|
1
Καλὸν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια, πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαΐσματα, καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιάγαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰχομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων, οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη.
2
Οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον, οὐδὲ τῶι μακρῶι συνεκτείνεσθαι πέφυκεν χρόνῶι. καὶ οὐκ ἄν, οἶμαι, ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ σφόδρα μέγιστα δράσαειν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνωι τῶι βίωι αὐτῶν ἐκμεμετρημένον, εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναρρωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας.
3
Οὐ γάρ, οἶμαι, κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ὀλυμπιονῖκαι <καὶ Νεμεονῖκαι> ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ' αὖ οἱ ἀγαθοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα κερδαλέου ἐφιέμενοι, ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, ἣν οὐχ οἷόν τε ἄλλος καρπώσασθαι, ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης, οὐχ οἷα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ' ὡς ἀληθῶς τρόπωι τινὶ θείωι τε καὶ ἀθανάτωι, καὶ ὧι μόνωι δύναται τὰ θνητὰ ἐς ἀεὶ διαβιώσκειν.
4
Ῥάιδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἅπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστορία τὸν βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν.
5
Ἡ μὲν γὰρ, οἷά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει, ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσπερ τῶι πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῶι θέλγοντι πλείστωι χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῆι ποικιλίαι τῶν παραδειγμάτων καὶ παριστῶσα τῶι λόγωι, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίαι χρησάμενοι καὶ δικαιοσύνηι, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει.
6
Ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπῶν τε καὶ διαλογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιαίδε πραγματεῖαι διαπεπόνηνται, οὐ μὴν ἐγχειρητέα γ' ἐμοι τῶιδε τῶι πόνωι ἐδόκει οὐδὲ τὴν ἀρχὴν ἀποπειρατέα.
7
Ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῶι ἡρώωι ῥυθμῶι ἀνειμένος, καί με ἤρεσκε τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἑξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρωτικοῖς καὶ τῶν τοιούτων ἀνάπλεα γοητευμάτων.
8
Ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴ γε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καὶ χύδην οὑτωσὶ παρ' ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸ καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμωι ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια.
9
Καὶ γὰρ δῆτα ἡ ποίησις ἱερόν τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῆι αἱ ψυχαί, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίγνονται καὶ τῆιδε κάτοχοι τῆι βακχείαι.
10
Ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ' ἕπεσθαι τῶι Δελφικῶι ἐκείνωι προγράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπειδὴ δὲ ἐν τῶι κατ' ἐμὲ χρόνωι ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτάκτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα.
11
Τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίαι τε καὶ περιττῶι πόνωι ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν· ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως, ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον έ-ἐγκαλλώπισμα γεγενημένος.
12
Οὗτος δὴ οὖν ὁ ἀνήρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημα οὐδὲ τῶι μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνωι ἴσως τῶι μέτρωι ἔστιν ἧι ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει παντὶ ἔχεσθαι ἔργου.
13
Ἀλλὰ γὰρ τοιαῦτα ἐπάιδων ἤδη μοι καὶ αὐτῶι βουλομένωι κατεκήλησέ γε ῥαιδίως καὶ ἔπεισεν. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι.
14
Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ πατρίς, Μεμνόνιος δὲ πατήρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες. Μύριναν δέ φημι οὐ τὸ Θράικιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῶιδε κέκληται τῶι ὀνόματι, ἀλλὰ τὴν ἐν τῆι Ἀσίαι πάλαι ὑπὸ Αἰολέων ἀπωικισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει.
15
Γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῆιδε <τὰ> τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος [καὶ] τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω· ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον.
16
Ποιήσομαι δὲ τὴν ξυγγραφὴν οὐχ ἧιπερ καὶ ἑτέροις ἐν τῶι παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο, ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι, ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι.
17
Καίτοι ἐγκωμίωι μόνωι προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτωιοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, οὐ μὴν τοῦτό γε σκοπόν, οἶμαι, καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ' εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτῆι θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημένα.
18
Οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, πεφώρανται δὲ ὅμως τῆι πείραι κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῆι ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἡ γὰρ ἂν ὀλίγα ἡμάρτανον), ἔνδηλοι δὲ ἅπασι γίγνονται, ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους ἤ, τὸ γοῦν ἔλαττον δεινόν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι.
19
Ταύτηι τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι, κακῶς ἐπιστάμενοι, ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει, λογιζόμενους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι.
20
Οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πηι φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς ὅ τι χωρήσει. μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἀξιαφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν, μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων, καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου αξίων.
21
Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ' ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρωι τῶι ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον.
22
Τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς ᾿Ιουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίω τῶι ῥήτορι τῶι Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ' ἐκεῖνον, ὡς οἷόν τε, διεξιτέον.
23
Προοίμια μὲν γὰρ αὐτῶι τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῶι ἐκείνου παιδὶ Θεοδοσίωι Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνηι καὶ Περόζηι ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφήιρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ, ᾿Αναστασίου ῾Ρωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ' ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῶιδε τῶι ἔργωι διεδέξατο πόνους.
24
Ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῶι τῶι Ῥωμαίων αὐτοκράτορι διαπεπολέμηνται, τούτους δὲ ἅπαντας ἐκ τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῶι τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῶι δουλωθεῖσαν καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην.
25
Μετά δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι, ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῆι Λιβύηι γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι, ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις·
26
Ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίωι κατὰ τοῦ βασιλέως ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο, τάς τε τῶν Οὔννων ἐπιδρομάς, οἳ δὴ ἐν τῶι τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν ῾Ρωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες.
27
Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίαι καὶ Βέρροια καὶ Αντιόχεια ἡ πρὸς Ὀρόντηι ποταμῶι ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθηνται, τήν τε ᾿Εδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ὤιχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην.
28
Εἴρηται δὲ αὐτῶι πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῶι ξυνηνέχθη.
29
Ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῶι Ῥωμαίων στρατῶι ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον.
30
Μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ τῶν Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἄμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνήιρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνωι παρεῖται, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται, οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο.
31
Λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκείνους πολέμους, οἳ δὴ αὐτῶι πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται, ὅτι τε αὖθις μετ' ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνηιρέθη.
32
Ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίωι μὲν τῶι ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῶι τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ' ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων.
|