BIBLIOTHECA AUGUSTANA

 

Agathias

ca. 530 - ca. 580

 

Περὶ τῆς Ἰουστινιανοῦ

βασιλείας τόμοι πέντε

 

Τόμος α'

1   2   3   4   5   6   7   8   9

10  11   12   13   14   15   16

17   18   19   20   21   22

 

___________________________________________________

 

 

 

I

1

Ἐπειδὴ Τεΐας ὁ μετὰ Τωτίλαν τῶν Γότθων ἡγεμὼν καταστάς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ <ἐς> πόλεμον πανσυδὶ πρός τε Ναρσῆν καὶ Ῥωμαίους παρατάξαμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφίσι Ῥωμαίων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρωι ἀνύδρωι ἐτύγχανον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ' ὧι τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶι Ῥωμαίων κατήκοοι τὸ λοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῆιδε ἐχώρει, ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἰταλία πολέμων· τὰ δὲ ἦν ἄρα προοίμια.

 

2

Οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν, ἔστ' ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ἦι, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῶι βίωι. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα ἱστορία πολέμων τε καὶ παρατάξεων, καὶ οὐκ ἂν ἄλλο τι εὕροις ἐν τοῖσδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον.

 

3

Αἴτιον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμορμένον καί τινας παραλόγους ἀνάγκας· εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικώιη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες.

 

4

Οὐ μέντοι ἀλλ' οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ' ἂν ἔγωγε φήσαιμι οὔτε εἰπόντι πιστεύσαιμι.

 

5

Ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες.

 

6

Οὕτω γὰρ δὴ καὶ τότε οἱ Γότθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμενοι ποταμοῦ ἔς τε Τουσκίαν καὶ Λιγουρίαν καὶ ὅθι ἑκάστωι θυμῆρές τε ἦν καὶ εἰθισμένον, ἐχώρουν· οἱ δὲ ἐκτὸς διαβάντες ἀμφὶ Βενετίαν καὶ τὰ τῆιδε φρούρια καὶ πολίσματα, ἧιπερ καὶ ἐν τῶι πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ἐτύγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ὀμωμοσμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῶι ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι, οἱ δὲ ἐλάχιστον ἐπισχόντες νεωτέρων αὖθις ἐφίεντο πραγμάτων καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο.

 

7

Ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀξιόμαχοι ὤιοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες καὶ τὴν ὠφέλειαν ἐς ὅ τι μάλιστα διαρκεστάτην, εἴ γε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο.

 

 

II

1

Πρόσοικοί τε γάρ εἰσι τῆι Ἰταλία καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ' ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί, δῆλον δέ· ἀμφὶ Ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτηι ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ' ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους.

 

2

Ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐξ Ἀσίας ὑπὸ Μήδων ἀναστάντες κατώικισαν, Δαρείου τοῦ Ὑστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἐξ Ἑλληνίδος ἐστὶ βαρβαρική· τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν τοῖς τῶν κρατούντων χρῆται νομίμοις. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα.

 

3

Εἰσὶ γὰρ οἱ Φράγγοι οὐ νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείαι ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῆι καὶ νόμοις τοῖς αὐτοῖς καὶ τὰ ἄλλα ὁμοίως ἀμφί τε τὰ συμβόλαια καὶ γάμους καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν.

 

4

Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῆι ὀρθότατηι χρώμενοι δόξηι· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς καὶ τὰς ἑορτὰς ὁμοίως ἡμῖν ἐπιτελοῦσι καὶ ὡς ἐν βαρβάρωι γένει ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοί τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον.

 

5

Ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καὶ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καὶ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὲν δὴ καὶ ἐν τῶι κατ' ἐμὲ χρόνωι, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ' ἀλλήλων οὐδὲ αἵματι ἐμφυλίωι τὴν πατρίδα ἔγνωσαν μιαίνειν.

 

6

Καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκός, ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ' ἐκείνοις, εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διηιρημένοι, οὐδὲν ὅ τι τοιόνδε ξυμφέρεται.

 

7

Ἀλλ' εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολεμήσοντες καὶ τοῖς ὅπλοις διακριθησόμενοι καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς αὐτίκα τὸ χαλετταῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκηι μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι, εἰ δὲ μή, μόνους ἐκείνους ἀγωνίζεσθαι καὶ ἐν σφίσιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαῖνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι καὶ τὰ ὅπλα τίθενται, καὶ τὸ λοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης φοιτήσεις τε παρ' ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ φροῦδα οἴχεται τὰ δεινά.

 

8

Οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δίκαιον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ πειθήνιον. ταῦτά τοι καὶ διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες καὶ νόμοις χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ τι ἀποβεβληκότες, πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι. δικαιοσύνη γὰρ καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον.

 

 

III

1

Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες σφῶν τε αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσβεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. οὐκ ἀπὸ τρόπου δέ μοι εἶναι δοκεῖ βραχύ τι ἄνωθεν ἀρξαμένωι τοῦ γένους καὶ τῶν ξυνενεχθέντων <ἐν> τῶι πρὸ τοῦ ἐλάχιστα διεξελθόντι ἔπειτα ἐς ἐκείνους, οἳ δὴ ἐν τῶι τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου.

 

2

Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενείμαντο τέτραχα τὴν βασιλείαν κατά τε πόλεις καὶ ἔθνη, ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστωι μετεῖναι.

 

3

Οὐ πολλῶι δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων ἐπιστρατεύσας (γένος δὲ τοῦτο Γοτθικὸν αὐτουργόν τε περιφανῶς τὰ πολέμια), ἐν αὐτῶι δὴ τῶι πολέμωι ἀκοντίωι τὰ στέρνα τυπεὶς ἀνηιρέθη. πεσόντος δὲ αὐτοῦ ἐπειδὴ τὴν κόμην οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀπεκτονότες.

 

4

γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ' ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ καὶ παρηιώρηνται αὐτοῖς ἅπαντες εὖ μάλα ἐπὶ τῶν ὤμων οἱ πλόκαμοι, ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι ἐφ' ἑκάτερα φέρονται, οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβάρων ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες καὶ ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσπερ τι γνώρισμα καὶ γέρας ἐξαίρετον τῶι βασιλείωι γένει ἀνεῖσθαι νενόμισται, ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται καὶ κομᾶν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται.

 

5

Τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζίωνες ἀποτεμόντες καὶ τοῖς ἀμφ' αὐτὸν στρατεύμασιν ἀναδείξαντες ψοφοδεεῖς αὐτίκα πεποίηνται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα κατεπτηχότες τε ἦσαν καὶ οἷοι οὐκέτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ἧιπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ' αἷς ὤιοντο χρῆναι ξυνθήκαις, ὁ πόλεμος διελέλυτο· τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανήιεσαν.

 

6

Οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῶι ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσωι ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτωι τῶι υἱῶι τά τε ἄλλα ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.