Agathias
ca. 530 - ca. 580
Κύκλος τῶν νέωνἐπιγραμμάτων
Ἀγαθίουἐπιγράμματα
|
|
___________________________________________________
|
|
Ἐπιδεικτικά
Anthologia Graeca 1, 34Ἀγαθίου σχολαστικοῦΕἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι
Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσσατο.ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσωνθυμὸν ἀπιθύνει κρέσσονι φαντασίηι· | |
5 | οὐκέτι δ' ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ' ἐν ἑαυτῶιτὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·ὄμματα δ' ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνηχρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.
Anthologia Graeca 1, 36Ἀγαθίου σχολαστικοῦΕἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίουκαὶ δὶς ἀνθυπάτου, ἐν ἧι γέγραπταιπαρὰ τοῦ ἀρχαγγέλου δεχόμενοςτὰς ἀξίας ἐν Ἐφέσωι.
Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε.ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρουκαὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων, |
5 | τῆς δ' εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρχρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.
Anthologia Graeca 9, 152Ἀγαθίου σχολαστικοῦ
Ἅδε ποθ' ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαιἙλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρηςἀμφαδόν, ἀλλ' ἵπποιο κακὸν ξύλον. αἴθε δ' Ἐπειὸςκάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα· |
5 | οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,οὕτω ἐφ' ἁμετέροις λάεσιν ἠριπόμαν.
Anthologia Graeca 9, 153Τοῦ αὐτοῦ
Ὦ πτόλι, πῆι σέο κεῖνα τὰ τείχεα, τῆι πολύολβοινηοί, πῆι δὲ βοῶν κράατα τεμνομένων;πῆι Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς;πῆι δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; |
5 | πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην·καί σε τόσον νίκησε βαρὺς φθόνος, ἀλλ' ἄρα μοῦνονοὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.
Anthologia Graeca 9, 154Τοῦ αὐτοῦ
Ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέϊ νηῶι,ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην·ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλουπᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην. |
5 | ἄρκιον ἦν θνάσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμοςἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.
Anthologia Graeca 9, 155Τοῦ αὐτοῦ
Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις·οὐ γὰρ ἐμοὶ μούνηι ταῦτα τέλεσσε Τύχη·εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρσκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. |
5 | εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆραςζηλήμων δηίων ἐξεκένωσεν Ἄρης,εἰμὶ πάλιν· βασίλεια σὺ δ', ὦ τέκος, ἄτρομε Ῥώμη,βάλλε καθ' Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.
Anthologia Graeca 9, 204Ἀγαθίου σχολαστικοῦ
Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου.εἰμὶ μέλας τρηχύς τε· σὺ δ' εἴρεο θεῖον Ὅμηρονπῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδωι. |
5 | νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρηςἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρπαίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.
Anthologia Graeca 9, 442Ἀγαθίου σχολαστικοῦ
Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι· τὸν δ' ἐσιδοῦσαεὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθωικαί μιν θῆκε σύνευνον· ὁ δ' ἐκ βιότοιο πενιχροῦδέξατο παντοίης ὄγκον ἀγηνορίης. |
5 | ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν·«οὐ τεὸς οὗτος ἀγών, ἀλλ' ἐμός ἐστιν», ἔφη.
|
5 | δήποτε γὰρ Ζήνωνα, πολισσοῦχον βασιλῆα,παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ' ἀπὸ λευκοῦ,
|
10 | δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτωι,ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο· μουνάδα δ' ἄλληνψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος.ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτωι λίπε χώρωικαὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην· |
15 | ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,καὶ τρισκαιδεκάτωι ψῆφος ἔκειτο μία·δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶιἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτωι,ὀκτωκαιδεκάτωι πανομοίϊος· εἰσέτι δ' ἄλλας |
20 | εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦκαὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ' ἠθμοῦπύργου δουρατέου κλίμακι κευθομένηι, |
25 | δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ' ὀκτὼἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸςκείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.
Anthologia Graeca 9, 619Ἀγαθίου σχολαστικοῦ
Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα,τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη·ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαιἭρην Ἰναχίοις χεύμασι λουσαμένην. |
5 | νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο βοώσηιΠαλλάς· «ἐνικήθην ὕδασιν, οὐ Παφίηι.»
Anthologia Graeca 9, 631Ἀγαθίου σχολαστικοῦ
Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολοντεςτῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης·ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις,βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. |
5 | ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆςτὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.
Anthologia Graeca 9, 641Ἀγαθίου σχολαστικοῦ
Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδωνἔθενα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,Σαγγάριε, κρατερῆισι ῥοὰς ἁψῖσι πεδηθείς,οὕτω ἐδουλώθης κοιρανικῆι παλάμηι· |
5 | ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής,κεῖσαι λαϊνέηι σφιγκτὸς ἀλυκτοπέδηι.
Anthologia Graeca 9, 642Ἀγαθίου σχολαστικοῦ
Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες ἅ θ' ὑπὲρ ἴγδιντρίψιες ἤ τε τόση βρωματομιξαπάτη |
5 | γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ' ἄρα γαστήρὁππόσα πειναλέη δέξατο λαυκανίη.ὀψὲ δὲ γινώσκει τις ὅτ' ἄφρονα μῆτιν ἀείρωνχρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.
Anthologia Graeca 9, 643Τοῦ αὐτοῦ
Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰοἰμώζεις, μελέων πάγχυ βαρυνομένων;ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; |
5 | μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶμὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.ἀλλ' ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπειςβρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·ἐνθάδε δ' ἀσχάλλεις, μούνη δ' ἀλιτήματα λαιμοῦ |
10 | ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.
Anthologia Graeca 9, 644Τοῦ αὐτοῦ
Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶμίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·λιτὰ δέ σοι καὶ δεῖπνα καὶ ἐν ξυλόχοισι καθεύδεις,ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. |
5 | ἔμπης ἀρτίπος ἐσσὶ καὶ ἐνθάδε βαιὰ καθεσθεὶςαὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν οὐδέ τι μηροὺςτύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.τλήμονες οἱ πλουτοῦντες, <ἀεὶ> πυκινοῖσι συνόντες, |
10 | οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.
Anthologia Graeca 9, 653Ἀγαθίου σχολαστικοῦ
«Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν»,ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων.κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῶι,ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην· |
5 | ὑψόθι δ' εἰσενόησα θαλασσαίην περιωπήν.ναὶ τάχα τῆς ἀρετῆς πιστότατος θάλαμος.
Anthologia Graeca 9, 657Ἀγαθίου σχολαστικοῦ
Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγειπλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ' ἠϊόνων,χρύσεα συλλέκτρωι τάδ' ἀνάκτορα θῆκεν ἀνάσσηιτῆι πολυκυδίστηι θεῖος ἄναξ Σοφίηι. |
5 | ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖοκάλλος ἀπ' Εὐρώπης δέρκεαι εἰς Ἀσίην.
Anthologia Graeca 9, 662Ἀγαθίου σχολαστικοῦ
Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι,πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκωννηδὺς ἐπεγδούπει λύματα χευομένη. |
5 | ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίαςθῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.
Anthologia Graeca 9, 665Ἀγαθίου σχολαστικοῦ
Εἶξον ἐμοί, Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντουκείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τ' ἐνὶ πόντωιΝηρεΐδες ξυνὴν θέντο συνηλυσίην· |
5 | ἀμφ' ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτηςκαί με παρ' ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.
Anthologia Graeca 9, 677Ἀγαθίου σχολαστικοῦ
Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸντηλίκον, ἀρκτώιοις ἄσθμασι βαλλόμενον·ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης,ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει· |
5 | καί ῥ' ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴτέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.
Anthologia Graeca 9, 766Ἀγαθίου σχολαστικοῦ
Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν
|
5 | οὐδὲ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψἡμετέρης διαδὺς πλέγμα λινοστασίης.ὄρνεά που σώιζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω.ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;
Anthologia Graeca 9, 767Ἀγαθίου σχολαστικοῦ
Ἑζόμενος μὲν τῆιδε παρ' εὐλάϊγγι τραπέζηιπαίγνια κινήσεις τερπνὰ βολοκτυπίης.μήτε δὲ νικήσας μεγαλίζεο, μήτ' ἀπολειφθεὶςἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα. |
5 | καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,καὶ κύβος ἀγγέλει βένθος ἐχεφροσύνης.
Anthologia Graeca 9, 768Ἀγαθίου σχολαστικοῦ
Παίγνια μὲν τάδε πάντα· Τύχης δ' ἑτερότροπος ὁρμὴταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν·καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,νῦν μὲν ὑπερβάλλων, νῦν δ' ἀπολειπόμενος. |
5 | αἰνέομεν δὴ κεῖνον ὃς ἐν βιότωι τε κύβωι τεχάρματι καὶ λύπηι μέτρον ἐφηρμόσατο.
Anthologia Graeca 9, 769Ἀγαθίου σχολαστικοῦ
Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοιςλύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.ἀλλὰ σὺ μὴ λέξηις τι θεημάχον ὕστατος ἕρπων,μηδ' ἀναροιβδήσηις ῥινοβόλωι πατάγωι. |
5 | δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζεινἐν σπουδῆι, καιρῶι δ' ἴσθι νέμειν τὸ πρέπον.
Anthologia Graeca 16, 36Ἀγαθίου
Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσηςεἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·νῦν δ' ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνηςτῆιδέ σε τῆι γραφίδι στήσαμεν, Ἡράκλαμον. |
5 | εἰ δ' ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖςαἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειζόμεθα.
Anthologia Graeca 16, 41Ἀγαθίου σχολαστικοῦ
Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοιθεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῆιεἰκόνι χῶρον ἔχηι γείτονα κοιρανέης. |
5 | αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρουπλοῦτον ἀεξήσας, ἀλλὰ μετ' εὐσεβίης.εὔγνωμον τὸ πόνημα· τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;
Anthologia Graeca 16, 59Ἀγαθίου σχολαστικοῦ
Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαιΒάκχην αἰδομένην στήσατο λαοτύπος.οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσηι·«ἔξιτε· καὶ παταγῶ μηδενὸς ἱσταμένου».
Anthologia Graeca 16, 72<Ἀγαθίου σχολαστικοῦ>
Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσωνὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου,κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης· |
5 | τὸν δ' ὑπὲρ εὐνομίας ἐπιθηλέος ἐνθάδε τοῦτονἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἄτρομε Ῥώμα,θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.
Anthologia Graeca 16, 80Ἀγαθίου σχολαστικοῦ
Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης,ὠνητὴν φιλίην πᾶσι χαριζομένη·εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ' ἔρωτοςοἰστρηθεὶς Θωμᾶς τῆιδ' ἔθετο γραφίδι, |
5 | δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν· ἶσα γὰρ αὐτῶικηρῶι τηκομένωι τήκεται ἡ κραδίη.
Anthologia Graeca 16, 109Ἀγαθίου σχολαστικοῦ
Ἱππόλυτος τῆς γρηὸς ἐπ' οὔατι νηλέα μῦθονφθέγγεται· ἀλλ' ἡμεῖς οὐ δυνάμεσθα κλύειν.ὅσσον δ' ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι,ὅττι παρεγγυάαι μηκέτ' ἄθεσμα λέγειν.
Anthologia Graeca 16, 244Ἀγαθίου σχολαστικοῦ
«Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει·ἢ τί παρακλίνας οὖας ἄγεις καλάμωι;»ὃς δὲ γελῶν σίγησεν· ἴσως δ' ἂν φθέγξατο μῦθον,ἀλλ' ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι. |
5 | οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ' ἠσπάζετο σιγήν,θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίηι.
Anthologia Graeca 16, 331Ἀγαθίου σχολαστικοῦ
Σεῖο πολυκλήντα τύπον στῆσαν, ΧαιρωνεῦΠλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστουςῬώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις. |
5 | ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλονοὐδὲ σύ γ' ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.
Anthologia Graeca 16, 332Ἀγαθίου σχολαστικοῦ
Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίουἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκηνἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις. |
5 | ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,παίζων ἐν σπουδῆι, πείθει ἐχεφρονέειν.φευκτὸν δ' ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲτὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ. |