ ἀστρολόγων πιστότατον αὐτὸν εὑρηκώς, μεταφέρει πρὸς τοὺς γόητας τοὺς λεγομένους Καρηνούς· κἀκεῖ πιστὸς ἀναφανείς, κελεύεται τῶν εἰδωλολατρῶν Χαναναίων τὴν γῆν οἰκεῖν· κἀκεῖ ἀνώτερος εὑρεθεὶς καὶ πρὸς οὐδεμίαν τῶν τριῶν ἐκκλίνας ὁδόν, ἀλλὰ πρὸς τὸ σέβας καὶ τὰς κελεύσεις τοῦ Θεοῦ μᾶλλον ὑποκύψας, τῶν μεγάλων ἐπαγγελιῶν καὶ δωρεῶν τοῦ Θεοῦ ἠξιώθη ἀκουστὴς γενέσθαι, καὶ ὅτι ἀπὸ τοῦ σπέρματος αὐτοῦ προέρχεται ὁ τὴν εὐλογίαν καὶ τὴν ἐπαγγελίαν τῶι κόσμωι δι᾽ ἑαυτοῦ πρῶτον δεικνύς, δι᾽ οὗ καὶ τὴν ἀνάστασιν καὶ τὴν ἐπαγγελίαν χαρίζεται τῶι κόσμωι ὁ κτίστης καὶ ἀνακαινιστὴς τοῦ κόσμου. Φασὶ δὲ τὴν θυσίαν τοῦ Ἰσαὰκ πεποιῆσθαι τὸν Ἀβραὰμ ἐν αὐτῶι τῶι ὄρει, ἔνθα καὶ ὁ Δεσπότης Χριστὸς θυσία ὑπὲρ παντὸς τοῦ κόσμου ἀνηνέχθη καὶ τὸν σωτήριον σταυρὸν ὑπομεμένηκε. Δόξα τῶι Θεῶι. Ἀμήν.ΙΣΑΑΚ |
ε.104 | Οὗτος Ἰσαάκ, ὁ συγκληρονόμος τῶν ἐπαγγελιῶν καὶ τῶν εὐλογιῶν τοῦ Θεοῦ τῶν γενομένων πρὸς Ἀβραάμ, τὸν αὐτοῦ πατέρα, ὃς τύπος ἐγένετο τῆς σφαγῆς τοῦ Δεσπότου Χριστοῦ τριημέρως βαδίσας ἐπὶ τὸ θανεῖν καὶ μετὰ ταῦτα ζῶν ὑποστρέψας, ὁ ἐν τοῖς ἰδίοις ὤμοις τὰ ξύλα τῆς ἑαυτοῦ θυσίας βαστάξας, ὥσπερ καὶ ὁ Δεσπότης Χριστὸς τὸν ἑαυτοῦ σταυρὸν ἐπὶ τῶν ὤμων ἐβάσταξεν, ὁ τῆι προαιρέσει θανὼν καὶ ὑπὸ τοῦ Θεοῦ ζωωθείς, οὗπερ ἀντάλλαγμα πρόβατον ἐσφάγη, καὶ ἤκουσεν ὁ πατὴρ παρὰ Θεοῦ ὅτι· «Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ». Οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ λέλεκται· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», κἂν ἡ σάρξ ἐστι μόνη ἡ δοθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐπειδὴ ἀδύνατον τὴν θεότητα θανεῖν· τῆς σαρκὸς διδομένης, τὸν ἴδιον Υἱὸν δίδοσθαι λέγει ἡ Γραφή, ἀντάλλαγμα καὶ ἀντίδειξιν οὖσαν τοῦ υἱοῦ κατὰ τὸν τύπον τοῦ μακαρίου Ἰσαάκ. Οὕτως γὰρ καὶ εἶπεν ὁ Κύριος ὅτι· «Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.» |
ε.105 | Οὗτός ἐστιν Ἰσαάκ, ὁ ἀκουσίως παραδοὺς τὴν ἐπηγγελμένην αὐτῶι καὶ τῶι πατρὶ αὐτοῦ εὐλογίαν ὑπὸ τοῦ Θεοῦ τῶι Ἰακώβ, φάσκων· «Δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· ὁ καταρώμενός σε, ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος.» Ταῦτα δὲ πάντα ἐπὶ τοῦ Ἰακὼβ οὐχ ὁρῶμεν γενόμενα, ἀλλὰ μᾶλλον αὐτὸς ἑπτάκις πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησε τῶι Ἡσαῦ· καὶ τριάκοντα βασιλεῖς ἐβασίλευσαν ἐκ τοῦ Ἡσαῦ, πρὶν ἢ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, ὥστε αἱ εὐλογίαι ἐπὶ τὸν προσδοκώμενον ἐξ αὐτῶν Δεσπότην Χριστὸν παραμένουσι, πρὸς ὃν πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς ἀφορᾶι.Παραγραφή |
ε.106 | Καὶ οὗτος συγκληρονόμος τῶν τοῦ Θεοῦ δωρεῶν καὶ ἐπαγγελιῶν γενόμενος καὶ τύπος τοῦ Δεσπότου Χριστοῦ, ὃς καὶ αὐτὸς ὑπὸ τοῦ πατρὸς παραλαβὼν τὴν εὐλογίαν, οὐχ ὧι ἠβούλετο υἱῶι παρέδωκεν, ἀλλ᾽ ὧι ὁ Θεὸς ὠικονόμησε δοθῆναι. Δόξα τῶι κατὰ πάντα σοφῶς οἰκονομοῦντι τὰ κατὰ τὸν ἄνθρωπον.ΙΑΚΩΒ |
ε.107 | Οὗτος Ἰακὼβ καὶ αὐτὸς συγκληρονόμος τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ἐκδεχόμενος καὶ αὐτὸς τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, τουτέστι τῆς ἐπουρανίου Ἱερουσαλήμ, ἔνθα «πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε» Χριστός, εἰς ἣν κατάστασιν ἀφορᾶι πᾶσα ἡ τῶν χριστιανῶν θρησκεία, ἣν πρῶτος πάντων ἐνεκαίνισεν ἡμῖν ὁ Δεσπότης Χριστός, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν καὶ προλέγει ὁ μέγας Ἰακὼβ παραπέμπων τῶι ἰδίωι υἱῶι Ἰούδαι, εὐλογῶν αὐτόν, ἐξ οὗ καὶ ὁ τῶν ἐπαγγελιῶν καὶ εὐλογιῶν ἀνεφαίνετο Κύριος Ἰησοῦς Χριστός, φάσκων οὕτως· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθηι τὰ ἀποκείμενα αὐτῶι, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῆι ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνωι τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.» |
ε.108 | Καὶ τοῦτον οὐ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοὐναντίον αὐτὸς προσεκύνησε τῶι Ἰωσὴφ καὶ μετὰ θάνατον τοῦ πατρός. Εὔδηλον οὖν ὅτι πᾶσα ἡ προφητεία αὕτη εἰς τὸν ἐξ αὐτοῦ τεχθέντα Δεσπότην Χριστὸν κατὰ σάρκα ἔσχε τὸ πέρας, τό τε δυνατὸν καὶ βασιλικὸν αὐτοῦ παριστῶσα, καὶ τὸ πάθος καὶ τὴν ἐκ τοῦ πάθους μακαρίαν ἀνάστασιν.Παραγραφή |
ε.109 | Καὶ οὗτος Ἰακώβ, ὁ συναριθμούμενος τοῖς δύο τρίτος πατριάρχης, οὐχ οἵαν μὲν καὶ αὐτὸς ἤθελεν ἐξ ἀρχῆς γῆμαι γυναῖκα γήμας, λέγω δὴ τὴν Λίαν, τῶι ἐξ αὐτῆς τετάρτωι τεχθέντι, τουτέστι τῶι Ἰούδαι, τὰς εὐλογίας καὶ τὰς ἐπαγγελίας κατεβάλετο, ὡς δῆλον ἐκ τούτου ὅτι οὐχ ὡς ἔτυχεν οἱωιδήποτε ἡ εὐλογία διέτρεχεν, ἀλλ᾽ ἐξ ὧν ἀνεφαίνετο ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα, ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός. Ἔνεστι δὲ μαθεῖν καὶ ἐξ αὐτοῦ τοῦ Ἰούδα ὡς οὐκ ἐκ τῆς ἰδίας γυναικός, ἀλλ᾽ ἐκ τῆς νύμφης Θάμαρ γενεαλογεῖσθαι τὸ τούτου σπέρμα, ἐξ οὗ καὶ ὁ τῶν εὐλογιῶν ἀνεφαίνετο Κύριος. |
ε.110 | Ἔτι. Φανερώτατα οἱ πατριάρχαι τηλικαύτας ἐπαγγελίας λαβόντες παρὰ Θεοῦ ἐνευλογεῖσθαι ἐν αὐτοῖς καὶ ἐν τῶι σπέρματι αὐτῶν πάντα τὰ ἔθνη, ὁμοίως καί· «Ὑμῖν δώσω τὴν γῆν ταύτην καὶ τῶι σπέρματι ὑμῶν», καὶ μηδὲ βῆμα ποδὸς αὐτοὶ λαβόντες, ἀλλ᾽ ἐν σκηναῖς κατοικοῦντες, δῆλοι ἦσαν οἱ πιστότατοι, ἐκδεχόμενοι καὶ ἐλπίζοντες ἑτέραν τινὰ κατάστασιν, δι᾽ ἧς ἀπολήψονται τὰς ἐπαγγελίας. Ὅθεν καὶ ἐν καιρῶι τοῦ θνήισκειν, παρεδίδου ἕκαστος αὐτῶν τὴν εὐλογίαν ὧιπερ ὁ Θεὸς ὠικονόμησεν. Ὅθεν ἡ Γραφή, ὡς θησαυρίζουσα τοὺς πατέρας, ἐβόα· «Καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ», περὶ ἑκάστου λέγουσα ὡσανεί· Πάντες ὁμοῦ ποτε ἀπολήψονται θησαυριζόμενοι εἰς τὴν μέλλουσαν κατάστασιν.ΜΩΥΣΗΣ |
ε.111 | Οὗτός ἐστιν ὁ μέγας Μωϋσῆς, ὁ τῶν παραδόξων σημείων καὶ τεράτων ποιητής, ὁ τῆς κτίσεως κοσμογράφος, ὁ σκιαῖς τοῦ ἀληθινοῦ ἡμῶν ποιμένος Χριστοῦ τετιμημένος καὶ προσώπωι ὑπὸ Θεοῦ δεδοξασμένος, ὁ λόγοις καὶ ἔργοις προμηνύων τὰ τῆς οἰκονομίας τοῦ Δεσπότου Χριστοῦ· ἔργοις μέν, ὡς τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγυπτίων λυτρώσασθαι, τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ποιησάμενος τὴν διάβασιν τῆς θαλάσσης ὡς ἐπὶ βαπτίσματος· διὰ τῆς νεφέλης προμηνύων τὴν δόσιν τοῦ νόμου, καὶ τῆς ἐρήμου τὴν διαγωγὴν ὡς ἐπὶ τοῦ ἁγίου Πνεύματος καὶ τῆς Ἐκκλησίας προτυπού μενος· τὸν ὄφιν τὸν χαλκοῦν ἐφ᾽ ὑψηλοῦ στήσας τὸ πάθος τὸ διὰ τοῦ σταυροῦ τοῦ Δεσπότου Χριστοῦ προκατήγγειλε· τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας διὰ Ἰησοῦ παραπέμψας τὸ κατοικητήριον τὸ ἐν τοῖς οὐρανοῖς προεγράφετο. Ὢ τάξις μεσίτου ὑπερφυὴς διὰ πλειόνων θαυμάτων ἱστορουμένη. |
ε.112 | Τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς σκηνῆς τῆς οὔσης ἐκμαγεῖον παντὸς τοῦ κόσμου, ἐν ἧι καὶ τὸ ἱλαστήριον ἔθετο, τάξιν ἐπέχον τοῦ Δεσπότου Χριστοῦ; Ἀλλ᾽ ἵνα μὴ μηκύνωμεν τὸν λόγον, πολλάκις αὐτὰ προειρηκότες, ἐπὶ τὴν προφητείαν αὐτοῦ τὴν διὰ τῶν λόγων ἔλθωμεν. Λέγει τοίνυν οὕτως· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν εἴπηι πρὸς ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.» Καὶ πάλιν ὁ αὐτὸς συγγράφει ὡς ἀπὸ τοῦ Βαλαὰμ εἰρημένον· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ» |
ε.113 | Υἱοὶ δὲ Σὴθ ὅλος ὁ κόσμος ἐστί, καὶ οὐχ ἁρμόζει τοῦτο, εἰ μὴ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· ὁ γὰρ Σὴθ θεμέλιος ἑρμηνεύεται. Ἐπειδὴ οὖν ὁ Κάϊν καὶ τὸ τούτου σπέρμα ἐν τῶι κατακλυσμῶι ὅλον ἀπώλετο, Ἄβελ δὲ νεώτερος ἄπαις ἐτελεύτησε, τούτων ὁ Σὴθ μεταγενέστερος ἐγένετο, ἐξ οὗ καὶ ὁ Νῶε καὶ πᾶς ὁ κόσμος κατάγεται, ὥσπερ τις θεμέλιος ὢν τῶν ἀνθρώπων. Διὰ τοῦτο ἐκ τῆς αἰτίας ἐνθουσιασθεὶς αὐτὸν ὁ Ἀδὰμ ἐπωνόμασε, Σὴθ αὐτὸν προσαγορεύσας, τουτέστι θεμέλιος· διὰ τοῦτο εἶπε· «Καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ», ἵνα εἴπηι ὅλον τὸν κόσμον· τοῦτο δὲ ἐπὶ τοῦ Χριστοῦ καὶ μόνον ἁρμόζει, πρὸς ὃν πᾶσα ἡ θεία Γραφὴ ἀφορᾶι.Παραγραφή |
ε.114 | Καὶ οὗτος, ἀστεῖος τῶι Θεῶι γεννηθείς, ἀνετρέφετο μὲν εἰς τὰ βασίλεια τῆς Αἰγύπτου, παιδευόμενος πᾶσαν σοφίαν Αἰγυπτίων· καὶ μετέπειτα, παραληφθεὶς ἐν τῶι ὄρει Σινᾶι, διδάσκεται καὶ τοῦ Θεοῦ τὴν σοφίαν, καὶ ἀποστέλλεται πάλιν ἐν Αἰγύπτωι, τύπον ἐπιφερόμενος τοῦ λυτρουμένου τὸν κόσμον ἐκ δουλείας καὶ ἐλευθερίαν καὶ υἱοθεσίαν χαριζομένου. Λυτροῦται γὰρ τοὺς Ἰσραηλίτας ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, τὴν πρόσχυσιν τοῦ αἵματος καὶ τὸ πάσχα προδιαγραψάμενος· τὴν Ἐρυθρὰν θάλασσαν διαβιβάσας, τὸ βάπτισμα προτυποῖ· τὴν δόσιν τοῦ νόμου, τοῦ ἁγίου Πνεύματος τὴν κάθοδον προμηνύει· τὴν διαγωγὴν τῆς ἐρήμου, τὴν τῆς Ἐκκλησίας παράδοσιν προσημαίνει· τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας, τὸ τῶν οὐρανῶν οἰκητήριον διὰ τοῦ διαδόχου ἑαυτοῦ προεμήνυσε· τὸ πρόσωπον ὑπὸ Θεοῦ δοξασθεὶς τὰς μετὰ ταῦτα δόξας μερικῶς προδιεγράφετο. |
ε.115 | Οὐ μόνον δὲ διὰ τύπων, ἀλλὰ καὶ διὰ λόγων προεφήτευε περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. Καὶ πάλιν τῶν γραμμάτων τὴν πεῖραν ἐν τῶιδε τῶι βίωι αὐτὸς πρῶτος τῶι κόσμωι ὑπέδειξε· τοῦ παντὸς κόσμου τὴν ποίησιν καὶ τὴν διαγραφὴν ἐν μυστηρίοις θεωρήσας ἀνεγράψατο· πρώτης καὶ δευτέρας καταστάσεως τοὺς τύπους ὑπέδειξε. Δόξα τῶι ἀεὶ σοφῶς διὰ τῶν ἑαυτοῦ τροφίμων οἰκονομοῦντι τὰ κατὰ τὸ ἀνθρώπειον γένος.Τὸ κείμενον |
ε.116 | Μετὰ τὸν Μωϋσέα τοίνυν καὶ τὸν τούτου διάδοχον Ἰησοῦν, τὸν τοῦ Ναυή, καὶ μετὰ τοὺς γενομένους Κριτὰς ἐν τῶι Ἰσραήλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Σαοὺλ καὶ ἀποδοκιμασθέντος, ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον δίκαιόν τε καὶ προφήτην, ὃς συνέταξε βίβλον ψαλμῶν ἑκατὸν πεντήκοντα, ἐκ Πνεύματος ἁγίου κινούμενος, ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἑβραίας γλώττης, καὶ ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ὠιδῶν αὐτοὺς ἄιδων. Ἦν γὰρ αὐτὸς κατέχων κιθάραν· εἶχε δὲ καὶ χοροὺς ὑφ᾽ ἑαυτὸν διαφόρους μικρῶν προφητῶν οὕτως γὰρ ἐκάλουν τοὺς παραμένοντας τοῖς προφήταις, πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμαζονἐχόντων διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλούς, τοῦ δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν, τοῦ δὲ ὠιδοὺς τοὺς λεγομένους βοκαλίους. |
ε.117 | Ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν, ὁ μὲν ἐλέγετο Ἀσάφ, ἄλλος Ἰδιθούμ, ἕτεροι υἱοὶ Κορέ, ἄλλος Αἰθὰμ Ἰσραηλίτης, ἕτερος Μωϋσῆς ἄνθρωπος τοῦ Θεοῦ. Ἡνίκα τοίνυν ἐκινεῖτο ἐκ τοῦ Πνεύματος τοῦ ἁγίου προειπεῖν τι περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ, ἢ περὶ τῆς ἐπανόδου αὐτῶν, ἢ περὶ ἠθῶν διδασκαλικῶν, ἢ περὶ προνοίας, ἢ περὶ τοῦ Δεσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα· διὰ τοῦτο γὰρ καὶ μεγάλοι καὶ μικροὶ ψαλμοί· καὶ παρεδίδου ἑνὶ χορῶι, ὧι ἐδοκίμαζεν ἢ ἥρμοζε παραδίδοσθαι, καὶ ἦιδεν αὐτὸν ἐν ἐκείνωι πρῶτον τῶι χορῶι. Εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ μέσον τοῦ ψαλμοῦ καὶ ἄλλωι χορῶι παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὐτὴ ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα· ὥστε καὶ ὅταν τοῖς λεγομένοις βοκαλίοις, ἤτοι ὠιδοῖς, καταμεσόθεν ψαλμοῦ ἤθελε παραδοῦναι, τότε ἐκαλεῖτο ὠιδὴ διαψάλματος, ἐπειδήπερ οἱ ὠιδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ἄιδειν. |
ε.118 | Μαθεῖν δὲ ἔνεστι τῶι βουλομένωι περὶ τούτου ἐκ τοῦ γεγράφθαι ἐν ταῖς Παραλειπομέναις τῶν βασιλειῶν οὕτως· «Καὶ ἦισε τὴν ὠιδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου». Μετὰ τὸ παραδοῦναι δὲ οὕτως πρῶτον τὸν ψαλμόν, λοιπὸν ἕκαστος χορὸς καὶ καθ᾽ ἑαυτὸν καὶ ὁμοθυμαδὸν μετὰ τέρψεων καὶ ῥυθμοῦ, τῶν μὲν ἐν τούτοις τοῖς ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις, ἀντιφώνως ἦιδον τὸν ψαλμὸν μετὰ ὀρχήσεως εἰς δόξαν τοῦ Θεοῦ. Ἔνεστι δὲ πάλιν καὶ περὶ τούτου μαθεῖν, ὡς αὐτὸς δι᾽ ἑαυτοῦ ὁ Δαυῒδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μέλχολ ἔφη· «Παίξομαι καὶ γελάσομαι ἐναντίον Κυρίου»· οὐ μόνον γὰρ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγγείλατο. |
ε.119 | Τινὲς δὲ μὴ προσεσχηκότες τῆι τάξει καὶ τῆι ἀκριβείαι ταύτηι, μήτε θελήσαντες ἐκ τῶν εἰδότων διδαχθῆναι, εἰς ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοῦ Δαυῒδ τοὺς ψαλμοὺς ἀποφηνάμενοι, ἀλλὰ τῶν ἐκ τοῦ Δαυῒδ παραλαμβανόντων φανεροὺς ἐξ αὐτῶν εἰρηκότες· ὅπερ ποτὲ Ἀπόστολος ἢ ὁ Κύριός τινος ἄλλου ἐπὶ ψαλμοῦ οὐκ ἐμνημόνευσαν, εἰ μὴ τοῦ Δαυΐδ.Παραγραφή |
ε.120 | Ὁ μέγας οὗτος Δαυΐδ, ὁ προφήτης, προπάτωρ ἠξιώθη εἶναι κατὰ σάρκα τοῦ Δεσπότου Χριστοῦ, πρὸς ὃν πᾶσα ἡ μεγάλη καὶ ἀληθινὴ καὶ αἰώνιος σωτηρία τοῦ Θεοῦ πληροῦται, ἐκ τῆς ῥίζης τοῦ Ἀβραὰμ διὰ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰούδαὑπάρχων, ὃς καὶ βίβλον συνέθηκε ψαλμῶν ἑκατὸν πεντήκοντα, δι᾽ ἑαυτοῦ καὶ τῶν προφήτων τῶν ὑπ᾽ αὐτόν, ἐν πνεύματι ἁγίωι κινούμενος, ἀναμέλπων, ἐν ἧι εὑρήσεις ὡς ἐν παραδείσωι πᾶσαν τροφὴν πνευματικὴν πάσης τῆς οἰκονομίας τοῦ Θεοῦ, τῆς διὰ τῶν προφήτων κηρυχθείσης καὶ καταγγελθείσης. Δόξα τῶι ἑκάστοτε οἰκονομοῦντι Θεῶι τὰ κατὰ τὸ ἀνθρώπειον γένος. |
ε.121 | Διαγράφομεν οὖν αὐτὸν τὸν Δαυῒδ καθεζόμενον καὶ τοὺς χοροὺς ἔμπροσθεν αὐτοῦ δεξιᾶι καὶ ἀριστερᾶι, ὅπως γνῶι τις καὶ τὴν θέαν αὐτῆς τῆς τάξεως, μετὰ ταῦτα λέγοντες καὶ οὓς αὐτὸς ἠξιώθη προειπεῖν ψαλμοὺς περὶ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, ποικίλας αὐτοὺς ἐν τῆι συνθέσει καὶ διαφόρως ἐναλλάξας τῶι σχηματισμῶι, περὶ πάθους καὶ ἀναστάσεως τῆς ἀνθρωπότητος αὐτοῦ εἰρηκὼς ἐν πᾶσιν, ὁμοίως καὶ περὶ τῆς θεότητος ὡς ἀΐδιος καὶ δημιουργός ἐστι τῶν ἁπάντων καὶ ἀνακαινιστὴς τοῦ παντός, πρὸς ὃν ἀφορᾶι πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου Γραφῆς.ΔΑΥΙΔ |
ε.122 | Οὗτος ὁ μέγας Δαυΐδ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ κατὰ τὴν καρδίαν τοῦ Κυρίου γεγονώς, πρὸς ὃν ὁ Θεός, ὡς ἐπὶ τοῦ Ἀβραάμ, καταλλήλως τὰς ἐπαγγελίας πάλιν ἐποιήσατο, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένειν ἐπαγγειλάμενος καὶ τὸν θρόνον αὐτοῦ ἀδιάδοχον τῆς βασιλείας ἀποφηνάμενος. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ πατρίδα καὶ γένος καταλείψας ἐπίστευσε Θεῶι, καταλλήλως πατέρα τῶν ἐθνῶν αὐτὸν ποιεῖν ὑπέσχετο καὶ εὐλογεῖν πάντα τὰ ἔθνη δι᾽ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτοῦ, τουτέστι Χριστοῦ. Οὕτως καὶ ἐπὶ τοῦ Δαυΐδ, ἐπειδήπερ βασιλεὺς ἦν καὶ εὐάρεστος αὐτῶι, καταλλήλως καὶ αὐτῶι ἐπηγγείλατο καὶ τὸ σπέρμα καὶ τὸν θρόνον τῆς βασιλείας ἀδιάδοχον διαμένειν, τουτέστι πάλιν Χριστόν. |
ε.123 | Οὗτος ὁ Δαυΐδ ἠξιώθη ἐκ Πνεύματος ἁγίου προειπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ ψαλμοὺς τέσσαρας, τὸν δεύτερον καὶ τὸν ὄγδοον καὶ τὸν τεσσαρακοστὸν τέταρτον καὶ τὸν ἑκατοστὸν ἔνατον, ὅλους τοὺς τέσσαρας δι᾽ ὅλου εἰς αὐτὸν εἰρηκώς. Καὶ γὰρ καὶ ὁ Δεσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι φαίνονται καὶ ἐκ τῶν τεσσάρων ψαλμῶν λαβόντες μαρτυρίαν περὶ αὐτοῦ, οἷόν τι λέγω ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πάντες οἱ ἀπόστολοι προσευχόμενοι τῶι Θεῶι ἔλεγον· «Ἐπ᾽ ἀληθείας γὰρ συνήχθησαν ἐν τῆι πόλει ταύτηι ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος», τὸν δεύτερον ψαλμὸν εἰς αὐτὸν ἐκλαβόντες. |
ε.124 | Ὁμοίως πάλιν εἰς αὐτὰς τὰς Πράξεις, ὅτε ὁ Παῦλος διελέγετο εἰς τὴν συναγωγὴν Ἀντιοχείας τῆς Πισιδίας, οὕτως ἔφη· «Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῶι ψαλμῶι γέγραπται τῶι δευτέρωι· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε», τὴν γέννησιν ἐπὶ τῆς ἀναστάσεως ἐκλαβὼν καὶ κυρώσας καὶ αὐτὸς ὡς ὁ δεύτερος ψαλμὸς εἰς αὐτὸν εἴρηται, καθὰ καὶ πάντες οἱ ἀπόστολοι εἶπον. Καὶ ταῦτα μὲν περὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Τὸ γὰρ περὶ τῆς θεότητος αὐτοῦ ἐν τούτωι τῶι ψαλμῶι εἰρημένον ἐστὶ τοῦτο· «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδωι σιδηρᾶι καὶ ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς», ὡσανεὶ τὸ ἰσχυρὸν καὶ δυνατὸν τῆς θεότητος γνωρίσας, ἐν ταὐτῶι τὸν ἀνακαινισμόν, ἤτοι ἀναπλασμόν, τῶν ἀνθρώπων σημάνας· τὸ γὰρ σκεῦος τοῦ κεραμέως συντριβόμενον, μήπω προσομιλῆσαν πυρί, δέχεται ἀναπλασμόν. |
ε.125 | Ὁμοίως καὶ τὸν ὄγδοον εἰς αὐτὸν πάλιν εἴρηκεν, εἰς τὴν αὐτοῦ θεότητα εἰπὼν τὰ πρῶτα τοῦ ψαλμοῦ, καθὰ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς μαρτυρεῖ περὶ τούτου ἐν τῶι Εὐαγγελίωι, ὅταν μετὰ τῶν κλάδων ἐπευφήμουν λέγοντες· «Ὡσαννὰ τῶι υἱῶι Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Καὶ ἐπειδὴ μὴ ἴσχυον οἱ Ἰουδαῖοι ἐπιτιμᾶν τοῖς ὄχλοις καὶ τοῖς νηπίοιςἦν γὰρ παράδοξα τὰ ὁρώμενα, παῖ δες καὶ θηλάζοντα καὶ νήπια καὶ μαθηταὶ καὶ ὄχλοι ἐπευφημοῦντες καὶ τὸν ὕμνον ἀνακράζοντες αὐτῶι, ἐπεχείρουν τὴν μέμψιν ἐπιρρίπτειν καί φασι πρὸς αὐτόν· «Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;» |
ε.126 | Ὁ δὲ ἕτερος εὐαγγελιστής φησι· «Τινὲς ἐκ τοῦ ὄχλου ἔλεγον αὐτῶι· Ἐπιτίμησον τοῖς μαθηταῖς σου», ὡσανεὶ ὅτι· Δυσφημεῖς καταδεχόμενος ὕμνον, ὃς τῶι Θεῶι μόνωι ἁρμόζει, ἑκάτεροι τὸν αὐτὸν νοῦν ἔχοντες· πρὸς οὓς ὁ Κύριός φησι, τοῖς μέν· «Ναί, οὐδέποτε ἀνέγνωτε ὅτι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» διαρρήδην φήσας τὸν ὄγδοον εἰς αὐτὸν εἰρῆσθαι ψαλμόν, ἐν ταὐτῶι καὶ αἰνιξάμενος ὅτι· Οὐχ ἁρπάζω τὰ τῶι Θεῶι προσόντα, τοῦτο γάρ εἰμι, καθὰ καὶ ὁ Ἀπόστολος βοᾶι· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῶι, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τοῖς δὲ πάλιν εἰπών· Τί θαυμάζετε περὶ τῶν νηπίων καὶ περὶ τῶν μαθητῶν; «Οὗτοι ἐὰν σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.» |
ε.127 | Οἱ δὲ εἰδότες ὅτι γέγραπται, θεωροῦντες δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τὰ νήπια καὶ θηλάζοντα παραδόξως κράζοντα τὸν ὕμνον, ἀναλογιζόμενοι δὲ ὡς δυνατὸν τῶι ποιήσαντι τὰ νήπια ὑπὲρ φύσιν ἀνακράζειν τὸν ὕμνον, δυνατὸν αὐτῶι καὶ τὰ ἄψυχα ποιῆσαι κρᾶξαι, ἐφιμοῦντο αἰσχυνόμενοι. Βαβαί, δύναμις τοῦ Δεσπότου Χριστοῦ· βαβαί, φιλανθρωπία· βαβαί, συγκατάβασις εὔσπλαχνος. Πῶς διὰ τῆς διδασκαλίας, ἧς ἀνέλαβε δούλου μορφῆς, ἠξίωσε πραέως τὴν ἑαυτοῦ θεότητα ὑποδεῖξαι, δέχεσθαί τε ἐναγωγὰς ὑπὸ τῶν ἰδίων κτισμάτων καὶ ἀποκρίνεσθαι οὐ μετ᾽ ὀργῆς, ἀλλὰ πραέως καὶ ἀνεξικάκως. Ὢ μακροθυμίας ὑπερβολή. Ὢ καὶ τοῦ Δαυΐδ ἄξια τὰ τοιαῦτα ἀξιωθέντος προειπεῖν. |
ε.128 | Ἔτι γὰρ λέγει καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν τῶι αὐτῶι ψαλμῶι, ἀπὸ τοῦ «τί ἐστιν ἄνθρωπος ὅτι μιμνήισκηι αὐτοῦ;» ἕως τέλους· οἷς μαρτυρεῖ ὁ θεῖος Ἀπόστολος λέγων οὕτως· «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον», καὶ πάλιν· «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἀλλὰ τίνι αὐτὴν ὑπέταξεν, ὦ Παῦλε; Φησί· «Διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήισκηι αὐτοῦ;» Τούτωι ὑπέταξεν αὐτήν. «Ἐν γὰρ τῶι ὑποτάξαι αὐτῶι τὰ πάντα, φησίν, οὐδὲν ἀφῆκεν αὐτῶι ἀνυπότακτον.» Οὕτως τοῖς Ἑβραίοις πιστοῖς εἰρηκώς, τὰ αὐτὰ καὶ τοῖς Ἕλλησιν ἔλεγε καί φησι· «Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνηι, ἐν ἀνδρί, ὧι ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν», ὁμοίως καὶ Πέτρος· «Ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.» |
ε.129 | Ὁμοίως πάλιν εἶπεν εἰς αὐτὸν ὁ Δαυῒδ καὶ τὸν τεσσαρακοστὸν τέταρτον ψαλμόν, ἐν ὧι πάλιν καὶ περὶ τῆς θεότητος αὐτοῦ φαίνεται λέγων καὶ περὶ τῆς ἀνθρωπότητος, οἷς μαρτυρεῖ πάλιν ὁ μακαρίτης Παῦλος ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι λέγων οὕτως· «Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Τοῦτο περὶ τῆς θεότητος αὐτοῦ εἰρηκώς, λέγει εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ καί φησιν· «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου»· οὐ γὰρ ἡ θεότης διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην καὶ μισῆσαι ἀδικίαν χρίεται, οὔτε ὅλως χρίεται, οὔτε Θεὸν ἔχει· αὐτόχρημα γὰρ Θεός ἐστιν. |
ε.130 | Ἀλλ᾽ ἡ ἀνθρωπότης αὐτοῦ χρίεται ἔλαιον ἀγαλλιάσεως, ἵνα εἴπηι τῶι Πνεύματι τῶι ἁγίωι, παρὰ τοὺς μετόχους αὐτῆς, τουτέστι παρὰ πάντας τοὺς χριστούς. Ἡ γὰρ θεότης μετόχους ἄλλους οὐκ ἔχει· εἷς γάρ ἐστι Θεός, ὅ τε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ δὲ ἀνθρωπότης τοῦ Χριστοῦ πάντας τοὺς ἀνθρώπους, μάλιστα τοὺς χριστούς, ἔχει μετόχους. Διὰ τοῦτο γὰρ ὅτι παρὰ πάντας ἐχρίσθη ἡ ἀνθρωπότης τοῦ Χριστοῦ, χρισθεῖσα Πνεύματι ἁγίωι καὶ δυνάμει, ὅπερ οὐδενὶ τῶν ἄλλων χριστῶν ὑπῆρξεν, οὕτως ἐξεῖπε· «Παρὰ πάντας τοὺς μετόχους σου.» Ὅλον δὲ αὐτὸν τὸν ψαλμὸν περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἐπὶ βασιλέως νυμφίου καὶ νύμφης βασιλίδος ἐξειπών, διετέλεσεν. |
ε.131 | Ὁμοίως δὲ καὶ τὸν ἑκατοστὸν ἔνατον ψαλμὸν εἰς αὐτὸν εἴρηκε· καὶ μαρτυρεῖ αὐτὸς ὁ Κύριος λέγων πρὸς Ἰουδαίους· «Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίωι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῶι Κυρίωι μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ υἱὸς αὐτοῦ ἐστι, πῶς Κύριος αὐτοῦ ἐστι;» Τὸ μὲν «Κύριος αὐτοῦ» ὡς Θεὸν σαφῶς προειπών, τὸ δὲ «κάθου ἐκ δεξιῶν μου» σαφῶς τῆι ἀνθρωπότητι ἁρμόζει· τὸ γὰρ «κάθου» τῶι μὴ καθεζομένωι λέγει· ἡ δὲ θεότης ἵδρυται εἰς τὴν οἰκείαν τιμὴν καὶ δόξαν καὶ μακαριότητα παρ᾽ ἑτέρου μείζονος μὴ ἐπιτρεπομένη, ἢ προτρεπομένη εἰς τοῦτο· ἀλλ᾽ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ὑπὸ τῆς ἡνωμένης αὐτῆι ἀχωρίστως θεότητος ἐπιτρέπεται, ἀκούουσα· «Κάθου ἐξ δεξιῶν μου», ὡσανεί· Ἐν τῆι ἐμῆι τιμῆι. Οὔτε γὰρ δεξιὰ οὔτε ἀριστερὰ ἔχει ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων· ἀλλὰ τοῦτο αὐτῆι λέγει ὅτι· Κάθου ἐν τῆι ἐμῆι τιμῆι, ὡσανεί· Εἰς πρόσωπον ἐμόν, ὡς εἰκὼν Θεοῦ παντὶ τῶι κόσμωι δεικνυμένη. |
ε.132 | Οὕτως γὰρ καὶ Δανιήλ· «Καὶ αὐτῶι ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία πᾶσα», καὶ τὰ λοιπά. Ἀλλὰ καὶ αὐτὸς ὁ Κύριός φησιν· «Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῶι καὶ ἐπὶ γῆς.» Παρακατιὼν δὲ πάλιν τοῦ αὐτοῦ ψαλμοῦ φησὶ περὶ τῆς θεότητος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡσανεὶ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν κατὰ τὴν θεότητα λέγοντος ὅτι· Πρὸ πάσης τῆς κτίσεως, ὡς «ἀπὸ γαστρὸς» τὸ ὁμοούσιον θέλων σημᾶναι, οὐχ ὕστερον προβαλών, ἀλλ᾽ ἐν ἐμαυτῶι σε ἔχων ἀνάρχως καὶ ἀπεράντως, ὡς ἀπὸ γαστρὸς ἐκ τῆς ἡμετέρας οὐσίας σε ἐξεγέννησα, συνόντα καὶ συνυπάρχοντα. |
ε.133 | Εἶτα πάλιν εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος δηλῶν φησιν· «Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· οὐ γὰρ ἡ θεότης ἱερατεύει ἢ λατρεύει, ἀλλὰ μᾶλλον αὐτὴ λατρεύεται καὶ τὰ ἱερεῖα προσδέχεται. Μέμνηται δὲ καὶ τῆς χρήσεως ταύτης ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι λέγων οὕτως· «Καθώσπερ καὶ Ἀαρών, οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καθὼς καὶ ἐν ἑτέρωι λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», πάντα τὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐκλαβών. |
ε.134 | Οὕτως οὖν ὁ μακαρίτης Δαυῒδ τοὺς τέσσαρας τούτους ψαλμοὺς εἰς τὸν Δεσπότην Χριστὸν καὶ μόνον εἶπεν. Οὐ γὰρ ἐκοινοποίει τὰ τοῦ Δεσπότου μετὰ τῶν δούλων, ἀλλ᾽ ἴδια τὰ τοῦ Δεσπότου ὡς Δεσπότου ἐξεῖπε, καὶ τὰ τῶν δούλων ὡς δούλων. |
ε.135 | Ὅσα δὲ ἕτερα ἐξέλαβον οἱ ἀπόστολοι ἐκ τῶν ψαλμῶν, οὐχ ὡς εἰς αὐτὸν κυρίως εἰρημένα ἐξέλαβον, ἀλλ᾽ ὡς ἁρμόζοντα τῆι ὑποθέσει, οἷον· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», καὶ τό· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν», καὶ τό· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός», καί· «Ἀναβὰς εἰς ὕψος ἠιχμαλώτευσεν αἰχμαλωσίαν», καὶ ὅσα τούτοις ὅμοια ὡς ἁρμόζοντα τῆι ὑποθέσει αὐτῶν ἐξέλαβον. Οἷον ἐποίησε καὶ ὁ μακαρίτης Παῦλος τὴν χρῆσιν Μωϋσέως τὴν ἐν τῶι Δευτερονομίωι μεταβαλὼν εἰς τὴν ἰδίαν ὑπόθεσιν, ὡς ἁρμόζουσαν, λέγων οὕτως· «Μὴ εἴπηις ἐν τῆι καρδίαι σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι· Χριστὸν καταγαγεῖν, ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι· Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν», μεταφράσας τὴν χρῆσιν ὡς ἁρμοδίαν εἰς τὴν ἰδίαν ὑπόθεσιν. Οὐδὲ γὰρ ἁρμόζουσι τὰ λοιπὰ τῶν ψαλμῶν εἰς τὸν Δεσπότην Χριστόν, ἐξ ὧν τινα ἐξέλαβον, οἷον εἰς τὸ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς» εἰκοστὸς πρῶτός ἐστι· λέγει οὖν εἰς αὐτόν· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ὅπερ ἀνάρμοστον καὶ ἀσύμφωνον τῆι θείαι Γραφῆι, καὶ σαφὴς μανία περὶ τοῦ Χριστοῦ ἐκλαβεῖν τὸ τοιοῦτο. |
ε.136 | Ἐπὶ δὲ τῶν τεσσάρων τούτων ψαλμῶν τῶν εἰς τὸν Δεσπότην Χριστὸν εἰρημένων, ὅλοι δι᾽ ὅλου αὐτῶι ἁρμόζουσιν. Οὔτε γάρ, καθὰ καὶ πρῶτον εἴπαμεν, ἐκοινοποίει ὁ μακάριος Δαυῒδ τὰ εἰς τὸν Δεσπότην Χριστὸν λεγόμενα μετὰ τῶν λεγομένων εἰς ἑτέρους τινάς. Φαίνεται γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο ποιῶν, ἡνίκα ἐνεκάλουν αὐτῶι οἱ Ἰουδαῖοι· Διατί ἐργάζηι ἐν σαββάτωι; Ὃς ἀπεκρίνατο λέγων ὅτι· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Ὅτε δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνεκάλουν, φησίν· «Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυΐδ, ὡς τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοῖς ἱερεῦσι μόνον;» διαρρήδην τῶι Πατρὶ ἑαυτὸν ἀντιδιαστέλλων, τοὺς μαθητὰς δὲ τοῖς προφήταις, ἤγουν τοῖς ἱερεῦσιν, ὡς δούλους πρὸς δούλους καὶ ὡς υἱὸν πρὸς πατέρα.Παραγραφὴ κατὰ παρένθεσιν κειμένη |
ε.137 | Ὅτε μετεμορφώθη ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔμπροσθεν Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου εἰς τὸ ὄρος καὶ ὤφθη ἐν δόξηι μεγάληι, καὶ Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες αὐτῶι, θεωρήσαντες οἱ μαθηταὶ τὴν ὑπερβάλλουσαν δόξαν εἰς ἔκπληξιν καὶ τέρψιν καὶ πόθον καὶ ἔρωτα καὶ ἐπιθυμίαν τοῦ κάλλους ἐκείνου ἐγένοντο. Ἀποκριθεὶς δὲ Πέτρος, τρόπον τινὰ καὶ αὐτὸς ἄλλος ἀντ᾽ ἄλλου γεγονώς, καταπλαγεὶς τῆι θέαι ἔλεγε τῶι Ἰησοῦ· «Ἐπιστάτα, καλὸν ἡμᾶς ὧδε μεῖναι», ὡσανεί· Ἰδοὺ καλὴ θέα καὶ τόπος καὶ λαμπρότης καὶ δόξα ὑπερβάλλουσα· διατί κατερχόμεθα ἔνθεν εἰς χεῖρας πάλιν ἐλθεῖν τῶν θελόντων ἡμῖν ἐπιβουλεύειν καὶ θλίβεσθαι, διαπαντὸς τόπον ἐκ τόπου μετερχόμενοι καὶ διωκόμενοι; «Εἰ θέλεις οὖν, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίαι μίαν.» |
ε.138 | Καὶ ἐπειδὴ ἰσότιμον ἡγήσατο ὁ Πέτρος Μωϋσέα καὶ Ἠλίαν τοῦ Κυρίου, συναριθμήσας ἐξ ἴσου τὰς σκηνάς, μίαν ἑκάστωι εἰπών, ἐπισημαίνεται ὁ εὐαγγελιστὴς Λουκᾶς λέγων οὕτως· «Μὴ εἰδὼς ὃ λέγει», ὡσανεί· Ἠγνοηκὼς ὁ Πέτρος τὰ κατὰ τὸν Κύριον οὕτως ἐφθέγξατο. Εὐθέως δὲ οὐρανόθεν νεφέλη ἐπεσκίασε καὶ ἐχώρισε Μωϋσέα τε καὶ Ἠλίαν καὶ ἀπέκρυψεν ἀπὸ τῶν μαθητῶν· τὸν δὲ Ἰησοῦν μόνον ἐν μέσωι δακτυλοδεικτῶν ὁ Πατὴρ δεικνύει τοῖς μαθηταῖς λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς καὶ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.» Πλανᾶσθε, φησί, τοῦτον μετ᾽ ἐκείνων ἐξισοῦντες· οὗτος γάρ μού ἐστιν ὁ Υἱός, ἐκεῖνοι δέ, ὥσπερ καὶ ὑμεῖς, δοῦλοι. Τούτου οὖν ὡς Δεσπότου καὶ ἐμοῦ Υἱοῦ κατὰ πάντα ἀκούετε.Ἐπανάληψις τῶν προτέρων |
ε.139 | Οὕτως καὶ ὁ προφήτης Δαυΐδ, τῶι Πνεύματι τῶι ἁγίωι κινούμενος, οὐκ ἀνέμιξε χύδην τὰ τῆς ὑποθέσεως τοῦ Δεσπότου μετὰ τῆς ὑποθέσεως τῶν δούλων, ἀλλ᾽ ἰδικῶς εἰς τὴν ὑπόθεσιν τοῦ Δεσπότου τοὺς τέσσαρας τούτους ψαλμοὺς ἠξιώθη προειπεῖν καὶ συντάξαι, τοὺς δὲ ἄλλους πάντας εἰς ἑτέρων προσώπων ἢ πραγμάτων ἢ ἱστοριῶν, κοινωφελῆ διδασκαλίαν τοῖς πᾶσιν ἐκτιθέμενος. Διὰ τοῦτο καὶ ἐμμελῶς καὶ μετὰ ῥυθμοῦ αὐτὰ ἐξεῖπεν, ἵνα εὐκάτοχα καὶ εὐμνημόνευτα τοῖς πᾶσιν ὡς τερπνὰ γένωνται. Καὶ τοῦτο εὔδηλον, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ κόσμου ἀιδόμενα τὰ τοῦ Δαυΐδ εὑρήσομεν, καὶ σχεδὸν ὑπὸ πάντων ἀνθρώπων μικρῶν τε καὶ μεγάλων διὰ στόματος φερόμενα καὶ καθ᾽ ἑκάστην ἀιδόμενα καὶ μνημονευόμενα πλείω τῶν ἄλλων προφητῶν καὶ Γραφῶν. Ἀλλὰ καὶ τούτωι πέρας δόντες ἐπὶ τὸν μέγαν Ἠλίαν μετέλθωμεν, ἐξηγούμενοι καὶ τούτου τὴν ἀξίαν. Ἔστιν οὖν καὶ τούτου τὴν διαγραφὴν κατιδεῖν οὕτως.ΗΛΙΑΣ |
ε.140 | Οὗτος Ἠλίας, ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδρομεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ἀγγέλων καὶ ἀνθρώπων μίαν ὁδόν, ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετὰ ἀγγέλων οὐρανοπορῶν, ὁ διὰ τῆς μηλωτῆς τῶι μαθητῆι Ἐλισσαίωι διπλᾶ τὰ χαρίσματα μεταδούς, ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῶι Ἀντιχρίστωι διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας τοὺς ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν Θεὸν ἐν τῆι συντελείαι τοῦ αἰῶνος ἐπιστρέφων. Οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ Δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος. Ὢ μέτρα διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενα. Δόξα τῶι ταῦτα τοῖς ἀνθρώποις χαριζομένωι Θεῶι. Ἀμήν.Παραγραφή |
ε.141 | Οὗτος ὁ μέγας Ἠλίας ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἐδείχθη, ὡς τετίμηται τῶν ἀνθρώπων ἡ φύσις· καὶ ἐλπίδα χρηστὴν διὰ τούτου πάλιν ὁ Θεὸς προκατεβάλετο ὡς δυνατὸν τοῖς ἀνθρώποις, Θεοῦ θέλοντος, οὐρανοδρομεῖν. Μέγα γὰρ θαῦμα τὸ τοῦτον ὁρᾶν, ἄνθρωπον ἐν ἅρματι πυρίνωι ἡνιοχοῦντα καὶ τὸν οὐρανὸν διατρέχοντα. Βαβαί, φιλανθρωπία τοῦ τιμήσαντος. Αἰσχυ νέσθωσαν οἱ μὴ δοξάζοντες τὴν μεγάλην οἰκονομίαν τοῦ Θεοῦ, ὡς σοφῶς καὶ οὐκ ὀργίλως ὁ Θεὸς ἑκάστοτε καὶ τὰς τιμωρίας ἐπιφέρει τοῖς ἀνθρώποις καὶ τὴν τιμὴν διαφυλάττει τοῦ κατ᾽ εἰκόνα ἑαυτοῦ γενομένου ἀνθρώπου. Δόξα καὶ ἔπαινος αὐτῶι εἰς τοὺς αἰῶνας. Ἀμήν.ΩΣΗΕ |
ε.142 | Οὗτος Ὠσηὲ τῶν δώδεκα προφητῶν ὁ πρῶτος ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ οὕτως· «Ὅταν θλίβωσιν, ὀρθρίσωσι πρός με λέγοντες· Δεῦτε, ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πλήξας μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῆι ἡμέραι τῆι τρίτηι ἀναστησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα.» Ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος Παῦλος λέγει τοῖς Κορινθίοις· «Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῆι ἡμέραι τῆι τρίτηι κατὰ τὰς Γραφάς·» τὸ γὰρ «ἐγήγερται τῆι ἡμέραι τῆι τρίτηι κατὰ τὰς Γραφὰς» οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. |
ε.143 | Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· «Σάρξ μου ἐξ αὐτῶν.» Πάλιν λέγει· «Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραῒμ καὶ ἐν ἀσεβείαι οἶκος Ἰσραὴλ καὶ Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ Θεός, καὶ λαὸς ἅγιος κληθήσεται Θεοῦ» ἀπὸ τῆς φυλῆς, διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ σάρκα Δεσπότην Χριστόν, λαὸν ἅγιον Θεοῦ ὀνομάσας τὸν Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· «Ἐκ χειρὸς ἅιδουῥύσομαι αὐτούς, ἐκ θανάτου λυτρώσομαι αὐτούς. Ποῦ ἡ δίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ἅιδη;» Ταύτηι τῆι χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως.Παραγραφή |
ε.144 | Οὗτος καὶ τὴν τριήμερον τοῦ Κυρίου ἀνάστασιν σαφῶς προεμήνυσε φάσκων· «Τῆι τρίτηι ἡμέραι ἀναστησόμεθα καὶ γνωσόμεθα»· ὁμοίως καὶ τοῦ θανάτου τὴν καθαίρεσιν καὶ τοῦ κέντρου τοῦ ἅιδου τὴν δίκην προκατήγγειλε. Πῶς οὐκ ἐκπλήττεσθαι δεῖ τὴν τοῦ Θεοῦ ἄφατον φιλανθρωπίαν, τὴν ἑκάστοτε προνοουμένην τοῦ ἀνθρωπείου γένους; Δόξα τῆι ἀνεκδιηγήτωι αὐτοῦ δωρεᾶι. |
ε.145 | Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Δεσπότου Χριστοῦ οὕτως· «Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ.» Ἔτι λέγει· «Ἐν τῆι ἡμέραι ἐκείνηι ἀναστήσω τὴν σκηνὴν Δαυῒδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα.» Ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων.ΠαραγραφήΚαὶ οὗτος συμφώνως τῶι πρώτωι τὸν Χριστὸν καταγγέλλει, δι᾽ οὗ γίνεται τοῦ παντὸς κόσμου ἡ σωτηρία, καὶ πάλιν τὴν σκηνὴν Δαυῒδ ἀνεγείρειν πεπτωκυῖαν δι᾽ αὐτοῦ ἐπαγγέλλεται Θεὸς καὶ πάντα τὰ ἔθνη ὠφελεῖν, ἅπερ τὰ αὐτὰ πάντες ἐξαγγέλλουσιν. |
ε.146 | Οὗτος Μιχαίας ὁ τρίτος, ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Δεσπότου Χριστοῦ, καί φησι· «Καὶ σὺ Βηθλεέμ, γῆ τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ σὺ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῶι Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων, Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας»· ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. Ἔτι λέγει ὁ αὐτὸς προφήτης· «Αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς καὶ καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀπορρίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν· δώσει εἰς ἀλήθειαν τῶι Ἰακώβ, ἔλεος τῶι Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.»Παραγραφή |
ε.147 | Καὶ οὗτος συμφώνως τὸν ἐκ Βηθλεὲμ καὶ Ἰούδα ἐξ αἰῶνος εἰς ἄρχοντα τῶι Ἰσραὴλ ἐγειρόμενον προμηνύει, δι᾽ οὗ γίνεται καταλλαγὴ τοῦ κόσμου, καθαιρῶν ἡμῶν τὰς ἁμαρτίας καὶ εἰς κρείττονα λῆξιν ἡμᾶς ὁδηγῶν. Δόξα τῶι ἑκάστοτε σοφῶς οἰκονομοῦντι καὶ προλέγοντι Θεῶι τὰ κατὰ τὸν ἄνθρωπον. |
ε.148 | Οὗτος Ἰωὴλ τέταρτος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν Δεσπότην Χριστὸν μυστηρίου, φησὶ γὰρ οὕτως· «Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου· καὶ δώσω τέρατα ἐν τῶι οὐρανῶι καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῆι ἡμέραι τῆς Πεντηκοστῆς ἐγένετο.Παραγραφή |
ε.149 | Καὶ οὗτος τὰ κατὰ τὸν καιρὸν τοῦ Δεσπότου Χριστοῦ γενόμενα διὰ Πνεύματος ἁγίου θαύματα, προφητείας, ἐνύπνια καὶ ὁράσεις, ἐν ταὐτῶι καὶ τῆς μεγάλης καὶ φοβερᾶς καὶ ἐπιφανοῦς παρουσίας τοῦ Δεσπότου Χριστοῦ τὴν ἡμέραν προμηνύει, οἷον γέγονε διαφόρως μὲν ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν μάγων κατ᾽ ὄναρ χρηματισθέντων, ὡς δηλοῖ τὰ Εὐαγγέλια, δι᾽ ὁράσεων δὲ Συμεὼν χρηματισθεὶς ὑπὸ τοῦ Πνεύματος εἰς τὰς ἀγκάλας τὸν Δεσπότην ὑπεδέξατο· Ἄννα πάλιν ἡ τοῦ Φανουὴλ ἀνθομολογουμένη τῶι Κυρίωι περὶ αὐτοῦ· προφητεύοντες δέ, ὡς Ἄγαβος καὶ αἱ θυγατέρες Φιλίππου· καὶ αἱ γυναῖκες δὲ αἱ ἐπὶ τὸ πάθος τοῦ Κυρίου ὀπτασίας ἀγγέλων ἐθεάσαντο, καὶ οἱ μαθηταὶ ὁμοίως. |
ε.150 | Τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς καθόδου τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους γενομένης, ἀλλὰ καὶ ἐπὶ Κορνηλίου καὶ ἐπὶ πάντων τῶν πιστῶν, ὧν γράφει ὁ Ἀπόστολος· «Ὧι μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρωι προφητεία, ἑτέρωι γένη γλωσσῶν, ἑτέρωι δὲ ἑρμηνεία γλωσσῶν, ἑτέρωι χαρίσματα ἰαμάτων, ἑτέρωι λόγος γνώσεως, ἑτέρωι πίστις, ἑτέρωι ἐνεργήματα δυνάμεων, ἄλλωι διάκρισις πνευμάτων, πάντα δέ, ἔφη, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίαι ἑκάστωι καθὼς βούλεται.» Δόξα τῶι διὰ πάντων τῶν προφητῶν προμηνύοντι ταῦτα Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ε.151 | Οὗτος Ἀβδιοὺ ὁ πέμπτος, φησί, καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· «Διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη.» Εἴρηται μὲν κατὰ τὸ πρόχειρον περὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ τοῦ Μαγώγ, κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· «Ἐν δὲ τῶι ὄρει Σιὼν ἔσται ἡ σωτηρία.»ΠαραγραφήΚαὶ οὗτος πάλιν ἐγγὺς εἶναι ἡμέραν Κυρίου σωτηριώδη ἐν τῆι Σιών, καὶ ἐπὶ πάντα τὰ ἔθνη, διαρρήδην κηρύττει. Δόξα τῶι Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ε.152 | Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων, ἀλλ᾽ ἔργωι καὶ τύπωι προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ· φησὶ γὰρ ὁ Κύριος· «Ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῆι κοιλίαι τοῦ κήτουςτρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι καρδίαι τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν Ἰωνᾶν, οὕτως καὶ ὁ τάφος τὸν Δεσπότην Χριστὸν ἐξήμεσεν εἰς κρείττονα ζωήν.ΠαραγραφήΚαὶ οὗτος τὸν τάφον καὶ τὴν παράδοξον ἀνάστασιν καὶ ἀφθαρσίαν ὡς ἐν τύπωι δι᾽ ἔργων προεμήνυσε τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, δι᾽ οὗ καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνακεφαλαίωσις πάντων ἀνθρώπων οἰκονομεῖται. Δόξα τῶι ταῦτα ποιοῦντι Θεῶι. Ἀμήν. |
ε.153 | Οὗτος Ναοὺμ ἕβδομος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου Χριστοῦ, καί φησιν· «Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῶι Κυρίωι τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν· συντετέλεσται, ἐξῆρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως.»ΠαραγραφήΠῶς καὶ οὗτος συμφώνως χαίρειν παρεγγυᾶι περὶ τῆς κατὰ Χριστὸν καὶ τῆς ἡμετέρας ἀναστάσεως, τὸ ἀπαλαίωτον ἡμῶν προσημαίνων, τουτέστι τὴν ἀφθαρσίαν καὶ τὴν ἀθανασίαν. Δόξα τῶι Θεῶι. Ἀμήν. |
ε.154 | Οὗτος Ἀμβακοὺμ ὄγδοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὕτως· «Ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε καὶ ἀφανίσθητε, διότι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.» Ταύτην τὴν χρῆσιν ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου Χριστοῦ ἐξέλαβεν ἐν Ἀντιοχείαι τῆς Πισιδίας.ΠαραγραφήὉμοίως καὶ οὗτος παράδοξα καὶ ἄπιστα τοῖς ἀνθρώποις, μάλιστα τοῖς καταφρονηταῖς, πράγματα, δηλονότι περὶ ἀναστάσεως, ἐπαγγέλλεται προσημαίνειν. Δόξα τῶι Θεῶι. Ἀμήν. |
ε.155 | Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ Δεσπότου Χριστοῦ, καί φησιν οὕτως· «Ἐπιφανήσεται Κύριος ἐπ᾽ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῶι, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.» Πάλιν λέγει· «Ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῶι ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.» Καὶ πάλιν λέγει· «Χαῖρε σφόδρα, θύγατερ Σιών, εὐφραίνου καὶ κατατέρπου, θύγατερ Ἱερουσαλήμ· περιεῖλε Κύριος τὰ ἀδικήματά σου λελύτρωσαι ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ ὁ Κύριος ἐν μέσωι σου, οὐκ ὄψηι κακὰ ἔτι.» Ἅπερ πάντα κυριώτερον ἐπὶ τοῦ Δεσπότου Χριστοῦ ἁρμόζει.ΠαραγραφήΚαὶ οὗτος τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ τῶν εἰδώλων τὴν καθαίρεσιν καὶ τῶν ἐθνῶν τὴν πρὸς τὸν Θεὸν διὰ τοῦ Χριστοῦ ἐπιστροφὴν πρόδηλός ἐστι σημαίνων. |
ε.156 | Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ, τὰ ἁρμόζοντα τῶι Δεσπότηι Χριστῶι, λέγων· «Καὶ θήσομαί σε σφραγῖδα, διότι σὲ ἡιρετισάμην, λέγει Κύριος παντοκράτωρ», καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· «Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» |
ε.157 | Οὗτος ὁ ναός ἐστιν ὁ ὑπὸ Ζοροβάβελ κτισθεὶς μετὰ τὴν ἐπάνοδον, περὶ οὗ ὁ Ζαχαρίας λέγει· «Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν», περὶ οὗ καὶ οἱ Ἰουδαῖοι τῶι Κυρίωι ἔλεγον· «Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὠικοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;»ΠαραγραφήΚαὶ οὗτος εἰς πρόσωπον Ζοροβάβελ τὰ κατὰ τὸν Δεσπότην Χριστὸν προμηνύει, δι᾽ οὗ γίνεται πάντων τῶν ἐθνῶν ἡ σωτηρία. |
ε.158 | Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ, λέγων οὕτως· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε χαράν, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, δίκαιος καὶ σώιζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.» Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν, τὴν δὲ ἔκβασιν κυρίως ἔσχεν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ. Ἔτι λέγει· «Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται αἱ ἀναμέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῶι οἴκωι τῶν ἀγαπητῶν μου», καὶ μετ᾽ ὀλίγα πάλιν· «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Ταύτης τῆς χρήσεως μέμνηται καὶ ὁ Κύριος ἐν τῶι καιρῶι τοῦ πάθους, ὅτε ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρῆσθαι εἰρηκώς.ΠαραγραφήΟὐδὲν ξένον καὶ οὗτος τῶν αὐτῶν τοῖς ἄλλοις ἔχεται λέγων, τὴν ἔλευσιν προμηνύων τοῦ Δεσπότου Χριστοῦ, ὅστις ἐν ἑαυτῶι ἔδειξε καὶ τῆς δευτέρας καταστάσεως τὴν ἀρχήν. Δόξα τῶι τῶν ὅλων Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ε.159 | Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς περὶ τῶν κατὰ τὴν οἰκονομίαν τοῦ Δεσπότου Χριστοῦ· λέγει δὲ καὶ αὐτὸς οὕτως· «Διότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπωι θυμίαμα προσάγεται τῶι ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» Καὶ πάλιν λέγει· «Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου.» Ταύτην δὲ τὴν χρῆσιν καὶ ὁ Κύριος εἰς ἑαυτὸν ἐξέλαβε καὶ εἰς τὸν Βαπτιστὴν Ἰωάννην. |
ε.160 | Ἔτι λέγει ὁ αὐτὸς προφήτης· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῆι ἡμέραι, ἣν ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ· καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ», καθὼς εἶπεν ὁ Κύριος τοῖς Ἰουδαίοις ὅτι· Ἐὰν θέλητε, δέξασθε περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.» Λοιπὸν ἐπὶ τοὺς τέσσαρας τοὺς μεγάλους βαδιοῦμεν πληρώσαντες σὺν Θεῶι τοὺς δώδεκα.Παραγραφή |
ε.161 | Ἀλλὰ καὶ οὗτος οὐ ξένα, ἀλλ᾽ ὅμοια τοῖς ἄλλοις ἕνδεκα, τὰ διὰ τοῦ Χριστοῦ ἐσόμενα προεμήνυσε, καὶ τὴν μεγάλην πάλιν καὶ ἐπιφανῆ τοῦ Κυρίου ἡμέραν, ἐν ἧι προπέμψει καὶ τὸν Θεσβίτην Ἠλίαν, φησίν, ἔτι περιόντα. Δόξα τῶι τὰ πάντα κτίσαντι Θεῶι καὶ πάλιν ἀνακτίζοντι. Ἀμήν.Τὸ κείμενον |
ε.162 | Πάντες μὲν οἱ προφῆται προεφήτευον καὶ ὑπεμίμνηισκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῶι σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ Θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ καὶ δέδωκεν αὐτοῖς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὅπως καὶ αἰχμάλωτοι εἰς Βαβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείαι περιγενήσονται, καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίαι παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον τῶν προφητῶν. |
ε.163 | Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ Δαυῒδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν, καὶ Δανιὴλ ἐν τῆι αἰχμαλωσίαι κελευσθεὶς γράψαι ἅπερ αὐτῶι δι᾽ ὁράσεων ἀπεκαλύφθη, ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῶι ἱερῶι, οἳ ἔγραφον ἑκάστου προφήτου, ὡς ἐπὶ ἡμερολογίου, λόγον. Καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ Θεοῦ προφήτης κηρῦξαι ἢ περὶ Ἱερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι, ἢ περὶ Σαμαρείας, ἢ περὶ ἑτέρων τόπων, ἢ περὶ τῆς ἐπανόδου, ἢ περὶ Ἀντιόχου, ἢ περὶ τῶν πέριξ ἐθνῶν, ἢ περὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ, καθ᾽ ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῶι λόγωι τοῦ προφήτου ἐκείνου ὃ ἐκήρυττε περὶ ἑνὸς πράγματος· καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον, ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ὃ ἐκήρυττε, καὶ οὕτως πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. |
ε.164 | Ὅθεν ἔστιν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος, ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον, καὶ αὖθις πάλιν περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα, καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως τις ἀναγνῶι, συγκεχυμένα τὰ πλεῖστα εὑρήσει. Οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ Βασιλεῖαι τούτωι τῶι τρόπωι ἐν τῶι ἱερῶι ἐγράφησαν κατὰ μέρος, ἐν τῶι καιρῶι τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαούλ, ἐν τῶι καιρῶι τοῦ Δαυῒδ τὰ ἕως τοῦ Δαυΐδ, ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο. Ὁμοίως ἔγραφον καὶ ἐν τοῖς σκρινίοις τῶν βασιλέων, ἃς καλοῦμεν Παραλειπομένας. Τὴν δὲ Πεντάτευχον Μωϋσῆς ἔγραψεν, ἱστορίαν προγεγονότων καὶ γινομένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς Κριτὰς πάλιν ἐν τῶι ἱερῶι, ἤγουν ἐν τῆι σκηνῆι· ὁμοίως καὶ τὴν Ῥούθ. Σολομῶν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε Παροιμίας καὶ τὰ Ἄισματα καὶ τὸν Ἐκκλησιαστήν· σοφίας γὰρ χάριν εἰληφὼς παρὰ Θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῶιδε τῶι βίωι, προφητείας χάριν οὐκ εἰλήφει. |
ε.165 | Ὅσους οὖν εὕρομεν προφητείας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ, ἐτάξαμεν. Ἔτι δὲ γράφομεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν προειπεῖν περὶ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, ἐν ἧι ἀφορᾶι πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς. Προφέρομεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἠσαΐαν, ὃς καὶ τύπωι καὶ λόγωι ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου.ΗΣΑΙΑΣ |
ε.166 | Οὗτος ὁ μέγας Ἠσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπωι μὲν προεῖδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε «τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλωι αὐτοῦ, ἓξ πτέρυγες τῶι ἑνὶ καὶ ἓξ πτέρυγες τῶι ἑνί», ἑαυτὰ κατακαλύπτοντα, «καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν Σεραφεὶμ καὶ ἔλαβε τῆι λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· «Τοῦτο ἀφελεῖ τὰς ἀνομίας σου», σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. |
ε.167 | Ἔτι δὲ πάλιν καὶ λόγωι φησὶν οὕτως· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Ταύτην τὴν χρῆσιν ὁ εὐνοῦχος Αἰθίοψ ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἑρμηνευθῆναι αὐτῶι αὐτήν, ὃς τάχιστα περὶ τοῦ Δεσπότου Χριστοῦ αὐτῶι αὐτὴν ἑρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. Εἶτα πάλιν λέγει· «Ἄνθρωπος ἐν πληγῆι ὢν καὶ εἰδὼς φέρειν μαλακίαν». Καὶ πάλιν· «Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῶι στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῶι φῶς.» Καὶ πάλιν· «Οὕτως λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῶι οὐ μὴ καταισχυνθῆι.» Καὶ πάλιν· «Ἔσται ἐν τῆι ἡμέραι ἐκείνηι ἡ ῥίζα τοῦ Ἰεσσαὶκαὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῶι ἔθνη ἐλπιοῦσι.» Καὶ πάλιν· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με.» Τοῦτο ἀναγνοὺς ὁ Κύριος ἐν τῆι συναγωγῆι τοῖς σάββασιν εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.»Παραγραφή |
ε.168 | Καὶ οὗτος ὁ μεγαλοφωνότατος Ἠσαΐας καὶ διὰ λόγων καὶ διὰ ὀπτασιῶν προεμήνυσε τοῖς ἀνθρώποις καὶ τὴν τῆς ἁγίας Τριάδος, τουτέστι τοῦ ἑνὸς Θεοῦ, ὁμολογίαν καὶ τῆς ἀνθρωπείας φύσεως τὴν ἀνάστασιν, ἅπερ νῦν καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ πρεσβεύει. Δόξα τῶι πάντοτε οἰκονομοῦντι σοφῶς τὸ ἀνθρώπειον γένος. |
ε.169 | Οὗτος Ἱερεμίας ἀξιωθεὶς καὶ αὐτὸς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, λέγων οὕτως· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» Ταύτης δὲ τῆς χρήσεως καὶ ὁ εὐαγγελιστὴς μέμνηται Ματθαῖος πληρωθείσης ἐν καιρῶι τοῦ πάθους. Πάλιν λέγει ὁ αὐτὸς προφήτης· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῶι οἴκωι Ἰσραὴλ καὶ τῶι οἴκωι Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέραι ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῆι διαθήκηι μου, κἀγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος· ὅτι αὕτη ἡ διαθήκη μου, ἣν δια θήσομαι τῶι οἴκωι Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. «Καὶ ταύτης μέμνηται ὁ Ἀπόστολος ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι.Παραγραφή |
ε.170 | Καὶ οὗτος ὁμοίως τὰ κατὰ τὸν Δεσπότην Χριστὸν προμηνύει, ὅστις ἀρχηγός ἐστι τῆς δευτέρας καταστάσεως· σαφέστερον γὰρ καὶ πρώτην καὶ δευτέραν κατάστασιν προμηνύει, ἥτις δευτέρα ἀρχὴν ἔσχεν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ. Δόξα τῶι Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν.ΙΕΖΕΚΙΗΛ |
ε.171 | Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι· «Καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν καὶ καθαριῶ αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν· καὶ ὁ δοῦλός μου Δαυῒδ ἄρχων ἐν μέσωι αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται.» Καὶ πάλιν λέγει· «Καὶ εἶπε πρός με· Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα, καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώιων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα, ἐφ᾽ ἃ ἂν ἐπέλθηι ἐκεῖ ὁ ποταμός, ζήσεται.»Παραγραφή |
ε.172 | Καὶ οὗτος ὅμοια τοῖς ἄλλοις αἰνίττεται προμηνύων τῆς δευτέρας ἡμῶν καταστάσεως τὸν ἀρχηγὸν καὶ τὴν πολιτείαν. Δόξα τῶι τὰ πάντα σοφῶς οἰκονομοῦντι Θεῶι. Ἀμήν.ΔΑΝΙΗΛ |
ε.173 | Οὗτος Δανιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ, καί φησιν οὕτως· «Καὶ γνώσει καὶ συνήσεις· Ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναί σοι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο», καὶ τὰ λοιπά. Καὶ πάλιν· «Καὶ ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα καὶ ἐγένετο ὁ λίθος ὡσεὶ ὄρος μέγα καὶ ἐπλήρωσε τὴν γῆν.» Καὶ πάλιν· «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῶι ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία», καὶ τὰ λοιπὰ ὅσα ἐρρέθη.Παραγραφή |
ε.174 | Καὶ οὗτος σαφέστερον περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐξεῖπε, σημάνας καὶ τὸν καιρὸν καὶ τὴν προσοῦσαν αὐτῶι ἐξουσίαν καὶ τὴν ἐκ παρθένου γέννησιν καὶ τὴν ἐξάπλωσιν τῆς διδασκαλίας ἐν πάσηι τῆι γῆι, ἃ καὶ σὺν Θεῶι πάντα γεγόνασι καὶ ἔτι γενήσεται. Δόξα τῶι διὰ πάντων τῶν προφητῶν προκαταγγείλαντι ταῦτα Θεῶι. Ἀμήν.ΙΩΑΝΝΗΣ Ο ΠΡΟΔΡΟΜΟΣ1. Ἄννα προφῆτις ἀνθομολογουμένη τῶι Θεῶι.2. Συμεών· (2a) «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνηι, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.»3. Ἡ ἁγία Παρθένος Μαρία· (3a) «Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.»4. Ἰησοῦς Χριστός· (4a) «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννουπροεκήρυξαν.»5. Ἰωάννης ὁ Βαπτιστής· (5a) «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»6. Ζαχαρίας ὁ ἱερεύς· (6a) «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσηι.»7. Ἐλισάβετ ἡ προφῆτις· (7a) «Καὶ πόθεν μοι τοῦτο ὅτι ἡ μήτηρ τοῦ κυρίου μου ἦλθε πρός με;» |
ε.175 | Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ Βαπτιστής, ὁ ἔτι ἐν κοιλίαι Πνεύματος ἁγίου πλησθεὶς καὶ σκιρτῶν καὶ ἐπειγόμενος προδραμεῖν τοῦ Κυρίου αὐτοῦ, ὁ μέγας ἐνώπιον τοῦ Θεοῦ, ὁ πρόδρομος τοῦ Κυρίου, ὁ ἑτοιμάζων αὐτῶι λαὸν κατεσκευασμένον, ὁ τῶν προφητῶν ἀνώτερος καὶ τῶν ἀποστόλων προγενέστερος, ὁ μέσος τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ὁ τελευταῖος ἐν νόμωι καὶ τῆς Νέας ὑποδέκτης, ὁ παρόντα τὸν Δεσπότην Χριστὸν πᾶσιν ὑποδεικνύς, ὁ τῆι σκληραγωγίαι πάντας ἀνθρώπους ὑπεραίρων καὶ τῆι διακονίαι πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῶι βαπτίζειν τὸν Κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. Οὗτος παρόντα τὸν Κύριον ὑποδείκνυσι λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «ἀμνὸν» ὡς θυόμενον καλέσας, καὶ «τὴν ἁμαρτίαν τοῦ κόσμου» αἴροντα, ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτε λῶν. Τοιαύτης διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι.Παραγραφή |
ε.176 | Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης, ὁ πατέρα καὶ μητέρα συμπροφήτας κεκτημένος, ὃς οὐ μόνον τὸν τῆς δευτέρας καταστάσεως ἀρχηγὸν παρόντα τὸν Δεσπότην Χριστὸν ὑποδείκνυσιν, ἀλλὰ καὶ κριτὴν αὐτὸν τοῦ παντὸς ὑποφαίνει λέγων· «Οὗ τὸ πτύον ἐν τῆι χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστωι.» Οὗτος πάλιν βασιλείαν οὐρανῶν προκηρύττει καὶ ὁδοποιεῖ τῶι μετ᾽ αὐτὸν ἐρχομένωι καὶ ἐν ἑαυτῶι ἔργωι δεικνύοντι τὴν βασιλείαν τῶν οὐρανῶν, ἥτις ἐστὶ δευτέρα καὶ καινὴ κατάστασις. Δόξα τῶι τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι Θεῶι καὶ πάλιν ἐν Χριστῶι ἀνακτίζοντι. Ἀμήν.Πρόλογος περὶ τῶν ἀποστόλων |
ε.177 | Καθάπερ οὖν ἐπηγγειλάμεθα τοὺς ἀρχαίους ἀνθρώπους δεῖξαι καὶ τοὺς προφήτας πάντας περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου προειρηκότας, καὶ ὅτι πάντες ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ μέχρι Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσι, τοῦτο πεποιήκαμεν, ὅπερ καὶ ὁ Δεσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι διαρρήδην λοιπὸν ἐκήρυξαν, ὡς ἔστι τις μέλλουσα κατάστασις κρείττων τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῶι πρῶτος ἡμῖν ἔδειξεν ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθώς, ἣν καὶ οἱ πρῶτοι σκότωι τινὶ ἐμήνυσαν καὶ οἱ μετὰ ταῦτα σαφῶς διαγγέλλουσι, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε οὔτε τῶν νεωτέρων, οὔτε τῶν ἀρχαίων, ἑτέραν ποτὲ κατάστασιν, ἢ πρεσβυτέραν ἢ μεταγενεστέραν τούτων τῶν δύο, ἐκήρυξαν ἢ ἐφαντάσθησαν, ἀλλ᾽ ὅτι ἀρξάμενος ὁ Θεὸς ποιῆσαι τὴν κτίσιν πᾶσαν τὰς δύο ταύτας μόνον καταστάσεις ἐποίησε, ταύτην πρῶτον ὁρίσας πολιτεύεσθαι, εἶθ᾽ οὕτως τὴν μέλλουσαν, εἰς ἣν ἀφορᾶι πᾶς ὁ σκοπὸς τοῦ Θεοῦ καὶ τῶν προφητῶν αὐτοῦ. |
ε.178 | Αἰσχυνέσθωσαν τοίνυν Ἕλληνες οἱ συναΐδιον τῶι Θεῶι τὸν κόσμον ὑποτιθέμενοι καὶ προβιοτὴν καταγγέλλοντες καὶ ἀνάστασιν σωμάτων ἀθετοῦντες. Αἰσχυνέσθωσαν καὶ οἱ τούτων ἐπακόλουθοι, οἱ χριστιανίζειν μὲν δοκοῦντες, τῶι δὲ ἔργωι τὰ τῶν Ἑλλήνων φρονοῦντες, οἱ λέγοντες σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Οὐδὲν γὰρ ἕτερον καὶ αὐτοὶ λέγουσιν, ὧν οἱ Ἕλληνες καταγγέλλουσιν, ἀεὶ τὸν κόσμον οὕτως ἐν φθορᾶι τῶν σωμάτων εἶναι καὶ ἀνάστασιν σωμάτων μηδέποτε γίνεσθαι, μήτε ἑτέραν κατάστασιν. Αἰσχυνέσθωσαν μανιχαῖοι καὶ μαρκιωνισταὶ τὰς σάρκας ἀποβαλλόμενοι καὶ πονηρᾶς ἀρχῆς αὐτὰς ποιήματα καταγγέλλοντες. |
ε.179 | Αἰσχυνέσθωσαν πάντες ὅσοι ἀθετοῦσι τὴν ἡμετέραν σάρκα καὶ ὅσοι ἀθετοῦσι τὰς ἡμετέρας ψυχὰς σὺν τῶι νοῒ αὐτῶν, τουτέστιν Εὐτυχής, Ἄρειος, Ἀπολλινάριος, καὶ πάντες οἱ κατ᾽ αὐτούς. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ οἱ μὴ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενόν τε καὶ προσκυνούμενον, ποιητὴν οὐρανοῦ καὶ γῆς ὑπάρχοντα, καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν. Αἰσχυνέσθωσαν Σαμαρεῖται μήτε τῆς ἡμετέρας σαρκὸς ἀνάστασιν ὁμολογοῦντες, μήτε ἄγγελον, μήτε πνεῦμα. Αἰσχυνέσθωσαν τῶν Ἰουδαίων οἱ ἄπιστοι οἱ τὸν προσδοκώμενον μὴ δεξάμενοι, μήτε χριστιανικὴν ἀνάστασιν ὁμολογοῦντες, ἀλλὰ τοιαύτην οἵαν νῦν πολιτευόμεθα «γαμοῦντες καὶ γαμιζόμενοι». |
ε.180 | Εὖγε δὲ εὖγε, χαρά τε καὶ ἀγαλλίασις τοῖς ὄντως χριστιανοῖς, τοῖς πειθομένοις πάσηι τῆι θείαι Γραφῆι, Παλαιᾶι τε καὶ Καινῆι Διαθήκηι, τοῖς ποδηγηθεῖσιν ἐκ τοῦ νόμου καὶ πιστεύσασι Χριστῶι καὶ πᾶσιν οἷς ἐκήρυξε καὶ ἔτι λέγοντι· «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν», καί· «Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν», ἵνα εἴπηι ὅτι· Ὅσοι ἑαυτοὺς βιάζονται καὶ πολιτεύονται δικαίως καὶ μὴ ταῖς ἰδίαις ἐννοίαις ἐξακολουθοῦσιν, ἀλλὰ τῶι Θεῶι πιστεύουσιν, ἐκεῖνοι ταύτης τυγχάνουσιν. |
ε.181 | Ἀμέλει καὶ ἡ μήτηρ Ἰωάννου καὶ Ἰακώβου αἰτησαμένη τὸν Κύριον ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῆι βασιλείαι, ἀπεκρίνατο αὐτῆι ὅτι· «Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ᾽ οἷς, φησίν, ἡτοίμασται παρὰ τοῦ Πατρός μου», ὡσανεί· Τὸ μὲν δῶρον τοῦ Θεοῦ πᾶσιν ἐφήπλωται, τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν καὶ γενέσθαι ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους, τὸ δὲ προτιμᾶσθαι ἑτέρων, οὐ δῶρον τοῦτο, ἀλλ᾽ ἑτοιμασία τοῦ Θεοῦ τοῖς καλῶς πιστεύουσι καὶ βιοῦσι. Πάλιν γὰρ λέγει ὁ Κύριος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν», καὶ πότε ἡτοιμάσθη φησὶν «ἀπὸ καταβολῆς κόσμου» προσειπών. |
ε.182 | Ὁ κοσμογράφος τοίνυν Μωϋσῆς καὶ οἱ λοιποὶ πάντες προφῆται καὶ ἀρχαῖοι ἄνθρωποι περὶ τῶν δύο τούτων καταστάσεων καὶ μόνον εἰπόντες καὶ ἑτέρας μὴ μνημονεύσαντες, ἀλλὰ ταύτας μόνας προκηρύξαντες καὶ συγγραψάμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ Κύριος παραγεγονὼς καὶ οἱ τούτου μαθηταί, εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐδὲν ἕτερον ἐκήρυξαν ἢ τὰς δύο ταύτας καὶ μόνας καταστάσεις. Τίς ἔτι λείπεται πίστεως, ὡς ὅτι ταῦτα οὐκ εἰσὶν ἀληθῆ; Τίς οὐκ ἐντραπήσεται τὸν ὄχλον τῶν προρρήσεων, τὰς ἐκβάσεις τῶν προφητειῶν, τὸν ὄχλον τῶν σημείων καὶ τῶν παραδόξων καὶ τῶν θαυμάτων, αὐτὴν τὴν πολιτείαν πάντων τῶν ἁγίων καὶ τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων, τὴν συμφωνίαν τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης; |
ε.183 | Τίς ἐξ αὐτῶν διεφώνησε πρὸς τοὺς ἄλλους σφαιροειδῆ τὸν οὐρανὸν ἐξηγησάμενος, ἢ προΰπαρξιν τούτου τοῦ κόσμου ἐκήρυξεν, ἢ ἀΐδιον εἶναι τὸν κόσμον ἀπεφήνατο, ἢ ἠθέτησε τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν, ἢ τὴν διὰ τοῦ Χριστοῦ γενομένην οἰκονομίαν τοῦ ἀνέρχεσθαι τοὺς δικαίους ἀνθρώπους εἰς τὸν οὐρανόν; Ἀλλὰ πάντες, ὡς ἐξ ἑνὸς θείου Πνεύματος ποδηγούμενοι, ταὐτὰ καὶ διὰ λόγων καὶ δι᾽ ἔργων ἢ τύπων προεμήνυσαν καὶ πάντες εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν. |
ε.184 | Καὶ αὐτὸς δὲ ὁ Δεσπότης Χριστὸς ἐν Εὐαγγελίοις δηλοῖ, ἐν οἷς μέλλουσιν ἀναστρέφεσθαι οἱ τέλειοι δίκαιοι καὶ οἱ μέσοι καὶ οἱ ἀσεβεῖς· καὶ περὶ μὲν τῶν τελείων δικαίων, ὡς ὅταν προσκαλῆται αὐτοὺς πρὸς ἑαυτὸν λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου,» περὶ δὲ τῶν ἀσεβῶν, ὡς ὅταν τοῖς ἐξ εὐωνύμων λέγηι· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτοῦ», ἵνα εἴπηι· Τοῖς μὲν δικαίοις ἄνω ἐν τῶι οὐρανῶι ἐσώτερον τούτου τοῦ ὁρωμένου στερεώματος, τοῖς δὲ ἀσεβέσι, κάτω περὶ τὴν γῆν, ἔνθα καὶ ὁ διάβολος κατερρίφη. |
ε.185 | Λοιπὸν τῶν μέσων ἀνάγκη ζητῆσαι τὸν τόπον. Λέγει τοίνυν ἐν τῆι παραβολῆι τῶν δέκα παρθένων ὡς αἱ πέντε αἱ φρόνιμοι εἰσῆλθον μετὰ τοῦ νυμφίου εἰς τὸν νυμφῶνα, τουτέστιν εἰς τὸν οὐρανόν, ἐπειδήπερ καὶ τὴν παρθενίαν καὶ τὴν ἐλεημοσύνην ἐπελέξαντο· αἱ δὲ μωραί, φησί, τὸ ἓν ἐπιλεξάμεναι, τοῦ δὲ ἑτέρου καταφρονήσασαι, ἔμειναν ἔξω τοῦ νυμφῶνος, κεκλεισμένην εὑροῦσαι τῆν θύραν καὶ ἀκούσασαι· «Ἀπέλθατε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς», οὔτε εἰσελθεῖν συγχωρηθεῖσαι, οὔτε μετὰ τῶν ἀσεβῶν κατακριθεῖσαι, ἀλλὰ μείνασαι ἔξωθεν τοῦ νυμφῶνος. Οὕτως οὖν ἕκαστος ἔχων πίστιν ὀρθὴν ἀνυπόκριτον καὶ βίον καλὸν μετὰ παρρησίας εἰσέρχεται εἰς τὴν βασιλείαν· οἱ δὲ ἐναντίοι οἱ μηδὲ ἓν τούτων ἔχοντες, μήτε πίστιν ὀρθήν, μήτε βίον εὐθῆ, μετὰ τοῦ διαβόλου περὶ τὴν γῆν κατακρίνονται· οἱ δὲ ἕνα μὲν ἔχοντες, ἕνα δὲ μὴ ἔχοντες, μέσοι τινές εἰσιν, ἔξωθεν μένειν τοῦ νυμφῶνος κατακρινόμενοι, τουτέστι τοῦ στερεώματος. |
ε.186 | Τὸ δὲ εἶδος τῶν ἀγαθῶν ἢ τῶν τιμωριῶν ἀδύνατον εἰδέναι ἡμᾶς, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα· ὡς ἐν ὑποδείγματι δὲ μόνον τῶν ἐνταῦθα τιμωριῶν καὶ τῶν ἐνταῦθα ἀγαθῶν ἐσήμανε τὰ μέλλοντα· οὐδὲ γὰρ ἐνῆν ἡμᾶς ἄλλως ἀκοῦσαι, μήπω πεῖραν εἰληφότας καινῶν τινων πραγμάτων, ἀλλ᾽ ὅσον ἐνῆν αἰνιγματωδῶς εἰπεῖν, εἶπεν ὅτι· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπωι βασιλεῖ, ὅστις ἐποίησε τῶι υἱῶι αὐτοῦ γάμους», τὰ πάντων ἀνώτερα τῶν τοῦ βίου τούτου ἀγαθῶν ἐκλεξάμενος καὶ ὁμοιώσας τοῖς ἐκεῖσε ἀγαθοῖς· ὁμοίως καὶ τὰ χείριστα, πῦρ, σκώληκα, τάρταρον καὶ βρυγμὸν ὀδόντων, καὶ σκότος καὶ ὅσα τούτοις παραπλήσια, ἐπειδὴ ταῦτα τῶν ἐνταῦθα τιμωρητικῶν δεινότερα τυγχάνουσι, τούτοις αὐτὰ ἐξωμοίωσεν· οὔτε δὲ τὰ ἀγαθὰ τῶν ἐκεῖ δυνατὸν ἀναλογίσασθαι, οὔτε τὰ δεινά, οὔτε τὰ μέσα τούτων. |
ε.187 | Ἀλλ᾽ ἑτέρα τις κατάστασίς ἐστι κρείττων πολὺ καὶ λίαν πολὺ καθόλου ὑπάρχουσα τῶν ἐνταῦθα, ὥσπερ κρείττων ὑπάρχει ὁ βίος οὗτος οὗ ὅτε ἦμεν ἐν τῆι κοιλίαι τῆς μητρὸς ἡμῶν. Ἀναλογίσασθαι γὰρ δεῖ πῶς ἦμεν ἔσωθεν τῆς κοιλίας διάγοντες, ἐν σκότωι, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῆι, ἐν βορβόρωι, ἐν κόπρωι, καὶ πάσηι ἀκαθαρσίαι καὶ δυσωδίαι συμφυρόμενοι καὶ ἐν πάσηι ἀγνωσίαι ὑπάρχοντες, παρακύψαντες δὲ ἐν τῶι βίωι τούτωι ἕτερά τινα θεωροῦμεν, ὧν τὴν πεῖραν οὔπω παρειλήφαμεν, ἀνέσεως ἔκτασιν, ἀέρος ἀναπνοήν, ἀπόλαυσιν φωτὸς καλλίστου, κατασκευὴν κόσμου τεχνίτου καὶ πανσόφου δημιούργημα, καὶ γνώσεως Θεοῦ ἐμπιπλάμενοι, ἅπερ πάντα οὔτε εἰδέναι ἡμᾶς ἦν δυνατὸν οὔτε ἐνθυμηθῆναι οὔτε ἀκοῦσαι οὔτε ἀπολαῦσαι ἑνὸς τούτων, ἔτι ὄντας ἐν τῆι κοιλίαι. |
ε.188 | Οὕτως καὶ τὴν μέλλουσαν κατάστασιν καθόλου κρείττονα τυγχάνουσαν τῶν ἐνταῦθα οὐ δυνατὸν ἡμᾶς ἀναλογίσασθαι, ἔτι ὄντας ἐν τούτωι τῶι βίωι, ἢ ἐνθυμεῖσθαι ἢ φαντασθῆναι, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα. «Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, φησί, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ὥσπερ τοίνυν ἐνταῦθα κοινὸν δῶρον ἅπασι κεχάρισται ὁ Θεὸς τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχων ἐπ᾽ ἀγαθοὺς καὶ πονηρούς, οὕτως καὶ ἐν τῆι μελλούσηι καταστάσει κοινὸν δῶρον πᾶσι χαρίζεται, ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν καὶ ἀτρεπτότητα· κατὰ δὲ τὰς προτέρας πράξεις ἕκαστος ἑαυτῶι ἐφέλκεται εἴτε τὴν βασιλείαν, εἴτε τὴν τιμωρίαν, εἴτε ἄνοδον ἐν οὐρανῶι, εἴτε μονὴν περὶ τὴν γῆν, εἴτε περὶ τὴν μέσην τάξιν. Πάντα δὲ αἰώνια καὶ ἀπέραντα τυγχάνει, καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων χείριστα. Καθόλου δὲ ἐκείνη ἡ κατάστασις τῆς ἐνταῦθα πολὺ καὶ πάνυ πολὺ διενήνοχε. Πρὸς δὲ τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀντιδιαστελλόμενα τὰ τῶν ἀσεβῶν, ἐσχάτη τιμωρία καὶ κρίσις ἀνελεὴς τυγχάνει· ἀναλογεῖ γὰρ τῆι καταστάσει ἐκείνηι καὶ ἡ ταύτης κρίσις καὶ τιμωρία. |
ε.189 | Ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους καὶ δείξωμεν καὶ αὐτοὺς συμφώνως τοῖς παλαιοῖς λέγοντας ταύτας καὶ μόνας τὰς δύο καταστάσεις παρὰ Θεοῦ γεγενῆσθαι, ταύτην πρώτην, ἐν ἧι καὶ διάγομεν νῦν, καὶ τὴν μέλλουσαν, εἰς ἣν πάντες οἱ χριστιανοὶ ἀφορῶμεν. Διαγράψωμεν οὖν τὸν πρῶτον τῶν εὐαγγελιστῶν Ματθαῖον λέγοντα περὶ τῶν τοιούτων. |
ε.190 | Οὗτος ὁ πρῶτος τῶν εὐαγγελιστῶν συγγραψάμενος Εὐαγγέλιον· εὐαγγέλιον δὲ λέγεται ἀγαθῶν πραγμάτων ἀγγελία. Οὗτος διωγμοῦ γενομένου ἐν Ἱεροσολύμοις, ὅτε τὸν Στέφανον ἐλιθοβόλησαν, μέλλων καὶ αὐτὸς τὰ Ἱεροσόλυμα καταλιπεῖν, αἰτησάντων αὐτόν τινων τῶν πιστῶν ἔγγραφον αὐτοῖς διδασκαλίαν καταλιπεῖν, δοκιμάσας τὴν ἐν σαρκὶ μᾶλλον ἐπὶ γῆς διατριβὴν τοῦ Κυρίου ἀνεγράψατο, εἰκόνα πολιτείας ἐναρέτου καὶ διαγωγῆς οὐρανίου καὶ ἐνθέου ἀναστροφῆς αὐτοὺς διδάξαι προθέμενος. Τοῦτον οὖν τὸν σκοπὸν ἀποσώιζων ἄρχεται τῆς ἑαυτοῦ συγγραφῆς λέγων οὕτως· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ», τοῦτο λέγων· Πρὸς ὑμᾶς, ὦ πιστότατοι, τὸν λόγον ποιούμενος παραδόξου γενέσεως καὶ ἀρίστης πολιτείας καὶ διαγωγῆς οὐρανίου καὶ καινοπρεποῦς καταστάσεως, ὑμῖν ἐκτίθεμαι βίβλον. |
ε.191 | Ἐπειδήπερ πρὸς τὸν Δαυῒδ καὶ τὸν Ἀβραὰμ ὁ Θεὸς ἐπαγγελίας ἐποιήσατο ἐνευλογεῖσθαι διὰ τοῦ σπέρματος αὐτῶν πάντα τὰ ἔθνη, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα βασιλεύειν, αὐτοῦ ἐκείνου τοῦ ἐξ αὐτῶν σπέρματος, δι᾽ οὗ ὁ Θεὸς τὸν κόσμον εὐλογεῖ καὶ ἀνακτίζει καὶ βασι λείαν αἰώνιον χαρίζεται, τὴν γένεσιν διηγοῦμαι, ὅπως ἀρχηγός ἐστι δευτέρας καταστάσεως καινοπρεπῶς συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν πάσηι δικαιοσύνηι καὶ ἁγιότητι ἀναμαρτήτως πολιτευσάμενος. |
ε.192 | Ὥσπερ γὰρ ὁ πρωτόπλαστος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς μήπω σπαρείσης, μηδὲ γεωργηθείσης παρὰ ἀνθρώπου, δυνάμει θείαι παρήχθη, οὕτως καὶ ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγὸς ἐκ τῶν ἀνθρώπων, ὡς ἄν τις εἴποι, ἐκ παρθένου γῆς ἀσπόρως, ἄνευ ἀνδρός, δυνάμει τοῦ ἁγίου Πνεύματος παρήχθη· καὶ ὥσπερ πάλιν τότε τὸ θῆλυ ἐκ τοῦ ἄρρενος παρῆκται, οὕτως καὶ ἐνταῦθα τὸ ἄρρεν ἐκ τοῦ θήλεος παρῆκται· καὶ ὥσπερ ἐκεῖνος ἡττηθεὶς ἐκ τοῦ διαβόλου τὸν θάνατον τῶι γένει παρεισήγαγεν, οὕτω καὶ οὗτος νικήσας τὸν θάνατον ἐκ τοῦ γένους κατήργησε καὶ τὴν ἀθανασίαν καὶ ζωὴν ἀτελεύτητον τῶι γένει προσεκτήσατο. |
ε.193 | Ταῦτα καὶ τὰ τοιαῦτα σκοπὸν ἔχων εἰπεῖν ὁ μακαρίτης Ματθαῖος ἐξέθετο τὴν ἑαυτοῦ γραφήν, ὅπως τε ἐγένετο συλληφθεὶς ἀσπόρως ἐκ Πνεύματος ἁγίου, καὶ ὅτι προβὰς ἐν ἡλικίαι ἀναμαρτήτως ἐπολιτεύσατο, τήν τε κατὰ νόμον πολιτείαν καὶ τὴν εὐαγγελικὴν καὶ πᾶσαν δικαιοσύνην ἐπλήρωσε. Παραδοθεὶς δὲ καὶ τῶι πειράζοντι νικητὴς ἀπεφάνθη, ἀήττητος διαμείνας καὶ ἔξω τοῦ σκάμματος ὑπερακοντίσας τὸν ἀντίπαλον τῆς ἀνθρωπίνης φύσεως· εἶτα καὶ ὑπὸ τῶν Ἰουδαίων ἐπιβουλευθεὶς καὶ παραδοθεὶς ἀδίκως εἰς θάνατον δέχεται καὶ τοῦτον ὑπὲρ τοῦ γένους ἑκοντί, ἵν᾽ εὐλόγως τὸ παλαιὸν χειρόγραφον σχίσας τῶι σταυρῶι προσηλώσηι καὶ τὸν ὑπὲρ ἁπάντων ὀφειλόμενον θάνατον ὡς θυσία λογικὴ ἀποτίσηι, ἑαυτὸν ἄμωμον προσενέγκας τῶι Θεῶι· τότε λοιπὸν τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν πᾶσιν ἔδειξε τοῦ θανάτου τὴν κατάλυσιν καὶ χαίρειν πᾶσι παρεγγυᾶι, τοῦ θανάτου λοιπὸν τὸ κράτος καθελών. |
ε.194 | Μέμνηται δὲ καὶ αὐτὸς Ματθαῖος τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανόν, εἰ καὶ μὴ ἐν τῶι τέλει, ἀλλ᾽ οὖν γε ἐν αὐτῆι τῆι συγγραφῆι, ἡνίκα λέγει περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ οὕτως· «Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῆι ἐρήμωι τῆς Ἰουδαίας, λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵνα εἴπηι· Τὸ οἰκητήριον τὸ ἐν τοῖς οὐρανοῖς λοιπὸν ἕτοιμόν ἐστι, τοῦ Χριστοῦ παραγινομένου, ἀναδείκνυσθαι· ἀλλὰ καὶ ἐν τοῖς Μακαρισμοῖς καὶ ἐν πάσηι τῆι συγγραφῆι μέμνηται βασιλείας οὐρανῶν, ἐξαιρέτως δέ, ὅτε πρὸς τοὺς φαρισαίους καὶ σαδδουκαίους διαλεγόμενος περὶ ἀναστάσεως ὁ Κύριός φησιν οὕτως· «Ἐν γὰρ τῆι ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν τῶι οὐρανῶι.» Οὗτος ὁ σκοπὸς τῆς συγγραφῆς τοῦ εὐαγγελιστοῦ τοῦ μακαρίου Ματθαίου.Παραγραφή |
ε.195 | Καὶ οὗτος οὐ τῆς Παλαιᾶς ἀλλὰ τῆς Νέας Διαθήκης κῆρυξ, ὃς συνέγραψεν ἡμῖν πῶς τε καὶ πότε ἐτέχθη καὶ ἐκ τίνος ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, τουτέστιν ὁ Δεσπότης Χριστός, καὶ ὅπως ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ἡ πολιτεία. Δόξα τῶι ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προκαταγγείλαντι περὶ τούτων Θεῶι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. |
ε.196 | Οὗτος ὁ δεύτερος ὁ ἐν Ῥώμηι, Πέτρου ἐντειλαμένου αὐτῶι, Μάρκος συγγραψάμενος Εὐαγγέλιον, ὃς ἀρχὴν τοῦ Εὐαγγελίου, ἤτοι τῆς εὐαγγελικῆς πολιτείας, τὸ βάπτισμα ὁρισάμενος, ὃ τύπος ἦν τῆς ἐκ νεκρῶν ἀναστάσεως, δι᾽ ἧς εἰς ἀθάνατον καὶ ἄτρεπτον ζωὴν ἀναγεννώμεθα, εἶτα καὶ αὐτὸς τοὺς πειρασμοὺς εἰρηκὼς καὶ τὴν νίκην, ὁμοίως καὶ τὴν ἐπιβουλὴν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν, ἐτέλεσε τὴν ἑαυτοῦ συγγραφήν. Μέμνηται δὲ καὶ αὐτὸς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύττοντος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπερ πάντα καὶ αὐτὸς σύμφωνα τῶι μακαρίωι Ματθαίωι ἐφθέγξατο. Εἷς γὰρ σκοπός ἐστι πάσης τῆς θείας Γραφῆς.Παραγραφή |
ε.197 | Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ὑπάρχων τὰ αὐτὰ τῶι πρὸ αὐτοῦ ἡμῖν συνέγραψεν, ἐκ τῆς κατὰ τὸ βάπτισμα ἱστορίας ἀρξάμενος, ἥτις καὶ τύπος ἐστὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, λέγω δὴ τῆς καινῆς καὶ οὐρανίου πολιτείας, ὅπως τε ἐβαπτίσθη καὶ ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ὁ τόπος καὶ ἡ πολιτεία. Δόξα τῶι ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῶι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. |
ε.198 | Οὗτος Λουκᾶς ὁ τρίτος τῶν εὐαγγελιστῶν, ὃς θεωρήσας πολλοὺς ἐπικεχειρηκότας ἀναγράψασθαι Εὐαγγέλια καὶ ἐκ καρδίας πολλὰ πλαττομένους, αὐτὸς τάχιστα πρὸς τὸν ἴδιον μαθητὴν Θεόφιλον συγγράφει λόγον ἀσφαλιζόμενος μὴ παρασυρῆναι τοῖς ἐκείνων πλάσμασι, μηδὲ παρατραπῆναι ὧν πρώην μεμάθηκεν· «Ἵνα γνῶις, φησίν, ἀκριβῶς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.» Διηγεῖται τοίνυν αὐτῶι ὅσαπερ καὶ παραδεδώκει αὐτῶι, ἀρξάμενος ἀπὸ τῆς γενέσεως Ἰωάννου, τοῦτο διδάσκων ὅτι καὶ τοῦ Προδρόμου ἡ γένεσις παράδοξος ἦν, εἶτα τὴν αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα καὶ αὐτὴν παραδόξως διηγησάμενος γεγενῆσθαι, κατὰ τὸν τοῦ προλαβόντος Ματθαίου σκοπὸν εἰρηκὼς κατὰ ἀναποδισμὸν τοὺς αὐτοῦ προγόνους, ὡς ἐκ τοῦ Δαυῒδ καὶ τοῦ Ἀβραάμ, ἔτι τε παρατείνας, ὡς καὶ ἐκ τοῦ Ἀδὰμ ὑπάρχει, μὴ εὑρηκὼς ὕστερόν τινα ἐπὶ τὸν Θεὸν λοιπὸν ἀνέδραμε, λέγων «τοῦ Θεοῦ», τουτέστι τοῦ ἀρξαμένου τῆς κτίσεως κατὰ τὸν ἱεροφάντην Μωϋσέα καὶ ποιήσαντος τὸν πρωτόπλαστον Ἀδάμ. |
ε.199 | Εἶτα πάλιν καὶ αὐτὸς ὅμοια τοῖς ἄλλοις εἰρηκὼς περὶ τοῦ βαπτίσματος καὶ τῶν πειρασμῶν, ἔτι τε καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, μετὰ ταῦτα καὶ ἐν αὐτῶι τῶι Εὐαγγελίωι καὶ ἐν ταῖς Πράξεσι τὴν ἄνοδον αὐτοῦ τὴν εἰς τὸν οὐρανὸν ἀπαγγέλλει, καὶ ὅτι οὕτως πάλιν ἐλεύσεται, καὶ τελειοῖ καὶ αὐτὸς τὴν ἑαυτοῦ γραφὴν εἰς ἕνα σκοπὸν ἀφορῶν, ὃν πάντες προσδοκῶσι, τοῦτο διδάσκων καὶ τὸν ἑαυτοῦ μαθητὴν τὸν θεοφιλῆ Θεόφιλον.Παραγραφή |
ε.200 | Καὶ οὗτος κῆρυξ τῆς αὐτῆς Νέας Διαθήκης ὢν τὰ αὐτὰ τοῖς ἄλλοις ἐξεῖπεν, ἀρξάμενος ἀπὸ τῆς γενέσεως τοῦ Προδρόμου, ἐλθὼν καὶ ἐπὶ τὴν αὐτοῦ γένεσιν, εἰπὼν δὲ καὶ τὴν κατὰ νόμον πολιτείαν, ὁμοίως καὶ τὴν εὐαγγελικήν, λέγω δὴ βάπτισμα, θάνατον καὶ ἀνάστασιν· ἐς ὕστερον καὶ αὐτὸς τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανὸν κατήγγειλεν, ἔνθα ἐστὶ τὸ τῆς δευτέρας ἡμῶν καταστάσεως κατοικητήριον. Δόξα τῶι ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῶι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. |
ε.201 | Οὗτος πάλιν συνέγραψε τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν δοξολογίαν ἐπὶ τῆι γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα χαιρόντων καὶ ἀγαλλιώντων καὶ λεγόντων· «Δόξα ἐν ὑψίστοις Θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», τὴν πάλαι κατήφειαν ἑαυτῶν, τὴν διὰ τὸν πρωτόπλαστον ἄνθρωπον, νῦν ἀποθέμενοι καὶ χαίροντες ἐπὶ τῆι τοῦ δευτέρου Ἀδὰμ γενέσει. |
ε.202 | Οὗτος Ἰωάννης, ὁ τέταρτος τῶν εὐαγγελιστῶν, ὁ πλείω πάντων ἀγαπώμενος ὑπὸ τοῦ Χριστοῦ, ὁ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνακεκλιμένος, ὁ ἐκεῖθεν ὡς ἐξ ἀενάου πηγῆς τὰ μυστήρια ἀρυσάμενος, ὧι ἐν Ἐφέσωι διάγοντι ἐπεδόθησαν τῶν ἑτέρων τριῶν εὐαγγελιστῶν ὑπὸ τῶν πιστῶν αἱ συγγραφαί, καὶ δεξάμενος εὖ ἔχειν μὲν αὐτὰς ἀπεφήνατο, τινὰ δὲ ἐν αὐτοῖς παραλελεῖφθαι ἔφη, ἅτινα καὶ ἀναγκαῖον ἦν διηγήσασθαι· καὶ παρακληθεὶς ὑπὸ τῶν πιστῶν ἐξέθετο καὶ αὐτὸς τὴν ἑαυτοῦ συγγραφήν, τρόπον τινὰ τῶν παραλελειμμένων ἀναπλήρωσιν, οἷον περὶ τοῦ ἐν Κανᾶ γάμου, περὶ Νικοδήμου, περὶ τῆς Σαμαρείτιδος, περὶ τοῦ βασιλικοῦ, περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, περὶ Λαζάρου, περὶ τοῦ τὸν Ἰούδαν ἀγανακτεῖν διὰ τὴν ἀλείψασαν τὸν Κύριον μύρωι, περὶ τῶν προσελθόντων Ἑλλήνων, περὶ τοῦ νιπτῆρος, καὶ περὶ ἑτέρων διδασκαλιῶν ἐν μέσωι εἰρημένων, περὶ τοῦ Παρακλήτου, ἐξαιρέτως δὲ καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ φανερῶς κηρύξας καὶ θεμέλιον τῆς ἑαυτοῦ συγγραφῆς αὐτὸ προτάξας, ἅπερ πάντα παραλελειμμένα τοῖς ἄλλοις ἦν. |
ε.203 | Ἀρξάμενος τοίνυν ἀπὸ τῆς θεότητος μετελήλυθεν εὐθέως καὶ ἐπὶ τὴν ἀνθρωπότητα αὐτοῦ, εἰπὼν καὶ αὐτὸς ὅσα τοῖς ἄλλοις προείρητο, βάπτισμα, πειρασμούς, θάνατον καὶ ἀνάστασιν. Εἶτα προστίθησιν ὅσα μετὰ τὴν ἀνάστασιν πεποίηκεν, ὡς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὡς ἔδειξε τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευράν, ὡς συνέφαγε καὶ συνέπιεν αὐτοῖς, ὡς συνωδοιπόρησεν, ὡς ἐκράτει τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ ὁρᾶν αὐτόν, ὡς, ὅτε ἠβούλετο, ἀθρόον παρεγίνετο καὶ ἀθρόον πάλιν ἀπελιμπάνετο, ὡς διδασκαλικῶς τῆι Μαρίαι ἔλεγε· «Μή μου ἅπτου», διδάσκων διὰ τούτου ὡς τῶν ἀθανάτων ἡ διαγωγὴ μετὰ θνητῶν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον ἐν οὐρανῶι ἐστιν ἡ διαγωγὴ αὐτῶν. |
ε.204 | Οὕτως γὰρ καὶ ἐπιφέρει· «Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου», ἔνθα μέλλω ἀνιέναι, ἐν ὧι ἐστι καὶ τῶν ἀθανάτων ἡ διαγωγή. Διὰ τοῦτο καὶ ἔλεγεν αὐτῆι ἀπελθεῖν καὶ εἰπεῖν τοῖς μαθηταῖς ὅτι· Ἀναβαίνω εἰς τὸν οὐρανόν, ἔνθα καὶ ὑμεῖς μέλλετε ἀνιέναι. Ταῦτα πάντα συγγραψάμενος καὶ αὐτὸς ἐτέλεσε τὴν ἑαυτοῦ γραφήν, ἕνα σκοπὸν ἔχων σὺν τοῖς ἄλλοις εὐαγγελισταῖς τοῦ διδάξαι ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν δεῖ ἀφορᾶν, πρὸς ἣν ἀφορᾶι πᾶσα ἡ θεόπνευστος Γραφή, Παλαιά τε καὶ Καινὴ Διαθήκη.Παραγραφή |
ε.205 | Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ἀναφανείς, τὰ παραλελειμμένα τοῖς ἄλλοις εὐαγγελισταῖς συγγραψάμενος καὶ ἀναπληρώσας τὰ λοιπὰ τοῖς ἄλλοις ὁμοίως ἐξεῖπε, βάπτισμα, πολιτείαν, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον τὴν εἰς τὸν οὐρανόν, ἔνθα ἐστὶ τῶν ἀθανάτων καὶ δικαίων ἀνθρώπων καὶ ἀγγέλων τὸ κατοικητήριον, τουτέστι τῆς δευτέρας καταστάσεως ὁ τόπος. Δόξα τῶι ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. |
ε.206 | Οὗτος Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθείς, ὁ ἐν ἑαυτῶι τεθεμελιωμένην ἔχων τὴν Ἐκκλησίαν, ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ὁμολογήσας, ὁ γενναίως τὸν σταυρὸν κατωκάρα παρακαλῶν ὑπομεῖναι, καὶ οὗτος τὸν αὐτὸν τοῖς εὐαγγελισταῖς ἀποσώιζων σκοπὸν οὕτως ἐν ταῖς Πράξεσιν ἔφη· «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσωι ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῆι προωρισμένηι βουλῆι καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου», εἶτα παρακατιών· «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῆι δεξιᾶι οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τὸν οὐρανόν· λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῶι Κυρίωι μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» |
ε.207 | Σκοπητέον ἐνταῦθα, πῶς πᾶσαν τὴν ὑπόθεσιν τῶν εὐαγγελιστῶν εἰς ὀλίγους πάνυ στίχους περιέγραψεν, εἰπὼν περὶ αὐτοῦ καὶ τὴν θρεψαμένην ὡς ἀπὸ Ναζαρέτ, καὶ ὅτι ἀπὸ Θεοῦ ἀνὴρ τυγχάνει, ὡς δεύτερος Ἀδάμ, καὶ ὅτι δι᾽ αὐτοῦ τὰ θαύματα εἰργάζετο ὁ Θεός, καὶ ὅτι συγχωρήσει θείαι ἀπεκτάνθη ὑπὸ τῶν ἀνόμων, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀνέστησεν ἀθάνατον καὶ ἄτρεπτοντοῦτο γὰρ ἔφη «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», καὶ ὅτι τῆι θείαι δυνάμει ὑπερυψωθεὶς εἰς οὐρανὸν ἀνελήλυθε κἀκεῖθεν κατέπεμψε τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ ἕτερος ἀνῆλθεν εἰς τὸν οὐρανόν, ἢ Δαυΐδ, ἀλλ᾽ αὐτὸς ὁ Κύριος, περὶ οὗ καὶ Δαυῒδ εἶπεν· «Εἶπεν ὁ Κύριος τῶι Κυρίωι μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καί· «Ἀσφαλῶς Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησεν.» |
ε.208 | Ἔτι δὲ πάλιν λέγει πρὸς Κορνήλιον οὕτως· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίωι καὶ δυνάμει, ὡς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῆι χώραι τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῆι τρίτηι ἡμέραι καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῶι λαῶι, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶι μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῶι λαῶι καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Τούτωι πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.» |
ε.209 | Ὁμοίως πάλιν, ὅτε τὸν χωλὸν ἰάσατο, οὕτω φησί· «Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως, καὶ ἀποστείληι τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν.» Καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως, τό· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός», καὶ πάλιν ἐπιφέρει· «Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας· ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῶι σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῶι ἀποστραφῆναι ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.» |
ε.210 | Τούτοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακάριος Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγελισταί, καὶ ὅτι πάντες οἱ προφῆται προκατήγγειλαν ταῦτα πάντα, ὅτι ὁ Θεὸς δευτέραν τινὰ κατάστασιν καινὴν πεποίηκε καὶ ποιεῖ, ἣν καὶ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν, καὶ οὔτε πρὸ ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι, οὔτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προφητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπε, ταύτην καὶ τὴν μέλλουσαν.Παραγραφή |
ε.211 | Ἐπὶ τῆς πυργοποιΐας θεομαχοῦντές ποτε οἱ ἄνθρωποι ἠβούλοντο εἰς τὸν οὐρανὸν ἀνελθεῖν· τούτων τὰς γλώσσας σχίσας ὁ Θεὸς ἀπράκτους πεποίηκεν. Ἐπ᾽ ἐσχάτου τῶν καιρῶν ἐπὶ σωτηρίαι τῶν ἀνθρώπων παραγεγονὼς καὶ τὴν ἡμετέραν φύσιν εἰς οὐρανὸν ἀναγαγών, ἐν ἡμέραι τῆς Πεντηκοστῆς προμηνύων καὶ τῶν λοιπῶν τὴν ἄνοδον, διὰ Πνεύματος ἁγίου οὐρανόθεν πάλιν τὰς γλώσσας συνάξας τοῖς ἀποστόλοις δίδωσι. |
ε.212 | Καὶ σταθεὶς ὁ τῆς Νέας ταύτης Διαθήκης μέγας κῆρυξ Πέτρος ἐν μέσωι δημηγορῶν, καὶ ἃς ἐπιστεύθη παρὰ Χριστοῦ κλεῖδας τῶν οὐρανῶν βαστάζων, ἐβόα μετὰ παρρησίας ἃ καὶ οἱ εὐαγγελισταὶ συνεγράψαντο, βάπτισμα, πολιτείαν, θάνατον, ἀνάστασιν, ἀθανασίας χάριν καὶ ἀφθαρσίαςτοῦτο γὰρ βούλεται λέγειν «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», καὶ ὁμοίως τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανόν· καὶ «καιροὺς ἀναψύξεως» καλεῖ τὴν μέλλουσαν κατάστασιν, καὶ ταύτην λέγει τὴν προεπηγγελμένην εὐλογίαν τῶι Ἀβραάμ, καὶ διὰ πάντων τῶν προφητῶν αὐτὴν κηρυττομένην ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἀρχηγὸν αὐτῆς τὸν Δεσπότην Χριστὸν εἶναι, δι᾽ οὗ πάντα τὰ ἔθνη εὐλογοῦνται. Δόξα τῶι ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι Θεῶι καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν.ΣΤΕΦΑΝΟΣ |
ε.213 | Οὗτος ὁ Στέφανος, ὁ τῆς Νέας Διαθήκης πρωτομάρτυς καὶ πρωτοδιάκονος, ὁ τὸν μέγαν Παῦλον ἔτι ζηλωτὴν ὑπάρχοντα τοῦ νόμου φονέα ἴδιον κεκτημένος, ὁ μόνος μετὰ πάσης συναγωγῆς ἀγωνιζόμενος, ὁ τὸν Ἀγωνοθέτην πρὸς τὴν θέαν ἐξαναστήσας, οὗτος ὁ θεωρῶν τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· πάσης γὰρ τῆς θείας Γραφῆς καθήμενον λεγούσης, οὗτος ἑστῶτα εἶδεν· ἡ γὰρ σφοδρότης τοῦ ἀγῶνος ἐπὶ τὴν θέαν τὸν Ἀγωνοθέτην ἐξανέστησεν. Ὅθεν καὶ παρ᾽ αὐτοῦ προτρεπόμενος ἀνιέναι εἰς ἐκείνην τὴν δόξαν ηὔχετο τοῖς αὐτὸν λιθάζουσι λέγων· «Κύριε, μὴ στήσηις αὐτοῖς τὴν ἁμαρτίαν ταύτην», ἀλλὰ σὺ αὐτὸς «δέξαι τὸ πνεῦμά μου». Ἰδοὺ καὶ αὐτὸς τὰ αὐτὰ τοῖς ἄλλοις καὶ εἶδε καὶ κηρύττει, ὡς εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστός, ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, ὃν παρακαλεῖ καὶ αὐτὸν αὐτόθι δέξασθαι.Παραγραφή |
ε.214 | Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ καὶ ἀγωνιστὴς θερμὸς ὑπάρχων αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο πνευματικώτερον τὸν Ἰησοῦν ἔσωθεν ὄντα τοῦ στερεώματος, ὃν καὶ λιθαζόμενος παρακαλεῖ δέξασθαι αὐτοῦ τὸ πνεῦμα. Οὗτος πρὸς τοὺς Ἰουδαίους ἐξέτεινε μεγάλην δημηγορίαν, ἐν ἧι αὐτοὺς ἤλεγξε φονέας τοῦ Ἰησοῦ γεγονότας. Διὰ τούτου καὶ αὐτὸς πιστούμενος ἡμᾶς, ἅπερ καὶ οἱ πρῶτοι εἰρήκασι, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον εἰς τὸν οὐρανόν. Δόξα τῶι ταῦτα ἑτοιμάσαντι καὶ προκαταγγείλαντι καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν.
ΠΑΥΛΟΣ
|
ε.215 | Οὗτος ὁ μέγας Παῦλος, ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου φάλαγγος ταξιάρχης, ὁ ἐν ἑαυτῶι ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῶι σώματι περιφέρων, ὁ μέγας διδάσκαλος τῆς Ἐκκλησίας, ὁ μυρίους θανάτους καθ᾽ ἑκάστην ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένων, ὁ ἐν Κυρίωι καυχώμενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν ἑαυτῶι βρύουσαν ἔχων, ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν, ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν δὲ ἠλεημένος, ὁ ἕως τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς τὸν παράδεισον, ὁ τῶν ἀρρήτων ῥημάτων ἀκουστής, ὁ τῶν πνευματικῶν χαρισμάτων κεκριμένος δικαστής, ὁ μέγας κανονάρχης καὶ ὑπερβαίνων τοὺς λοιποὺς διδασκάλους τῆς Ἐκκλησίας, Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν πάσαις ταῖς Ἐπιστολαῖς αὐτοῦ, ὡς ἐν τάξει σημείου, ἡ «χάρις» ἐστὶ «τοῦ Κυρίου». |
ε.216 | Οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ Ἐπιστολαῖς, ὡς ἤδη γενόμενος ἐν τῆι δευτέραι καταστάσει, γεγηθὼς καὶ πεποιθὼς διατελεῖ· «Συνήγειρε καὶ συνεκάθισε, φάσκων, ἐν τοῖς ἐπουρανίοις», καί· «Τῆι ἐλπίδι ἐσώθημεν», καὶ ἄλλα μύρια, ἃ νῦν καταλέγειν οὐκ εὐχερές. Ἐνίων δὲ μνημονεύσωμεν, ἵνα μὴ τὸν λόγον μηκύνωμεν. Λέγει τοίνυν ἐν τῆι πρὸς Κορινθίους πρώτηι Ἐπιστολῆι οὕτως· «Εἰ ἐν τῆι ζωῆι ταύτηι ἐν Χριστῶι ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Ἀλλὰ τί, ὦ Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωήν, ποίαν ἄλλην ἐλπίζειν ὀφείλομεν; Ναί, φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ οὐράνιος, μεθ᾽ ὅρκου παρὰ Θεοῦ ἐπαγγελλομένη. |
ε.217 | Φησὶ γάρ· «Ἐν ὧι περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκωι, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Καὶ πάλιν· «Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν.» Καὶ πάλιν· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες.» Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» Καὶ πάλιν· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Καὶ πάλιν· «Ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.» Καὶ πάλιν· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῶι Ἰησοῦ· ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.» Καὶ πάλιν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῶι σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» |
ε.218 | Καὶ πάλιν· «Εἰ οὖν συνηγέρθητε τῶι Χριστῶι, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾶι τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Καὶ πάλιν· «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγωι Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῆι ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῶι ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίωι ἐσόμεθα· ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.» Καὶ πάλιν· «Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Καὶ πάλιν· «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Καὶ πάλιν· «Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.» |
ε.219 | Ἀλλὰ καὶ ἐν ταῖς Πράξεσιν, ὅτε τῶι Φήστωι καὶ τῶι Ἀγρίππαι ἐπὶ βήματος διελέγετο, ταῦτά φησι· «Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;» Καὶ πάλιν· «Ἕνεκα τούτων Ἰουδαῖοι συλλαβόμενοί με ἐν τῶι ἱερῶι ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυγχάνων τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῶι τε καὶ μεγάλωι, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῶι τε λαῶι καὶ τοῖς ἔθνεσι.» Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ Ἀποστόλου χρήσεις ἀναλέξασθαι περὶ τούτου, σχεδὸν τὰς δεκατέσσαρας αὐτοῦ Ἐπιστολὰς δι᾽ ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγόμεθα δραμεῖν, ὅθεν καὶ παραγγέλλει λέγων· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν», «κατάπαυσιν» αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ᾽ αὐτήν, ἀλλὰ καὶ «βασιλείαν ἀσάλευτον», ἵνα εἴπηι διαδοχὴν μὴ ἔχουσαν.Παραγραφή |
ε.220 | Τί δεῖ λέγειν καὶ περὶ τούτου τοῦ σκεύους τῆς ἐκλογῆς, τῆς ἠχούσης μεγάλης σάλπιγγος νέας ἐν τοῖς ἔθνεσι, τῆς συναγούσης τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ εἰς μίαν Ἐκκλησίαν; Ὅτι καὶ αὐτὴ ἡ πρώτη αὐτοῦ ἐκλογὴ ἐξ οὐρανῶν τοῦ Ἰησοῦ προσκαλεσαμένου ἐγένετο, καὶ μαθὼν οὐκ ἠπείθησε τῆι οὐρανίωι ὀπτασίαι. Οὗτος πάλιν ἁρπαγείς, περιὼν ἐν τῆι νῦν καταστάσει, ἕως τρίτου οὐρανοῦ τῶν ἀγγέλων τὰς τάξεις ἐθεάσατο, τῶν ἀοράτων Δυνάμεων τὴν λειτουργίαν κατώπτευσε, τῶν Ἀρχῶν καὶ τῶν Ἐξουσιῶν καὶ Κυριοτήτων καὶ πασῶν τῶν Δυνάμεων τῶν κατωνομασμένων ἐμβατεύσας καὶ κατοπτρισθεὶς τὴν διακονίαν ἐβόα· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Οὗτος καὶ τήν ποτε τάξιν τοῦ Ἀντικειμένου, ὡς τῆς ἐξουσίας τοῦ ἀέρος ὑπῆρχεν, ἐξεῖπε καὶ τὴν ἀπὸ τοῦ τύφου ἐξ οὐρανῶν πτῶσιν ἀνήγγειλεν. Οὗτος πάλιν βοᾶι· «Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;» Καὶ πάλιν· «Οἱ ἄγγελοι τὸν κόσμον κρίνουσιν.» |
ε.221 | Οὗτός ἐστιν ὁ ἐν πάσαις ταῖς Ἐπιστολαῖς ἑαυτοῦ παραγγέλλων οὐράνια φρονεῖν καὶ οὐράνια ζητεῖν, καὶ σπεύδειν δραμεῖν ἐν οὐρανῶι καὶ ἐπείγεσθαι τῶν ἄνω τυγχάνειν. Οὗτός ἐστιν ὁ τὴν πόλιν καὶ τὸ οἰκητήριον τῶν δικαίων, ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλησίας τὸν οὐρανὸν ἐξειπών, κεφαλὴν ὅλου τοῦ σώματος ὡς ἀνώτερον τὸν Δεσπότην Χριστὸν προσεῖπεν· ὑπεράνω γὰρ εἶπε πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῶι αἰῶνι τούτωι, ἀλλὰ καὶ ἐν τῶι μέλλοντι· καί, συντόμως εἰπεῖν, οὗτός ἐστιν ὁ τῶν οὐρανίων ταγμάτων καὶ τῆς Ἐκκλησίας διδάσκαλος μέγας καὶ ἐξηγητὴς καὶ αὐτὸς τῆς νῦν καὶ τῆς μελλούσης μόνων καταστάσεων μνημονεύων καὶ τῆς ἀθανασίας καὶ ἀφθαρσίας τῆς παρεχομένης ἡμῖν ὑπὸ τοῦ Θεοῦ ἐν τῶι μέλλοντι καὶ τῆς ἀτρεπτότητος καὶ πάντων τῶν ἀγαθῶν τῶν ὑπερκοσμίων, ὧν τὴν δύναμιν λογίσασθαι οὐ δυνάμεθα. Δόξα τῶι ταῦτα πάντα προετοιμάσαντι καὶ προμηνύσαντι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ε.222 | Ἔτι Ῥωμαίων μὲν εὐθὺς ἐν προοιμίοις ὁ Παῦλος τὴν πίστιν ἐπαινεῖ καταγγελλομένην ἐν ὅλωι τῶι κόσμωι, καὶ ὁμοπίστους ἀποκαλεῖ. Κορινθίους δέ, ὡς πρώην φιλοσόφους τοῦ κόσμου τούτου ὄντας, μέμφεται, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἀνόνητον δὲ αὐτοῖς τοῦτο ἀποφαίνεται, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ᾽ αὐτῶν. Δικαίως οὖν οἱ Ἀθηναῖοι σπερμολόγον αὐτὸν προσηγόρευον, ὡς ἀνορύττοντα τὰ τῆς δεισιδαιμονίας αὐτῶν ζιζάνια. Γαλάτας ἀνοήτους ἀποκαλεῖ καὶ δίκην ἀψύχων εὐχερῶς μετατιθεμένους, ὡς μετὰ τὸ βάπτισμα ἀπατηθέντας καὶ περιτμηθέντας. Ἐφεσίοις πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ἐξαγγέλλει καὶ σχεδὸν ἐκεῖσε θηριομαχήσας παρατίθεται αὐτοῖς προφητεύων καὶ λέγων μετὰ ταῦτα τινὰς πρὸς αὐτοὺς ὡς λύκους εἰσερχομένους καὶ διασπῶντας αὐτούς, μεθ᾽ ὧν, ἔφη, καὶ ἐξ αὐτῶν ἀνίστασθαί τινας ὁμοίως τοῖς λύκοις διασπῶντας τὴν Ἐκκλησίαν. |
ε.223 | Φιλιππησίους πάνυ θαυμάζει ἐπαινῶν ὡς μόνους πολλὴν φροντίδα καὶ ἀγάπην τιθεμένους πρὸς αὐτὸν ἔν τε τοῖς δεσμοῖς αὐτοῦ καὶ ἐν τῆι ἀπολογίαι, καὶ πολλάκις αὐτῶι πέμψαντας τὰ πρὸς τὴν χρείαν. Κολοσσαεῖς δὲ πάλιν καὶ αὐτοὺς ἐπαινεῖ ἐν τῆι πίστει, εἴ γε ἐπιμένουσι, καὶ ἀγάπην ἔχοντας εἰς πάντας τοὺς ἁγίους. Θεσσαλονικέας φιλαδέλφους λέγει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, ὥσπερ καὶ τοὺς Ἑβραίους πιστούς, καὶ ἐπιστηρίζει αὐτοὺς ὥσπερ καὶ τοὺς Κορινθίους περὶ ἀναστάσεως νεκρῶν, ἅμα καὶ περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας. Ἑβραίοις, ὡς Ἑβραῖος καὶ ὡς εἷς ἐξαὐτῶν κοινοποιούμενος τὰ αὐτῶν, ἁγίους ἀδελφοὺς καὶ κλητοὺς καὶ μετόχους τῶν οὐρανίων γεγονότας ὀνομάζει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, πλήν, φησίν, «ἐάνπερ τὴν ἀρχὴν μέχρι τέλους βεβαίαν κατασχῶμεν», καὶ ἀσφαλίζεται μὴ τῶι φόβωι τοῦ διωγμοῦ ἐκλυθῆναι καὶ παλινδρομῆσαι πρὸς τοὺς ἀπίστους. |
ε.224 | Τιμοθέωι πάλιν ἐν Ἐφέσωι παραγγέλλει γράφων ἀσφαλίζεσθαι τοὺς ἑτεροδιδασκάλους καὶ μὴ προσέχειν τοῖς αὐτῶν μύθοις, καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ κανόνας παραδίδωσιν ἐκκλησιαστικούς· «Ἵνα γνῶις, φησί, πῶς δεῖ ἐν οἴκωι Θεοῦ ἀναστρέ φεσθαι.» Λέγει δὲ καί τινας αἱρέσεις ἀναδεικνυμένας ἐπ᾽ ἐσχάτου καὶ ἀποστρεφομένας τὴν ἀλήθειαν, καὶ προλέγει ὅτι οὐ προκόψουσιν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ φανεροὶ γενήσονται καὶ ἡ ἄνοια αὐτῶν εὔδηλος ἔσται πᾶσι. Τίτωι πάλιν καὶ αὐτῶι ἐν τῆι Κρήτηι κανόνας ἐκκλησιαστικοὺς παραδίδωσι καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ ἐπιτιμήσει κέχρηται πρὸς τοὺς Κρῆτας, ὡς ψεύστας καὶ κούφους καὶ δολίους καὶ ὑπὸ τῶν ἐκ περιτομῆς πλανωμένους. |
ε.225 | Φιλήμονι μαρτυρεῖ πολλὴν πίστιν, εὐσεβείας καὶ ἀγάπην ἔχοντι πρὸς τοὺς ἁγίους, οὗ τὸν δοῦλον Ὀνήσιμον ἄχρηστον ὄντα μετέβαλε καὶ εὐσεβῆ πεποίηκε, καὶ τὸν αὐτοῦ δεσπότην ὁ μέγας Ἀπόστολος παρακαλεῖ δέξασθαι μηκέτι ὡς δοῦλον, ἀλλ᾽ ὡς ἀδελφόν. Ἐν πάσαις δὲ ταῖς Ἐπιστολαῖς αὐτοῦ εἰς τὸ τῶν οὐρανῶν οἰκητήριον πάντας προτρέπεται διὰ πίστεως ὀρθῆς καὶ βίου καλοῦ εἰσελθεῖν καὶ μὴ ἀποτυχεῖν τῶν ἀποκειμένων τοῖς δικαίοις ἀγαθῶν· μεθ᾽ ὧν καὶ ἡμᾶς ἀναξίους ὄντας ἀξίωσον, ὁ τὴν εὔσπλαγχνον ἔχων ἀγαθότητα, Κύριε ὁ Θεός, τῶν ὅλων ποιητά. Ἀμήν. |
ε.226 | Ἔτι. Τοῖς Ἑβραίοις ὁ Παῦλος ἑβραϊστὶ γεγράφηκεν ὡς Ἑβραῖος· μετεφράσθη δὲ εἰς τὴν ἑλληνίδα γλῶτταν, ὥς φασιν, ὑπὸ Λουκᾶ ἢ ὑπὸ Κλήμεντος, ὁμοίως καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον.Ἐπὶ τὸ προκείμενον ἀναδράμωμεν |
ε.227 | Σκοπῆσαι λοιπὸν δεῖ, ὦ θεοφιλέστατε, τὴν συμφωνίαν τοῦ κοσμογράφου Μωϋσέως, καὶ πάντων τῶν προφητῶν καὶ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, πῶς πάντες συμφώνως δύο καταστάσεις διηγοῦνται τὸν Θεὸν πεποιηκέναι τὸν σύμπαντα κόσμον. Διὰ τοῦτο ἀρξάμενος ὁ Θεὸς τὴν κτίσιν ποιῆσαι, τῆι δευτέραι ἡμέραι τὸ στερέωμα πεποίηκε καὶ συνέδησε τῶι πρώτωι οὐρανῶι κατὰ τὸ μέσον τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, διελὼν τὸν ἕνα χῶρον εἰς χώρους δύο· καὶ τὸν ἕνα τὸν κατώτερον τοῦτον τὸν κόσμον ἔταξεν εἶναι, τὸν δὲ ἀνώτερον τὸν μέλλοντα κόσμον ἡτοίμασεν ἐξ ἀρχῆς κατὰ τὸν ἄνωθεν αὐτοῦ σκοπόν. |
ε.228 | Οὐ γὰρ ἐν τῆι ζωῆι ταύτηι τῆι προσκαίρωι ἐστὶν ἡ ἡμετέρα ἐλπίς, ἀλλ᾽ ἐν τῆι μελλούσηι ἀτελευτήτωι, ἐν ἧι υἱοθεσία καὶ ἀπολύτρωσις καὶ ἀτρεπτότης καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ μακαριότης ὑπάρχει καὶ τελεία γνῶσις καὶ πᾶν ὁτιοῦν καλὸν ἡμῖν ἀπόκειται λαμβάνειν παρὰ τοῦ Θεοῦ, πεπειραμένοι ἀπ᾽ ἐντεῦθεν καλῶν καὶ κακῶν, ἵν᾽ εἰδείημεν τῶν παρεχομένων ἡμῖν ἀγαθῶν τὴν δύναμιν, καθὼς ἐνδέχεται, τρόπον τινὰ υἱοὶ Θεοῦ γενόμενοι καὶ δοξαζόμενοι δόξηι καὶ χαρᾶι ἀνεκλαλήτωι. Διὰ τοῦτο καὶ ἐνταῦθα οἱ πιστοὶ συμβο λικῶς τῶν μυστηρίων μεταλαμβάνομεν τοῦ σώματος τοῦ Δεσπότου Χριστοῦ μετὰ τὸ βάπτισμα, ἵνα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προσέχοντες τῶι Δεσπότηι Χριστῶι μεταλαμβάνωμεν τῆς αὐτοῦ δόξης, ἐφελκόμενοι δόξαν ἀπὸ τῆς αὐτοῦ δόξης. |
ε.229 | Διὰ τοῦτο καὶ μετάληψις λέγεται, καθὰ καὶ ἐν τῶι Ἀποστόλωι γέγραπται οὕτως· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένωι προσώπωι τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος», ἵνα εἴπηι· Ἡνίκα ὁ Κύριος παραγίνεται, πάντες οἱ πιστοὶ φανερώτατα, ἄνευ καλύμματος, τὴν δόξαν Κυρίου ὡς ἐν ἐσόπτρωι τινὶ κατοπτριζόμεθα καὶ τὴν αὐτὴν εἰκόνα, ἣν ὁ Κύριος ἔχει, μεταμορφούμεθα ἀπὸ τῆς αὐτοῦ δόξης εἰς ἡμετέραν δόξαν μεταλαμβάνοντες. Τοῦτο γὰρ σημαίνει καὶ ἡ μετάληψις τῶν μυστηρίων, τὸ μεταλαβεῖν τοῦ δεδοξασμένου αὐτοῦ σώματος, ὥσπερ ἐν ἐσόπτρωι κατοπτριζόμενοι καὶ μεταλαμβάνοντες τῆς δόξης αὐτοῦ. «Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες λαμβάνομεν», χορηγοῦντος αὐτοῦ καὶ μὴ μειουμένου. Τὸ δὲ «καθάπερ ἀπὸ Κυρίου Πνεύματος» τοῦτο βούλεται λέγειν ὅτι· Καθάπερ ὁ Μωϋσῆς ἔλαβε παρὰ Κυρίου, ἡμεῖς δὲ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου λαμβάνομεν.Παραγραφή |
ε.230 | Ὥσπερ ἐνταῦθα γεννώμενοι ἐκ τοῦ γάλακτος σιτιζόμεθα τῶν ἡμετέρων γονέων, τουτέστιν ἐκ τῶν σαρκῶν αὐτῶν καὶ τῶν αἱμάτων πρὸς ζωὴν συνιστάμενοι, οὕτως προσετάχθημεν σιτίζεσθαι μυστικώτερον τοῦ σώματος καὶ αἵματος τοῦ Δεσπότου Χριστοῦ, ἐπειδήπερ καὶ πατὴρ ἡμῶν ἐστιν ἐν τῶι μέλλοντι αἰῶνι, καθὰ τῆι Γραφῆι δοκεῖ, παρ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ τὸ εἶναι λαμβάνοντες καὶ τὸ πῶς εἶναι ἀναγεννώμενοι εἰς ζωὴν αἰώνιον. |
ε.231 | Ἐνταῦθα, γέννησις σαρκικὴ καὶ γάλακτος τροφὴ καταλλήλως εἰς ζωὴν συνιστῶσα τὸν γεννώμενον· ἐν τοῖς μυστηρίοις, τύπος ἀναγεννήσεως δι᾽ ὕδατος καὶ πνεύματος, καὶ μυστικὴ τροφὴ σώματος καὶ αἵματος Χριστοῦ εἰς ζωὴν αἰώνιον προτρεπομένη καὶ ἐφελκομένη τὸν πιστεύοντα καὶ μεταλαμβάνοντα· ἐν τῶι μέλλοντι, ἀνάστασις ἀπὸ νεκρῶν, ὡς ἀπὸ γαστρὸς ἐκ τῶν τάφων ἀνιστάμενοι καὶ ἀναγεννώμενοι καὶ ἀναπλαττόμενοι, καὶ κυρίως μετάληψις τοῦ δεδοξασμένου, ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου σώματος καὶ ψυχῆς Χριστοῦ. Δόξα τῶι κτίστηι καὶ ἀνακαινιστῆι τοῦ παντὸς Θεῶι εἰς τοὺς αἰῶνας. Ἀμήν.Ἐπὶ τὸ προκείμενον πάλιν ἀναδράμωμεν |
ε.232 | Εἴωθε δὲ ἡ θεία Γραφὴ τὴν δημιουργίαν ὡς ἀπὸ τοῦ Πατρὸς λέγειν γεγενῆσθαι, τὴν δὲ ἐνανθρώπησιν ὡς ἀπὸ τοῦ Υἱοῦ, τὴν δὲ ἀναγέννησιν τὴν ἀπὸ τῶν νεκρῶν ὡς ἀπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· οὐχ ὅτι ὁ Πατὴρ τόδε μόνον ποιεῖ, ἢ ὁ Υἱὸς τόδε, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τόδε, ἀλλὰ καθόλου ἡ ἁγία Τριὰς καὶ τὴν δημιουργίαν καὶ τὴν ἐνανθρώπησιν καὶ τὴν ἀνάστασιν ἐργάζεται. Ἀλλά, καθὼς εἴρηται, εἴωθεν ἡ θεία Γραφὴ πρὸς τὸ παραστῆσαι τὸν ἕνα Θεὸν ἐν τρισὶν εἶναι ὑποστάσεσιν οὕτως διαστέλλειν, τῶι μὲν Πατρί, ὡς αἰτίωι τοῦ εἶναι, τὸν κόσμον, τῶι δὲ Υἱῶι, ὡς γεννήματι, τὴν τῆς ἐνανθρωπήσεως αἰτίαν, ὡς ἀξίαν υἱοθεσίας ἐχούσης καὶ πηγῆς γνώσεως οὔσης, τῶι δὲ Πνεύματι τῶι ἁγίωι, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευομένωι, ζωοποιοῦ καὶ ἁγιαστικῆς αὐτοῦ δυνάμεως οὔσης, τὴν ἀναγέννησιν καὶ τὴν ἀπολύτρωσιν καὶ τὸν ἁγιασμὸν τῆς μελλούσης καταστάσεως. |
ε.233 | Ὥσπερ γὰρ ὁ ἥλιος ἔχει ἐν ἑαυτῶι φωτιστικήν τε δύναμιν καὶ θερμαντικὴν καὶ χωρὶς αὐτῶν οὐ δύναται θεωρεῖσθαι, οὕτως καὶ ὁ Πατὴρ τὰς δύο δυνάμεις ἐξ ἑαυτοῦ ἔχει, ἐκτὸς αὐτῶν μὴ δυνάμενος θεωρεῖσθαι, τόν τε Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὥσπερ ὁ ἥλιος σῶμα μὲν πύρινόν ἐστιν, ἑτέρα δὲ αὐτοῦ ἐνέργειά ἐστιν ἡ φωτιστικὴ καὶ ἑτέρα ἡ θερμαντική, καὶ οὔτε ἡ θερμαντικὴ φωτιστική ἐστιν, οὔτε ἡ φωτιστικὴ θερμαντική, ἐν ἀλλήλοις δέ εἰσιν ἀχωρίστως ὅ τε ἥλιος καὶ αἱ τούτου δυνάμεις, οὕτως καὶ ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἷς ἐστι Θεὸς ὁ Πατὴρ μετὰ τῶν δύο ἑαυτοῦ δυνάμεων, ἀχωρίστως ἐν ἀλλήλοις ὄντες καὶ ἰδιοϋποστάτως θεωρούμενοι νῶι. Ἐνταῦθα γὰρ ἀσώματον κυρίως ὁ Θεός, τὸ δὲ ὑπόδειγμα ἀμυδρόν, ὡς ὑπόδειγμα. |
ε.234 | Ἔστι δὲ καὶ ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας παράδειγμα λαβεῖν· ὥσπερ γὰρ ἡ ψυχὴ ἔχει ἐν ἑαυτῆι ἐνδιάθετον λόγον καὶ νοῦν, καὶ ἕτερόν ἐστι τὸ λογικὸν καὶ ἕτερον τὸ νοερόν, καὶ πρόεισιν ὁ λόγος ἐκ τῆς ψυχῆς ἀχωρίστως, μὴ τεμνόμενος ἐξ αὐτῆς, ὁμοίως καὶ ὁ νοῦς, ἀλλ᾽ ἐν αὐτῆι καὶ ἐξ αὐτῆς καὶ σὺν αὐτῆι εἰσιν, οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ. Ὅθεν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς τούτωι τῶι παραδείγματι χρησάμενος Λόγον ἐκάλεσε τὸν Υἱόν, ὡς ἐκ τοῦ Πατρὸς προϊόντα καὶ σὺν τῶι Πατρὶ ὄντα καὶ ἐκ τῆς αὐτῆς οὐσίας ὄντα· ὁ δὲ ἀπόστολος Παῦλος σωματικώτερον Ἀπαύγασμα αὐτὸν ἐκάλεσε, τῶι παραδείγματι τοῦ ἡλίου χρησάμενος. |
ε.235 | Ἡ δὲ παλαιὰ Γραφὴ «Ποιήσωμεν ἄνθρωπον, λέγει, κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν»· τὸ μὲν «ποιήσωμεν» καὶ τὸ «ἡμετέραν» πληθυντικῶς ἐξεφώνησε, τὸ δὲ «κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν» οὐ τὸ αὐτὸ λέγει, ἀλλ᾽ ἕτερόν ἐστι τὸ «κατ᾽ εἰκόνα» καὶ ἕτερον τὸ «καθ᾽ ὁμοίωσιν». Καὶ τὸ μὲν «κατ᾽ εἰκόνα» ταύτην ἔχει τὴν ἔννοιαν ὅτι ἄνθρωπος καὶ μόνος, ὡς πάντα ἔχων ἐν ἑαυτῶι, ὁρατά τε καὶ ἀόρατα, νοητὰ καὶ αἰσθητά, λογικὰ καὶ ἄλογα, ἀθάνατα καὶ θνητά, ἄφθαρτα καὶ φθαρτά, δεικνύει ἕνα τινὰ δημιουργὸν πάντων τῶν ὄντων εἶναι τὸν Θεόν, καὶ κατὰ τοῦτο εἰκών ἐστι τοῦ Θεοῦ, διὰ τὸ γνωρίζειν αὐτὸν ἕνα τοῦ παντὸς εἶναι δημιουργόν, καθὰ καὶ ὁ Ἀπόστολος βοᾶι· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων», διαρρήδην τὸν ἄνθρωπον εἰς δόξαν Θεοῦ γεγενῆσθαι φήσας, καὶ κατὰ τοῦτο εἰκόνα καλέσας ὡς μόνος ὁ ἄνθρωπος δυνάμενος γνωρίσαι ἕνα εἶναι τοῦ παντὸς τὸν Θεὸν δημιουργόν, τὸν ἐξ ἁπασῶν τῶν φύσεων ἕνα ζῶιον τὸν ἄνθρωπον κατασκευάσαντα. |
ε.236 | Τὸ δὲ «καθ᾽ ὁμοίωσιν» ταύτην ἔχει τὴν ἔννοιαν, ὅτιπερ ὁ Ἀδὰμ πατὴρ ἐγένετο καὶ οὐχ υἱός, προβάλλων ἐκ τῆς ἑαυτοῦ οὐσίας ἐκπορευτικῶς μὲν τὴν Εὔαν, μήτε υἱὸν προσαγορευομένην μήτε ἀδελφήν, καὶ γεννητικῶς τὸν ἴδιον υἱὸν Σὴθ πάλιν ἐκ τῆς ἑαυτοῦ οὐσίας, τὸν μὲν γεννητικῶς προβάλλων, τὴν δὲ ἐκπορευτικῶς, ἑτέρως καὶ ἑτέρως προβαλλόμενος ἐκ τῆς ἑαυτοῦ οὐσίας τοὺς δύο· ἀλλὰ τοῦ μὲν Ἀδὰμ ὡς ἀρχὴν ἐσχηκότος καὶ οἱ ἐξ αὐτοῦ ἀρχὴν ἔχουσι· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς ὡς ἀνάρχου καὶ οἱ ἐξ αὐτοῦ ἀνάρχως προῆλθον, συνόντες αὐτῶι ἀϊδίως, ὥσπερ τὸ ἀπαύγασμα καὶ ἡ θέρμη τῶι ἡλίωι, καὶ ὥσπερ ὁ λόγος καὶ ὁ νοῦς τῆι ἡμετέραι ψυχῆι, κατὰ τὰ τῆς θείας Γραφῆς παραδείγματα. |
ε.237 | Ἐχρήσαντο δὲ καί τινες πατέρες παραδείγμασι σωματικωτέροις ἐπὶ τῆς ἁγίας Τριάδος, οἱ μὲν ὡς ἐπὶ ἀενάου πηγῆς καὶ ἐξ αὐτῆς δύο ποταμοὺς προχεομένης, οἱ δὲ δένδρωι, ὡς ῥίζηι, καὶ κλάδωι καὶ καρπῶι. Πάντες δέ, εἴτε ἀπόστολοι εἴτε πατέρες, ὡς ἄνθρωποι πάντες, σωματικώτερον, ἐκ τοῦ Πνεύματος ἐμπνευσθέντες, ἐξεῖπον, ὡς ἐν παραδείγμασι, λειπόμενα μέντοι πάνυ τῆς θείας οὐσίας· ἐν τῆι δὲ μελλούσηι καταστάσει ὡς πνευματικοὶ ἀνιστάμενοι πάλιν ἀκριβέστερον γνωσόμεθα περὶ Θεοῦ. |
ε.238 | Οὕτως οὖν ἐνταῦθα τὰς ὑποστάσεις παραστῆσαι βουλομένη ἡ θεία Γραφὴ κέχρηται πολλάκις τῶι ἰδιώματι τούτωι, ὡς ἀπὸ Πατρὸς λέγουσα τὴν δημιουργίαν, καὶ τοῦ Υἱοῦ τὴν ἐνανθρώπησιν, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀνάστασιν· ἀλλ᾽ οὖν γε τὰ πάντα ἡ ἁγία Τριὰς κατεργάζεται. |
ε.239 | Καὶ ὁ μακάριος δὲ Μωϋσῆς εἰπὼν ὡς ἀπὸ τοῦ Θεοῦ τὸ «ποιήσωμεν ἄνθρωπον», καὶ πληθυντικὴ μέν ἐστιν ἡ φωνή, δυναμένη δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. Ἐπειδὴ οὖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐδοκίμασε μὴ παραδοῦναι ἡμῖν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν, ἵνα μὴ ὡς σώματα σωματικώτερον αὐτὰ νοήσωμεν καὶ ὑποπτεύσωμεν τρεῖς εἶναι θεούς, ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου ἐλθὼν τότε αἰνιγματωδῶς πληθυντικὴν φωνὴν ἐξεφώνησε, δυναμένην δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. |
ε.240 | Μετὰ δὲ χρόνον πάλιν ἔτι πληθυντικωτέραν φωνὴν ἀποφαίνεται λέγων· «Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας»· τὸ δὲ «δεῦτε» οὐκ ἔτι ἐπὶ δύο μόνων δύναται νοεῖσθαι, ἀλλὰ καὶ ἐπὶ τριῶν καὶ πλειόνων. Πάλιν οὖν μετὰ πολλὰ πάνυ ἔτη, ἵνα μὴ εἰς πλῆθος ἐξενεχθῶμεν, ἔστησε τὴν φωνὴν πάλιν αἰνιγματωδῶς ἐπὶ τῆς Τριάδος διὰ Ἠσαΐου τριχῶς λέγων τὸ «ἅγιος», συνάπτων δὲ εἰς ἕνα Θεὸν καὶ λέγων· «Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», καὶ τῶν τριῶν ὑποστάσεων δηλώσας τὸν ἀριθμὸν καὶ τῆς θεότητος τὸ μοναδικόν. Ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα φανερῶς ἐδίδαξε λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ἓν ὄνομα μὲν εἰπών, εἰς τρεῖς δὲ ὑποστάσεις διελών. Καὶ ἐπειδήπερ ἤμελλε ταῦτα φανερῶς κηρύττειν διὰ τῆς τοῦ δούλου μορφῆς, προμηνύων ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου τὴν πληθυντικὴν φωνὴν πρώτως ἐξεφώνησε τό· «Ποιήσωμεν ἄνθρωπον.» |
ε.241 | Ἡνίκα τοίνυν παραγίνεται ἐξ οὐρανοῦ ὁ Κύριος τοὺς μὲν πιστοὺς καὶ δικαίους καὶ ἀξίους μεθ᾽ ἑαυτοῦ εἰσφέρει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀνθρώπους τε καὶ ἀγγέλους, τοὺς δὲ λοιπούς, τοὺς μὲν ἔξωθεν τοῦ στερεώματος ἐᾶι, τοὺς δὲ κάτω περὶ τὴν γῆν, καθάπερ καὶ ἐν τῶι Εὐαγγελίωι λέγει ἐν τῆι συντελείαι οὕτως· «Τότε ἔσονται δύο ἐν τῶι ἀγρῶι, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· καὶ δύο ἀλήθουσαι ἐν τῶι μύλωι, μία παραλαμβάνεται καὶ μία ἀφίεται», ἵνα εἴπηι· Τοὺς ἐν τῶι ἀγρῶι πάντας τοὺς ὄντας ἐν τῶι κόσμωι, εἴτε πλουσίους εἴτε καὶ μέσους, δηλονότι ἐν οἱαιδηποτοῦν τάξει εὑρέθη τις ἄξιος, παραλαμβάνεται ἐν τῶι οὐρανῶι, ἐὰν δὲ μὴ ἦι ἄξιος, ἀφίεται ἐν τῆι γῆι· εἶτα καὶ τοὺς ἐν τῶι μύλωι τοὺς δούλους λέγει, ὅτι καὶ ἀπὸ τῶν δούλων, ἐὰν εὑρεθῶσιν ἄξιοι, παραλαμβάνονται ἐν τῶι οὐρανῶι, εἰ δὲ ἀνάξιοι, ἀφίενται ἐν τῆι γῆι· τὸ δὲ ἀρρενικῶς ἐπὶ τῶν πρώτων εἰπὼν καὶ τὸ θηλυκῶς ἐπὶ τῶν δευτέρων, ἐσήμανεν τὴν διαφορὰν τοῦ γένους· εἴτε ἄρρενες εὑρεθήσονται εἴτε θήλειαι, εἴς τε τοὺς δικαίους, εἴς τε τοὺς ἁμαρτωλούς. |
ε.242 | Καὶ ὁ ἀπόστολος δὲ Παῦλος σημαίνει ἐν τῆι πρὸς Θεσσαλονικεῖς δευτέραι Ἐπιστολῆι λέγων οὕτως· «Ἐν τῆιἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῶι Εὐαγγελίωι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, οἵτινες δίκην τίσουσιν ὀλέθριον ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθηι ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι», δι᾽ ὅλων λέγων καὶ αὐτὸς ὅτι τοῖς πιστοῖς ἁγίοις μεγάλαι καὶ ἀνεκλάλητοι δόξαι ἀπόκεινται, τοῖς δὲ ἀπίστοις δίκη ὀλέθριος, τουτέστιν ἀνάλογος τιμωρία τῆς καταστάσεως ἐκείνης. Ἐν ὀλέθρωι γὰρ καὶ ἐσχάτηι τιμωρίαι καὶ μεταμελείαι πολλῆι εὑρίσκεται πᾶς, ὃς οὐκ ἀπολαύει τῶν ἁγίων καὶ τῶν δοξῶν καὶ τῆς μακαριότητος τῆς ἀποκειμένης τοῖς δικαίοις. |
ε.243 | Ὀφείλει τοίνυν πᾶς χριστιανὸς δουλαγωγῆσαι ἑαυτὸν καὶ ὑποτάξαι ἀπεντεῦθεν τῶι Θεῶι καὶ πιστεύειν πάσηι τῆι θείαι Γραφῆι, Παλαιᾶι τε καὶ Καινῆι Διαθήκηι, καὶ φύλαξ εἶναι δογμάτων ἀκριβὴς καὶ βίον εὐθῆ κατάλληλον τῆι πίστει κατορθοῦν, ἀπωθεῖσθαι δέ, καθὰ καὶ μέλλοντες προσιέναι τῶι βαπτίσματι ὡμολογήσαμεν, καὶ ἀποτάσσεσθαι πάσηι σατανικῆι, αἱρετικῆι τε καὶ ἑλληνικῆι πλάνηι καὶ ἀπιστίαι καὶ ματαιότητι καὶ ἐλπίδι ἀνελπίστωι. Τὰ μέγιστα γὰρ βλαβήσονται ἐκείνοις ἐμμένοντες, ὡς μάθημα θεῖον τὰς ἐκλείψεις ψηφίζοντες καὶ προλέγοντες, περαιτέρω τούτου ἐλπίδα μὴ κεκτημένοι, ἀλλὰ πλανῶντες καὶ πλανώμενοι, εἴπου γε καί τις ἀποσυληθεὶς ἱμάτιον ἢ ἕτερόν τι, ὡς προφήταις τούτοις προσιών, ἤκουσε παρ᾽ αὐτῶν, εἰ ἐπέτυχε ψευσαμένοις, ἀλήθειαν, εἰ δὲ μή, οὐδὲ τοῦτο. Τοιαῦται τῶν ματαιοφρόνων τῶν τὸ σφαιρικὸν σχῆμα τῶι οὐρανῶι δωρουμένων αἱ ἐλπίδες· οὐ δύνανται δὲ περαιτέρω τούτων τι ἐλπίζειν, οὔτε ἀνάστασιν, οὔτε βασιλείαν οὐρανῶν, οὔτε κρείττονα κατάστασιν, ἐπείπερ ἐξεῶσι τὴν σφαῖραν καὶ αὐτὴν ἣν ἔχουσιν ἐλπίδα ἀπόλλυσι. |
ε.244 | Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, ἐν τῆι ἀποκαλύψει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαῖς πάντων τῶν ἁγίων πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλων, συναριθμίους τοῖς ἐκ δεξιῶν γενέσθαι καὶ μετ᾽ αὐτῶν ἀκοῦσαι τὴν ἐξαίρετον καὶ μακαρίαν ἐκείνην φωνὴν τὴν λέγουσαν· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Αὐτῶι ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίωι Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Παραγραφὴ εἰς τὸν οὐρανόν |
ε.245 | Ὅτι ἐν τῶι κόσμωι τούτωι εἰσὶ καὶ οἱ ἄγγελοι σαφέστατα δηλοῖ ἡ θεία Γραφή, ὁ μὲν Ἀπόστολος οὕτως λέγων· «Θέατρον ἐγεννήθημεν τῶι κόσμωι, ἀγγέλοις καὶ ἀνθρώποις», ὡς ἀμφοτέρων εἰς τὸν κόσμον τοῦτον διαγόντων, ὁμοίως καὶ ὁ Δαυΐδ· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη, πάντα τὰ ἄστρα καὶ τὸ φῶς», δηλώσας πάντα τὰ ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω ἐν ὕψει ὑπὸ τὸ στερέωμα ὁμοῦ εἶναι· καὶ πρῶτον εἰπὼν τὸν οὐρανόν, εἶθ᾽ οὕτω τοὺς ἀγγέλους, πάλιν ἐπιφέρει· «Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν», τοῦ ὕδατος μόνου μνημονεύσας συμφώνως τῶι Μωϋσεῖ ὑπεράνω ὄντος τοῦ στερεώματος, κατὰ τὸ ἰδίωμα τὸ ἑβραϊκόν, ἀντὶ τοῦ οὐρανοῦ, οὐρανῶν εἰπών. |
ε.246 | Ὁμοίως καὶ ἐν τῶι Δανιὴλ οἱ τρεῖς παῖδες ὑμνοῦντες ἔλεγον· «Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ», σαφῶς καὶ αὐτοὶ τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ οὐρανοῦ μνημονεύσαντες, τὰ δὲ ἄλλα πάντα ὑπὸ τὸ στερέωμα εἶναι δηλώσαντες· καὶ οὗτοι δὲ πρῶτον τὸν οὐρανὸν εἶπον, εἶθ᾽ οὕτω τοὺς ἀγγέλους. Ὁμοίως πάλιν ὁ Δαυῒδ μέμνηται λέγων· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῶια αὐτοῦ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα», καὶ αὐτὸς πάλιν ἀνώτερα τὰ ὕδατα τοῦ στερεώματος ὡς ἐν ὑπερώιωι ὄντα καὶ στέγην ὑπάρχοντα, εἶθ᾽ οὕτω πάλιν καὶ τῶν ἀγγέλων μνημονεύσας. |
ε.247 | Ὁ δὲ Κύριος τηλαυγέστατα ἀπεφήνατο λέγων· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.» Εἰ μὴ γὰρ ἐν τῆι δευτέραι καταστάσει οὔτε ἄγγελοι οὔτε ἄνθρωποι εἰσέρχονται ἐν τῶι οὐρανῶι, καθὰ δεδήλωται. Μόνος γὰρ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἔτι ταύτης τῆς καταστάσεως οὔσης, εἰσῆλθε πρόδρομος ὑπὲρ ἡμῶν, πίστιν παρασχὼν πᾶσιν ὅτι ὥσπερ αὐτὸς εἰσελήλυθε καὶ οἱ τῶι κανόνι αὐτοῦ στοιχοῦντες πάντες εἰσελεύσονται. Ἀξίωσον καὶ ἡμᾶς, φιλάνθρωπε, στοιχοῦντας μὲν τῶι σῶι κανόνι καὶ πιστεύοντας, ἀναξίους δὲ ὄντας διὰ τὰ ἀσύστροφα ἡμῶν ἔργα, ὁ μόνος μεγαλόδωρος καὶ οἰκτίρμων καὶ πολυέλεος ὑπάρχων Σωτὴρ ἡμῶν σὺν Πατρὶ καὶ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.Τὸ κείμενον |
ε.248 | Ὁ σκοπὸς ὅλος τῆς συγγραφῆς καὶ τῆς διαγραφῆς πρὸς τὸ δεῖξαι ὅτι ἀπ᾽ ἀρχῆς ἕως τέλους ὁ Θεὸς διὰ πάντων τῶν ἀρχαίων ἀνθρώπων, ἔτι τε καὶ τοῦ κοσμογράφου Μωϋσέως καὶ πάντων τῶν προφητῶν καὶ ἀποστόλων, ἐδήλωσεν ἅπερ κατεσκεύασε, δύο καταστάσεις, ταύτην καὶ τὴν μέλλουσαν, δηλώσας καὶ τὸ σχῆμα ἅπαντος τοῦ κόσμου, καὶ ὅτι οἱ χριστιανοὶ μᾶλλον ἕπονται ταῖς ἑαυτῶν ἀρχαῖς δεικνύοντες καὶ τὰ τέλη ἀκόλουθα ταῖς ἑαυτῶν ἀρχαῖς, καὶ ἐν ταὐτῶι μηνύοντες τὴν ἀγαθότητα τοῦ Θεοῦ, τὴν παρέχουσαν παῦλαν τῶι παιδευτηρίωι τούτωι καὶ τοῖς ἀγῶσι καὶ τῆι φθορᾶι καὶ τῶι θανάτωι, ἀναδείξασαν δὲ ἐν τῶι Δεσπότηι Χριστῶι ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, ἁγιασμὸν καὶ δικαιοσύνην αἰώνιον πᾶσι τοῖς ἀνθρώποις, ὥσπερ ἦν ἑτοιμάσας ἀπὸ καταβολῆς κόσμου τὸν δεύτερον χῶρον, τὸν ἐν τοῖς οὐρανοῖς, τὴν δευτέραν κατάστασιν, καθάπερ καὶ διὰ τῆς σκηνῆς πάλιν ἐν τύπωι προεδήλωσεν ἡμῖν, καὶ ὅτι ἀνέλπιστός ἐστιν ἡ τῶν Ἑλλήνων δόξα μήτε δευτέραν κατάστασιν προσδοκώντων μήτε πιστευόντων ἀνάστασιν ἔσεσθαι τῶν ἡμετέρων σωμάτων, ἀλλὰ πλανώντων καὶ πλανωμένων, μετὰ τῆς ἑαυτῶν σφαίρας ἅμα κυλιόμενοι ταῖς φρεσίν, ἀδύνατον εἶναι νομίζοντες τῶι Θεῶι ἀναστῆσαι τὰ σώματα πάντων τῶν ἀνθρώπων, ὀφείλοντες ὡς σοφοὶ γνῶναι ὅτι, εἰ κριτής ἐστιν ὁ Θεὸς ἐννοιῶν καὶ καρδιῶν πάντων ἀνθρώπων καὶ δύναται διακρῖναι τὰς ἐννοίας ἑκάστου τὰς ἀπ᾽ αἰῶνος, πῶς οὐχὶ μᾶλλον δύναται σώματα διακρῖναι ἑκάστου ἀνθρώπου; Εἰ γὰρ τὰ τοῦ πνεύματος δύναται διακρῖναι, πολὺ μᾶλλον τὰ σώματα. |
ε.249 | Τινάσσει γὰρ πᾶσαν τὴν κτίσιν ἐκ θεμελίων, οὐρανὸν καὶ γῆν ἅμα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐν τῆι συντελείαι καὶ ἕκαστον αὐτῶν ἀποδίδωσιν ὃ κατέχει σῶμα ἀνθρώπειον διακρινόμενον ὑπὸ τῆς αὐτοῦ δυνάμεως· ὥσπερ γὰρ ἐν κοσκίνωι κοσκινεύων τις τὸ ζητούμενον μέσον εὑρήσει, οὕτω σαλευομένης πάσης τῆς κτίσεως οἱ ζητούμενοι μέσοι εὑρεθήσονται. «Ἔτι γὰρ ἅπαξ ἐγὼ σείσω», φησὶ διὰ τοῦ προφήτου, «οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν»· τὸ δὲ «ἔτι ἅπαξ» δηλοῖ, εἶπεν ὁ Ἀπόστολος, τὴν τῶν σαλευομένων μετάστασιν ὡς πεποιημένων, ἵνα μείνηι τὰ μὴ σαλευόμενα. «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι᾽ ἧς λατρεύομεν εὐαρέστως τῶι Θεῶι μετὰ εὐλαβείας καὶ δέους.» |
ε.250 | Καὶ ὁ Κύριος περὶ συντελείας λέγων οὕτως φησί· «Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν καὶ αἱ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.» Καὶ πάλιν πρὸς Θεσσαλονικεῖς ὁ Ἀπόστολος ἐν τῆι πρώτηι φησίν· «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῆι ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῶι ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίωι ἐσόμεθα, ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.» Ὁμοίως λέγει ἐν τῆι πρὸς Κορινθίους πρώτηι Ἐπιστολῆι· «Ἰδοὺ μυστήριον ὑμῖν λέγω. Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμωι, ἐν ῥιπῆι ὀφθαλμοῦ, ἐν τῆι ἐσχάτηι σάλπιγγι. Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» |
ε.251 | Ταῦτα τῶν χριστιανῶν τὰ εὐαγγέλια, αὗται τῶν πιστῶν αἱ μεγάλαι καὶ θαυμασταὶ ἐλπίδες, ἀνάστασις νεκρῶν καὶ βασιλεία οὐρανῶν ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου τοῖς ἀνθρώποις, οἱ καὶ πρῶτον ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ἀτρεπτότητα κομιζόμενοι, μετάρσιοι ἀεροβατοῦντες σὺν Χριστῶι βασιλείαν οὐρανῶν κληρονομοῦσι, σὺν Χριστῶι βασιλεύσουσι, σὺν Χριστῶι οἰκητήριον τὸν οὐρανὸν κέκτηνται, σὺν Χριστῶι τῆς ἀχειροποιήτου σκηνῆς τὴν εἴσοδον συγχωρούμενοι πατεῖν, σὺν Χριστῶι τῆς οὐρανίου πόλεως Ἱερουσαλὴμ πολῖται σὺν ἁγίοις ἀγγέλοις ἀναγορευόμενοι, σὺν Χριστῶι χαίροντες, σὺν Χριστῶι ἀγαλλιώμενοι, σὺν Χριστῶι ὑψούμενοι, σὺν Χριστῶι στεφανηφοροῦντες, σὺν Χριστῶι δοξαζόμενοι, σὺν Χριστῶι τοῦ θρόνου τῆς χάριτος ἀπολαύοντες, σὺν Χριστῶι δικαιοσύνης καὶ ἁγιασμοῦ καὶ ἀπολυτρώσεως καὶ μακαριότητος καὶ παντὸς αἰωνίου καὶ ἀνεκλαλήτου ἀγαθοῦ ἀπολαύοντες. Ποῖον ἔθνος ἢ ποία αἵρεσις τοιαύτας ἐλπίδας πιστεύουσα κέκτηται, εἰ μὴ μόνον χριστιανοί; |
ε.252 | Ἕλληνες ἀπιστοῦσιν, ἀνέλπιστοι ὄντες, σοφίαν τοῦ κόσμου τούτου ἀγαπῶντες, ἥτις μᾶλλον οὔτε ἓν τῶν πραγμάτων ἐξισχύει καταλαβεῖν ἀφ᾽ ἑαυτῆς, εἰ μὴ θεία τις ἔλλαμψις παρακολουθήσηι. Ὁμοίως καὶ Ἰουδαῖοι ἀπιστήσαντες τῶι φανέντι Χριστῶι τῶι ταῦτα πάντα φανερῶς κηρύξαντι καὶ συστήσαντι, καὶ δι᾽ ἑαυτοῦ καὶ διὰ τῶν ἀποστόλων, τούτων πάντων ἀπέτυχον. Σαμαρεῖται δὲ καὶ μοντανοὶ σκληροτράχηλοι ὑπὲρ τοὺς Ἰουδαίους ὄντες ἐκ Μωϋσέως καὶ τῶν σχημάτων τοῦ κόσμου μὴ δυνάμενοι παιδευθῆναι, ἀλλὰ καὶ τοὺς προφήτας ἀπιστοῦντες, μήτε ἄγγελον μήτε πνεῦμα μήτε ψυχὴν λογικὴν ἀθάνατον ὁμολογοῦντες, ἀλλὰ καὶ αὐτοὶ ἴσα τῶν Ἑλλήνων ἀνάστασιν σωμάτων ἀθετοῦντες, τούτων πάντων ἀποτυγχάνουσιν. Ὁμοίως μανιχαῖοι πάλιν τὰ σώματα μισοῦντες καὶ τούτων ἀνάστασιν μὴ ὁμολογοῦντες, ἀλλὰ πονηροῦ θεοῦ αὐτὰ δημιουργήματα ὑποτιθέμενοι καὶ ἀπώλειαν αὐτῶν προσδοκῶντες, πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται, μεθ᾽ οὗ ἐχειροτόνησαν ἑαυτοῖς θεοῦ περὶ τὴν γῆν ὡς ἀσεβεῖς κατακρινόμενοι. Ὁμοίως καὶ πάντες οἱ αἱρετικοὶ ὅσοι ἀθετοῦσι τὴν ἀνάληψιν τῆς ἡμετέρας σαρκὸς καὶ τῆς ἡμετέρας ψυχῆς ἐν τῶι καιρῶι τῆς ἐνανθρωπήσεως, καὶ ὅσοι ἀθετοῦσι κολοβοῦντες τὴν θεότητα τοῦ Υἱοῦ καὶ σμικρύνοντες τὴν θεότητα τοῦ ἁγίου Πνεύματος, τούτων πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται. |
ε.253 | Μόνοι γὰρ οἱ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀΐδιον, ἀπερίγραφον, ἀόρατον, ἀναφῆ, ἄφθαρτον, ἀθάνατον, ἀπαθῆ, ἀσώματον, ἀπεριόριστον, ἀκατάληπτον, ἀσύνθετον, ἀμερῆ, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν Πατρὶ καὶ Υἱῶι καὶ ἁγίωι Πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, καὶ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐν τῶι καιρῶι τῆς ἐνανθρωπήσεως ἀνακτί σαι βουλόμενον ὅνπερ ἔκτισε κόσμον. |
ε.254 | Λαβὼν πάλιν ἐκ τῆς ἁγίας παρθένου Μαρίας ἐκ τοῦ ἡμετέρου φυράματος ὁ Θεὸς Λόγος, σὺν Πατρὶ καὶ ἁγίωι Πνεύματι, ἄνευ σπορᾶς, ἀνακτίζει τὸν μικρὸν κόσμον, τὸν σύνδεσμον πάσης τῆς κτίσεως, τουτέστι τὸν ἄνθρωπον, καὶ ἑνοῖ ἑαυτῶι ἐξ αὐτῆς τῆς ἀκαριαίας ῥοπῆς ἑνώσει ἐξαιρέτωι καὶ ἀναφαιρέτωι, ὡς μὴ προεπινοεῖσθαι τὴν λῆψιν τῆς ἑνώσεως, ἀλλ᾽ ἅμα διάπλασις καὶ λῆψις καὶ ἕνωσις· συνεχώρησε παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τελειώσας διὰ τῆς ἀναστάσεως εἰς οὐρανὸν ἀνήγαγε καὶ τῆς ἐκ δεξιῶν αὐτοῦ καθέδρας ἐτίμησε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς κατέστησεν. Ὁμοίως σὺν τούτωι καὶ οἱ βιοῦντες καλῶς εἰσέρχονται εἰς τὸν νυμφῶνα ἅμα τῶι νυμφίωι, μὴ κολοβοῦντες μήτε τὴν θεότητα μήτε τὴν ἀνθρωπότητα· οὗτοι συγχορεύουσι τῶι Χριστῶι καὶ συμβασιλεύουσιν αὐτῶι ἐν τῶι οὐρανῶι, ἀκούοντες παρ᾽ αὐτοῦ ἐν τῆι συντελείαι· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» |
ε.255 | Περὶ δὲ τῆς συντελείας τὴν ἡμέραν οὐδεὶς ἐπίσταται, εἰ μὴ μόνος ὁ Θεός. Φασὶ δέ, εἰ μὴ συναρίθμιοι γένωνται οἱ ἄνθρωποι τοῖς ἀγγέλοις, οὐ συντελεῖται ὁ κόσμος· λέγει γὰρ ὁ Μωϋσῆς· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ», ὡσανεί· Τὸν ὅρον τῶν ἐθνῶν ἐν τούτωι ἔστησεν, ἐν τῶι συναριθμίους γενέσθαι τοῖς ἀγγέλοις. Ἀμέλει καὶ ὁ Ἀπόστολος λέγει· «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθηι, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται», σαφῶς περὶ συντελείας εἰπών. Ἀλλὰ καὶ ὁ Κύριος φαίνεται αἰνιττόμενος περὶ τούτου καὶ λέγων· «Ἐν τῆι ἀναστάσει ἰσάγγελοί εἰσιν». |
ε.256 | Ὅσοι τοίνυν χριστιανοὶ ὑπάρχετε καὶ ταύτης τῆς ἐλπίδος ἀντιλαμβάνεσθε καὶ δεῖγμα καὶ τύπον ἔχετε τὸν Δεσπότην Χριστόν, ἀναγινώσκοντες τὴν βίβλον εὔξασθε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὁ πάντων Κύριος μή με ὑπερίδηι, ἀλλ᾽ ἐλεήσας συναρίθμιόν με ποιήσηι μεθ᾽ ὑμῶν σὺν τοῖς ἐκ δεξιῶν, παρορῶν τὰ ἡμέτερα πλημμελήματα, καὶ μὴ ἀποτύχω ταύτης τῆς μακαριότητος τῆς ἀνεκλαλήτου, εὐχαῖς καὶ δεήσεσιν ὑμετέραις, εὐσπλαγχνίαι δὲ καὶ φιλανθρωπίαι καὶ χάριτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ᾽ οὗ τῶι Πατρὶ δόξα σὺν τῶι ἁγίωι Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. |
ε.257 | Θεὲ ἀγαθέ, εὔσπλαγχνε, μακρόθυμε καὶ πολυέλεε, ἐλέησόν με τὸν ἀνάξιον δοῦλόν σου καὶ μή με κατακρίνηις ταῖς ἁμαρτίαις μου, ὅτι σοι μέλει περὶ πάντων καὶ ἐπίστασαι ἑκάστου τὰ κρυπτὰ τῶν διανοιῶν, ὅτι πόθωι τῶι εἰς σὲ καὶ τῶν σῶν οἰκτιρμῶν αἰτηθεὶς οὐκ ἀπέκρυψα τὴν παραδεδομένην μοί σου εὐσπλαγχνίαν καὶ ἀγαθότητα καὶ οἰκτιρμοὺς πρὸς ὠφελίαν τῶν ἀναγινωσκόντων ἐκ τῶν σῶν ὧν ἐχαρίσω μοι διδασκάλων προνοίαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.ΧΡΙΣΤΙΑΝΟΥ ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ |