Agathias
ca. 530 - ca. 580
Κύκλος τῶν νέωνἐπιγραμμάτων
Ἀγαθίουἐπιγράμματα
|
|
___________________________________________________
|
|
Ἀναθηματικά
Anthologia Graeca 1, 35Ἀγαθίου σχολαστικοῦΕἰς τὸν ἀρχάγγελον ἐν τῶι Σωσθενίωι
Καρικὸς Αἰμιλιανὸς Ἰωάννης τε σὺν αὐτῶι,Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα, | |
5 | αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον. ἀλλὰ φανείηςἐλπίδας ἰθύνων ἐσσομένου βιότου.
Anthologia Graeca 6, 32Ἀγαθίου σχολαστικοῦ
Δικραίρωι δικέρωτα, δασυκνάμωι δασυχαίταν,ἴξαλον εὐσκάθμωι, λόχμιον ὑλοβάται,Πανὶ φιλοσκοπέλωι λάσιον παρὰ πρῶνα Χαρικλῆςκνακὸν ὑπηνήτας τόνδ' ἀνέθηκε τράγον.
Anthologia Graeca 6, 41Ἀγαθίου σχολαστικοῦ
Χαλκὸν ἀροτρητὴν κλασιβώλακα νειοτομῆακαὶ τὴν ταυροδέτιν βύρσαν ἐπαυχενίηνκαὶ βούπληκτρον ἄκαιναν ἐχετλήεντά τε γόμφονΔηοῖ Καλλιμένης ἄνθετο γειοπόνος, |
5 | τμήξας εὐαρότου ῥάχιν ὀργάδος· «εἰ δ' ἐπινεύσειςτὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.»
Anthologia Graeca 6, 59Ἀγαθίου σχολαστικοῦ
Τῆι Παφίηι στεφάνους, τῆι Παλλάδι τὴν πλοκαμῖδα,Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη·εὕρετο γὰρ μνηστῆρα, τὸν ἤθελε, καὶ λάχεν ἥβηνσώφρονα καὶ τεκέων ἄρσεν ἔτικτε γένος.
Anthologia Graeca 6, 72Ἀγαθίου σχολαστικοῦ
Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρηςβακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.ἀγρονόμωι δ' ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲἐγκέφαλον πλήξας ἐξεκύλισε λίθωι. |
5 | εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· «Ἆ τάχα Βάκχωιλοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.»
Anthologia Graeca 6, 74Ἀγαθίου σχολαστικοῦ
Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρωνπολλὰ τανυκραίρων στέρνα χαραξαμένη,ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη, |
5 | ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.θῆκα δέ σοι τάδε ῥόπτρα, παραρρίψασα δὲ κισσὸνχεῖρα περισφίγξω χρυσοδέτωι σπατάληι.
Anthologia Graeca 6, 76Ἀγαθίου σχολαστικοῦ
Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι,τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα,νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι,θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης. |
5 | ἀλλά, θέα, δύνασαι γάρ, ἢ ἡβητῆρά με τεῦξονἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.
Anthologia Graeca 6, 79Ἀγαθίου σχολαστικοῦ
Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀποτρεὺςἀντ' εὐεργεσίης ἄνθετό σοι τεμένη.«Βόσκε», δ' ἔφε, «χαίρων τὰ σὰ ποίμνια καὶ σέο χώρηνδέρκεο τὴν χαλκῶι μηκέτι τεμνομένην. |
5 | αἴσιον εὑρήσεις τόδ' ἐπαύλιον· ἐνθάδε γάρ σοιἨχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.»
Anthologia Graeca 6, 80Τοῦ αὐτοῦ
Δαφνιακῶν βίβλων Ἀγαθηϊὰς ἐννεάς εἰμι·ἀλλά μ' ὁ τεκτήσας ἄνθετο σοί, Παφίη.οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι,ὄργια τοσσατίων ἀμφιέπουσα πόθων. |
5 | αἰτεῖ δ' ἀντὶ πόνων ἵνα οἱ διὰ σεῖο παρείηἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην.
Anthologia Graeca 6, 167Ἀγαθίου σχολαστικοῦ
Σοί, μάκαρ αἰγίκναμε, παράκτιον, ἐς περιωπὰντὸν τράγον, ὦ δισσᾶς ἀγέτα θηροσύνας·σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴεὔαδε καὶ ταχινῆς ἔργα λαγωσφαγίης |
5 | δίκτυά τ' ἐν ῥοθίοις ἁπλούμενα καὶ καλαμευτὰςκάμνων καὶ μογερῶν πεῖσμα σαγηνοβόλων.ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγρανἄνυε καὶ πτῶκας πολλάκις ἐξεσόβει. |