Agathias
ca. 530 - ca. 580
Κύκλος τῶν νέωνἐπιγραμμάτων
Ἀγαθίουἐπιγράμματα
|
|
___________________________________________________
|
|
Προτρεπτικά
Anthologia Graeca 10, 14Ἀγαθίου σχολαστικοῦ
Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτηςκύματα λευκαίνει φρικὶ χαρασσόμενα·οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσαἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται. | |
5 | οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼνκάρφεσι κολλητὸν πηξαμένη θάλαμον.θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,κἂν παρὰ Σικελικὴν ποντοπορῆις κροκάλην·μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου |
10 | ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.
Anthologia Graeca 10, 64Ἀγαθίου σχολαστικοῦ
Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶπῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ὤιχεο· τοῖς πρότερον δὲοἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. |
5 | πολλή σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ' ὁμοίωςπάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.
Anthologia Graeca 10, 66Ἀγαθίου σχολαστικοῦ
Εὖτέ τις ἐκ πενίης πλούτου ἠδὲ καὶ ἀρχῆς,οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.τὴν ποτὲ γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δὲτέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. |
5 | ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ,αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν.πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ' ἀπιθήσεις,ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.
Anthologia Graeca 10, 68Ἀγαθίου
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ' ἄρ' ἀνάγκη,ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναιςκυπριδίους ὀάρους πότνα δέδωκε φύσις. |
5 | δέρκεο τῶν ἀλόγων ζώιων γένος· ἦ γὰρ ἐκείνωνοὐδὲν ἀτιμάζει θέσμια συζυγίης·ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ' ἀλεγεινοὶἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.
Anthologia Graeca 10, 69Τοῦ αὐτοῦ
Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυσίης γενετῆρα,τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ' αὐτὸνεἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον· |
5 | αἱ δέ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ' ἐπ' ἄλλονἐρχόμεναι θνητῶν, καί μεταβαλλόμεναι. |