Agathias
ca. 530 - ca. 580
Κύκλος τῶν νέωνἐπιγραμμάτων
Ἀγαθίουἐπιγράμματα
|
|
___________________________________________________
|
|
Σκωπτικά
Anthologia Graeca 11, 350Ἀγαθίου σχολαστικοῦ
Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;ῥήτρηι πιστεύεις πυκινόφρονι, σῆι τε μενοινῆιποικίλον αὐδῆσαι μῦθον ἐπισταμένηι. | |
5 | ἐλπίζειν ἔξεστι· Θέμιν δ' οὐκ οἶδεν ἀμεῖψαιτῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.
Anthologia Graeca 11, 352Ἀγαθίου σχολαστικοῦ
Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωναεἴρετό τις τοίην κρουματικὴν σοφίην·«Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως |
5 | λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμαπάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθένταἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.»ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν |
10 | ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·«ἔστι δ'» ἔφη «λύσις ἥδε· τὰ νευρία πάντα τέτυκταιἐξ ὄϊος χολάδων ἄμμιγα τερπσομένων·τοὔνεκεν εἰσὶν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ,ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα. |
15 | γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῶιπολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.»
Anthologia Graeca 11, 354Ἀγαθίου σχολαστικοῦ
Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,τοῖα περὶ ψυχῆς τις ἀνείρετο· «πῶς θέμις εἰπεῖντὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον; |
5 | σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖςτακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;»αὐτὰρ ὃς τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων,καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,καὶ παρὰ τῶι Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς, |
10 | πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.εἶτα περιστέλλων τὸ τριβῶνιον, εἶτα γενείουἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·«εἴπερ ὅλως ἔστι ψυχῆς φύσις - οὐδὲ γὰρ οἶδα -,ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος, |
15 | στερνοφυὴς ἢ ἄϋλος· ὅταν δ' Ἀχέροντα περήσηις,κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.εἰ δ' ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτηνμιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν, |
20 | μοῦνον ὅπερ ζητεῖς τοῦθ' ὑπολειπόμενος.»
Anthologia Graeca 11, 365Ἀγαθίου σχολαστικοῦ
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι,οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,ἤιτεε δ' ἐξερέειν εἴπερ θέρος αἴσιον αὐτῶιἔσται καὶ σταχύων ἄφθονος εὐπορίη· |
5 | ὃς δὲ λαβὼν ψυφῖδας, ὑπὲρ πινακός τε πυκάζωνδάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·«εἴπερ ἐπομβρηθῆι τὸ ἀρούριον ὅσσον ἀπόχρη,μηδέ τιν' ὑλαίην τέξεται ἀνθοσύνην,μηδὲ πάγος ῥήξηι τὴν αὔλακα, μηδὲ χαλάζηι |
10 | ἄκρον ἀποδρυφθῆι δράγματος ὀρνυμένου,μηδὲ κεμὰς κείηισι τὰ λήϊα, μηδέ τιν' ἄλληνἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ' ἀποκόψειςτοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.»
Anthologia Graeca 11, 372Ἀγαθίου σχολαστικοῦ
Σῶμα φέρων σκιοειδές, ἀδερκέϊ σύμποον αὔρηι,μή ποτε θαρσήσηις ἄγχι τινὸς πελάσαι,μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσηιἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. |
5 | οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψαςἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.
Anthologia Graeca 11, 376Ἀγαθίου σχολαστικοῦ
Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼνεἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·«ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼνἀλλοτρίην τ' εἶναι λάτριν ἐπιστάμενος |
5 | ζεῦξεν ἑῶι θεράποντι. τέκεν δ' ὑπὸ παῖδας ἐκείνωι·καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;»ὅς δ' ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην,εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·«ἢ σοὶ ἢ τῶι ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη |
10 | δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·δίζεο δ' εὐμενέοντα δικασπόλον, αἶψα δ' ἀποίσηιψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.»
Anthologia Graeca 11, 379Ἀγαθίου σχολαστικοῦ
Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόνταςὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσηι·εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,
|
5 | ἀλλ' οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγεβήσομαι ὑμετέρηι γαστρὶ φυλαξόμενος.εἰ δέ ποτ' ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ' ἄνυσσενΛαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·ἀλλ' ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, |
10 | Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.
Anthologia Graeca 11, 382Ἀγαθίου σχολαστικοῦ
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο,καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν,καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων· |
5 | ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης,τῆς παιωνιάδος πληθόμενος σοφίης,πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸνἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου |
10 | φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα,πάντ' ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνεισεμνοπροσωπήσας καὶ σοβαρευόμενος· |
15 | «εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦκαὶ πυρετῶι λήξηι πνεῦμα δασυνόμενον,οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖνσύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.θάρσει· τὸν νιμικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ |
20 | εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς,ἐν τριτάτηι μοίρηι κάλλιπε κληρονόμον.» |