BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Στοιχείωσις θεολογική

 

Textus:

Proclus: The Elements of Theology. A Revised Text.

ed. Eric Robertson Dodds,

Oxford: Oxford University Press, 1963

 

____________________________________________________________

 

 

 

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ

ΣΤΟΙΧΕΙΩΣΙΣ ΘΕΟΛΟΓΙΚΗ. 

 

 

1

Πᾶν πλῆθος μετέχει πηι τοῦ ἑνός. 

εἰ γὰρ μηδαμῆι μετέχοι, οὔτε τὸ ὅλον ἓν ἔσται οὔθ᾽ ἕκαστον τῶν πολλῶν ἐξ ὧν τὸ πλῆθος, ἀλλ᾽ ἔσται καὶ ἐκείνων ἕκαστον πλῆθος, καὶ τοῦτο εἰς ἄπειρον, καὶ τῶν ἀπείρων τούτων ἕκαστον ἔσται πάλιν πλῆθος ἄπειρον. μηδενὸς γὰρ ἑνὸς μηδαμῆι μετέχον μήτε καθ᾽ ὅλον ἑαυτὸ μήτε καθ᾽ ἕκαστον τῶν ἐν αὐτῶι, πάντηι ἄπειρον ἔσται καὶ κατὰ πᾶν. τῶν γὰρ πολλῶν ἕκαστον, ὅπερ ἂν λάβηις, ἤτοι ἓν ἔσται ἢ οὐχ ἕν· καὶ εἰ οὐχ ἕν, ἤτοι πολλὰ ἢ οὐδέν. ἀλλ᾽ εἰ μὲν ἕκαστον οὐδέν, καὶ τὸ ἐκ τούτων οὐδέν· εἰ δὲ πολλά, ἐξ ἀπειράκις ἀπείρων ἕκαστον. ταῦτα δὲ ἀδύνατα. οὔτε γὰρ ἐξ ἀπειράκις ἀπείρων ἐστί τι τῶν ὄντων <τοῦ γὰρ ἀπείρου πλέον οὐκ ἔστι, τὸ δὲ ἐκ πάντων ἑκάστου πλέον> οὔτε ἐκ τοῦ μηδενὸς συντίθεσθαί τι δυνατόν. πᾶν ἄρα πλῆθος μετέχει πηι τοῦ ἑνός. 

 

2

Πᾶν τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. 

εἰ γὰρ μὴ ἔστιν αὐτοέν <μετέχει γὰρ τοῦ ἑνὸς ἄλλο τι ὂν παρὰ τὸ ἕν>, πέπονθε τὸ ἓν κατὰ τὴν μέθεξιν καὶ ὑπέμεινεν ἓν γενέσθαι. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὸ ἕν, μόνον ἐστὶν ἕν· καὶ οὐ μεθέξει τοῦ ἑνός, ἀλλ᾽ αὐτοὲν ἔσται. εἰ δ᾽ ἐστί τι παρ᾽ ἐκεῖνο, ὃ μὴ ἔστιν ἕν, τὸ μετέχον τοῦ ἑνὸς καὶ οὐχ ἕν ἐστι καὶ ἕν, οὐχ ὅπερ ἓν ἀλλ᾽ ἓν ὄν, ὡς μετέχον τοῦ ἑνός τούτωι ἄρα οὐχ ἕν ἐστιν, οὐδ᾽ ὅπερ ἕν· ἓν δὲ ὂν ἅμα καὶ μετέχον τοῦ ἑνός, καὶ διὰ τοῦτο οὐχ ἓν καθ᾽ αὑτὸ ὑπάρχον, ἕν ἐστι καὶ οὐχ ἕν, παρὰ τὸ ἓν ἄλλο τι ὄν· ὧι μὲν ἐπλεόνασεν, οὐχ ἕν· ὧι δὲ πέπονθεν, ἕν. 

πᾶν ἄρα τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. 

 

3

Πᾶν τὸ γινόμενον ἓν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν. 

αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι, καθὸ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνός, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν ἃ μὴ ἔστιν ἓν καθ᾽ αὑτά, συνιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις γίνεται ἕν, καὶ ὑπομένει τὴν τοῦ ἑνὸς παρουσίαν οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτηι, ἧι πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἕν, οὐ γίνεται ἕν· τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γίνεται ἐκ τοῦ μὴ ἑνὸς πρότερον, ἕξει τὸ ἓν ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός. 

 

4

Πᾶν τὸ ἡνωμένον ἕτερόν ἐστι τοῦ αὐτοενός. 

εἰ γάρ ἐστιν ἡνωμένον, μετέχοι ἄν πηι τοῦ ἑνὸς ταύτηι, ἧι καὶ ἡνωμένον λέγεται· τὸ δὲ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τὸ δ᾽ αὐτοὲν οὐχὶ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. εἰ γὰρ καὶ τοῦτο ἕν τε καὶ οὐχ ἕν, καὶ τὸ ἐν αὐτῶι πάλιν ἓν τὸ συναμφότερον ἕξει, καὶ τοῦτο εἰς ἄπειρον, μηδενὸς ὄντος αὐτοενὸς εἰς ὃ στῆναι δυνατόν, ἀλλὰ παντὸς ἑνὸς καὶ οὐχ ἑνὸς ὄντος. ἔστιν ἄρα τι τὸ ἡνωμένον τοῦ ἑνὸς ἕτερον. ταὐτὸν γὰρ ὂν τῶι ἡνωμένωι, τὸ ἓν πλῆθος ἄπειρον ἔσται, καὶ ἕκαστον ὡσαύτως ἐκείνων ἐξ ὧν ἐστι τὸ ἡνωμένον. 

 

5

Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός. 

εἰ γὰρ ἔστι πλῆθος πρὸ τοῦ ἑνός, τὸ μὲν ἓν μεθέξει τοῦ πλήθους, τὸ δὲ πλῆθος τὸ πρὸ τοῦ ἑνὸς οὐ μεθέξει τοῦ ἑνός, εἴπερ, πρὶν γένηται ἕν, ἐστὶν ἐκεῖνο πλῆθος· τοῦ γὰρ μὴ ὄντος οὐ μετέχει· καὶ διότι τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστιν ἅμα καὶ οὐχ ἕν, οὔπω δ᾽ ὑπέστη ἕν, τοῦ πρώτου πλήθους ὄντος. ἀλλ᾽ ἀδύνατον εἶναί τι πλῆθος μηδαμῆι ἑνὸς μετέχον. οὐκ ἄρα πρὸ τοῦ ἑνὸς τὸ πλῆθος. 

εἰ δὲ δὴ ἅμα τῶι ἑνί, καὶ σύστοιχα ἀλλήλοις τῆι φύσει <χρόνωι γὰρ οὐδὲν κωλύε>ι, οὔτε τὸ ἓν καθ᾽ αὑτὸ πολλά ἐστιν οὔτε τὸ πλῆθος ἕν, ὡς ἀντιδιηιρημένα ἅμα ὄντα τῆι φύσει εἴπερ μηδέτερον θατέρου πρότερον ἢ ὕστερον. τὸ οὖν πλῆθος καθ᾽ αὑτὸ οὐχ ἓν ἔσται, καὶ ἕκαστον τῶν ἐν αὐτῶι οὐχ ἕν, καὶ τοῦτο εἰς ἄπειρον· ὅπερ ἀδύνατον. μετέχει ἄρα τοῦ ἑνὸς κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ οὐδὲν ἔσται αὐτοῦ λαβεῖν ὃ μὴ ἔστιν ἕν· μὴ ἓν γὰρ ὄν, ἐξ ἀπείρων ἄπειρον ἔσται, ὡς δέδεικται. πάντηι ἄρα μετέχει τοῦ ἑνός. 

εἰ μὲν οὖν τὸ ἕν, τὸ καθ᾽ αὑτὸ ἓν ὄν, μηδαμῆι μετέχει πλήθους, ἔσται τὸ πλῆθος πάντηι τοῦ ἑνὸς ὕστερον, μετέχον μὲν τοῦ ἑνός, οὐ μετεχόμενον δὲ ὑπὸ τοῦ ἑνός. 

εἰ δὲ καὶ τὸ ἓν μετέχει πλήθους, κατὰ μὲν τὴν ὕπαρξιν ὡς ἓν ὑφεστός, κατὰ δὲ τὴν μέθεξιν οὐχ ἕν, πεπληθυσμένον ἔσται τὸ ἕν, ὥσπερ τὸ πλῆθος ἡνωμένον διὰ τὸ ἕν. κεκοινώνηκεν ἄρα τό τε ἓν τῶι πλήθει καὶ τὸ πλῆθος τῶι ἑνί· τὰ δὲ συνιόντα καὶ κοινωνοῦντά πηι ἀλλήλοις εἰ μὲν ὑπ᾽ ἄλλου συνάγεται, ἐκεῖνο πρὸ αὐτῶν ἐστιν, εἰ δὲ αὐτὰ συνάγει ἑαυτά, οὐκ ἀντίκειται ἀλλήλοις· ἀντικείμενα γὰρ οὐ σπεύδει εἰς ἄλληλα. εἰ οὖν τὸ ἓν καὶ τὸ πλῆθος ἀντιδιήιρηται, καὶ τὸ πλῆθος ἧι πλῆθος οὐχ ἕν, καὶ τὸ ἓν ἧι ἓν οὐ πλῆθος, οὐδέτερον ἐν θατέρωι γενόμενον, ἓν ἅμα καὶ δύο ἔσται. ἀλλὰ μὴν εἰ ἔσται τι πρὸ αὐτῶν τὸ συνάγον, ἢ ἕν ἐστιν ἢ οὐχ ἕν. ἀλλ᾽ εἰ οὐχ ἕν, ἢ πολλὰ ἢ οὐδέν. 

οὔτε δὲ πολλά, ἵνα μὴ πλῆθος ἦι πρὸ ἑνός· οὔτε οὐδέν· πῶς γὰρ συνάξει τὸ οὐδέν; ἓν ἄρα μόνον· οὐ γὰρ δὴ καὶ τοῦτο τὸ ἓν πολλά, ἵνα μὴ εἰς ἄπειρον. ἔστιν ἄρα τὸ αὐτοέν· καὶ πᾶν πλῆθος ἀπὸ τοῦ αὐτοενός. 

 

6

Πᾶν πλῆθος ἢ ἐξ ἡνωμένων ἐστὶν ἢ ἐξ ἑνάδων. 

ἕκαστον γὰρ τῶν πολλῶν ὅτι μὲν οὐκ ἔσται καὶ αὐτὸ πλῆθος μόνον καὶ τούτου πάλιν ἕκαστον πλῆθος, δῆλον. εἰ δὲ μὴ ἔστι πλῆθος μόνον, ἤτοι ἡνωμένον ἐστὶν ἢ ἑνάς. καὶ εἰ μὲν μετέχον τοῦ ἑνός, ἡνωμένον· εἰ δὲ ἐξ ὧν τὸ πρώτως ἡνωμένον, ἑνάς. εἰ γὰρ ἔστι τὸ αὐτοέν, ἔστι τὸ πρώτως αὐτοῦ μετέχον καὶ πρώτως ἡνωμένον. τοῦτο δὲ ἐξ ἑνάδων· εἰ γὰρ ἐξ ἡνωμένων, πάλιν τὰ ἡνωμένα ἔκ τινων, καὶ εἰς ἄπειρον. δεῖ δὴ εἶναι τὸ πρώτως ἡνωμένον ἐξ ἑνάδων· καὶ εὕρομεν τὸ ἐξ ἀρχῆς. 

 

7

Πᾶν τὸ παρακτικὸν ἄλλου κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως. 

ἤτοι γὰρ κρεῖττόν ἐστιν ἢ χεῖρον ἢ ἴσον. 

ἔστω πρότερον ἴσον. τὸ τοίνυν ἀπὸ τούτου παραγόμενον ἢ δύναμιν ἔχει καὶ αὐτὸ παρακτικὴν ἄλλου τινὸς ἢ ἄγονον ὑπάρχει παντελῶς. ἀλλ᾽ εἰ μὲν ἄγονον εἴη, κατ᾽ αὐτὸ τοῦτο τοῦ παράγοντος ἠλάττωται, καὶ ἔστιν ἄνισον ἐκείνωι, γονίμωι ὄντι καὶ δύναμιν ἔχοντι τοῦ ποιεῖν, ἀδρανὲς ὄν. εἰ δὲ καὶ αὐτὸ παρακτικόν ἐστιν ἄλλων, ἢ καὶ αὐτὸ ἴσον ἑαυτῶι παράγει, καὶ τοῦτο ὡσαύτως ἐπὶ πάντων, καὶ ἔσται τὰ ὄντα πάντα ἴσα ἀλλήλοις καὶ οὐδὲν ἄλλο ἄλλου κρεῖττον, ἀεὶ τοῦ παράγοντος ἴσον ἑαυτῶι τὸ ἐφεξῆς ὑφιστάντος· ἢ ἄνισον, καὶ οὐκέτ᾽ ἂν ἴσον εἴη τῶι αὐτὸ παράγοντι· δυνάμεων γὰρ ἴσων ἐστὶ τὸ τὰ ἴσα ποιεῖν· τὰ δ᾽ ἐκ τούτων ἄνισα ἀλλήλοις, εἴπερ τὸ μὲν παράγον τῶι πρὸ αὐτοῦ ἴσον, αὐτῶι δὲ τὸ μετ᾽ αὐτὸ ἄνισον. οὐκ ἄρα ἴσον εἶναι δεῖ τῶι παράγοντι τὸ παραγόμενον. 

ἀλλὰ μὴν οὐδ᾽ ἔλαττον ἔσται ποτὲ τὸ παράγον. εἰ γὰρ αὐτὸ τὴν οὐσίαν τῶι παραγομένωι δίδωσιν, αὐτὸ καὶ τὴν δύναμιν αὐτῶι χορηγεῖ κατὰ τὴν οὐσίαν. εἰ δὲ αὐτὸ παρακτικόν ἐστι τῆς δυνάμεως τῶι μετ᾽ αὐτὸ πάσης, κἂν ἑαυτὸ δύναιτο ποιεῖν τοιοῦτον, οἷον ἐκεῖνο. εἰ δὲ τοῦτο, καὶ ποιήσειεν ἂν ἑαυτὸ δυνατώτερον. οὔτε γὰρ τὸ μὴ δύνασθαι κωλύει, παρούσης τῆς ποιητικῆς δυνάμεως· οὔτε τὸ μὴ βούλεσθαι, πάντα γὰρ τοῦ ἀγαθοῦ ὀρέγεται κατὰ φύσιν· ὥστε εἰ ἄλλο δύναται τελειότερον ἀπεργάσασθαι, κἂν ἑαυτὸ πρὸ τοῦ μετ᾽ αὐτὸ τελειώσειεν. 

οὔτε ἴσον ἄρα τῶι παράγοντι τὸ παραγόμενόν ἐστιν οὔτε κρεῖττον. πάντηι ἄρα τὸ παράγον κρεῖττον τῆς τοῦ παραγομένου φύσεως. 

 

8

Πάντων τῶν ὁπωσοῦν τοῦ ἀγαθοῦ μετεχόντων ἡγεῖται τὸ πρώτως ἀγαθὸν καὶ ὃ μηδέν ἐστιν ἄλλο ἢ ἀγαθόν. 

εἰ γὰρ πάντα τὰ ὄντα τοῦ ἀγαθοῦ ἐφίεται, δῆλον ὅτι τὸ πρώτως ἀγαθὸν ἐπέκεινά ἐστι τῶν ὄντων. εἰ γὰρ ταὐτόν τινι τῶν ὄντων, ἢ ταὐτόν ἐστιν ὂν καὶ τἀγαθόν, καὶ τοῦτο τὸ ὂν οὐκέτι ἂν ἐφιέμενον εἴη τοῦ ἀγαθοῦ, αὐτὸ τἀγαθὸν ὑπάρχον· τὸ γὰρ ὀρεγόμενόν του ἐνδεές ἐστιν οὗ ὀρέγεται, καὶ τοῦ ὀρεκτοῦ ἕτερον καὶ ἀπεξενωμένον· ἢ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο· καὶ τὸ μὲν μεθέξει, τὸ ὄν, τὸ δὲ ἔσται μετεχόμενον ἐν τούτωι, τὸ ἀγαθόν. 

τὶ ἄρα ἀγαθόν ἐστιν, ἐν τινὶ τῶν μετεχόντων ὄν, καὶ οὗ τὸ μετασχὸν ἐφίεται μόνον, ἀλλ᾽ οὐ τὸ ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα τὰ ὄντα ἐφίεται. τοῦτο μὲν γὰρ κοινὸν πάντων ἐστὶ τῶν ὄντων ἐφετόν· τὸ δὲ ἐν τινὶ γενόμενον ἐκείνου μόνον ἐστὶ τοῦ μετασχόντος. 

τὸ ἄρα πρώτως ἀγαθὸν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀγαθόν. ἂν γάρ τι ἄλλο προσθῆις, ἠλάττωσας τῆι προσθέσει τὸ ἀγαθόν, τὶ ἀγαθὸν ποιήσας ἀντὶ τοῦ ἀγαθοῦ τοῦ ἁπλῶς· τὸ γὰρ προστεθέν, οὐκ ὂν τὸ ἀγαθὸν ἀλλ᾽ ἔλαττον ἢ ἐκεῖνο, τῆι ἑαυτοῦ συνουσίαι τὸ ἀγαθὸν ἠλάττωσεν. 

 

9

Πᾶν τὸ αὔταρκες ἢ κατ᾽ οὐσίαν ἢ κατ᾽ ἐνέργειαν κρεῖττόν ἐστι τοῦ μὴ αὐτάρκους ἀλλ᾽ εἰς ἄλλην οὐσίαν ἀνηρτημένου τὴν τῆς τελειότητος αἰτίαν. 

εἰ γὰρ ἅπαντα τὰ ὄντα τοῦ ἀγαθοῦ κατὰ φύσιν ὀρέγεται, καὶ τὸ μὲν ἑαυτῶι παρεκτικόν ἐστι τοῦ εὖ, τὸ δὲ ἐπιδεὲς ἄλλου, καὶ τὸ μὲν παροῦσαν ἔχει τὴν τοῦ ἀγαθοῦ αἰτίαν, τὸ δὲ χωρὶς οὖσαν, ὅσωι δὴ οὖν ἐγγυτέρω τοῦτο τῆς τὸ ὀρεκτὸν χορηγούσης, τοσούτωι κρεῖττον ἂν εἴη τοῦ τῆς κεχωρισμένης αἰτίας ἐνδεοῦς ὄντος καὶ ἀλλαχόθεν ὑποδεχομένου τὴν τελειότητα τῆς ὑπάρξεως ἢ τῆς ἐνεργείας. ἐπεὶ οὖν ὅτι καὶ ὅμοιον καὶ ἠλαττωμένον καὶ ὁμοιότερόν ἐστιν αὐτῶι τῶι ἀγαθῶι τὸ αὔταρκες καὶ ἠλαττωμένον τῶι μετέχειν τοῦ ἀγαθοῦ καὶ μὴ αὐτὸ εἶναι τὸ ἀγαθὸν πρώτως, συγγενές πώς ἐστιν ἐκείνωι, καθόσον παρ᾽ ἑαυτοῦ δύναται τὸ ἀγαθὸν ἔχειν· τὸ δὲ μετέχον καὶ δι᾽ ἄλλου μετέχον μειζόνως ἀφέστηκε τοῦ πρώτως ἀγαθοῦ καὶ ὃ μηδέν ἐστιν ἄλλο ἢ ἀγαθόν. 

 

10

Πᾶν τὸ αὔταρκες τοῦ ἁπλῶς ἀγαθοῦ καταδεέστερόν ἐστι. 

τί γάρ ἐστιν ἄλλο τὸ αὔταρκες ἢ τὸ παρ᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῶι τὸ ἀγαθὸν κεκτημένον; τοῦτο δὲ ἤδη πλῆρές ἐστι τοῦ ἀγαθοῦ καὶ μετέχον, ἀλλ᾽ οὐχὶ αὐτὸ τὸ ἁπλῶς ἀγαθόν. ἐκεῖνο γὰρ καὶ τοῦ μετέχειν καὶ τοῦ πλῆρες εἶναι κρεῖττον, ὡς δέδεικται. εἰ οὖν τὸ αὔταρκες πεπλήρωκεν ἑαυτὸ τοῦ ἀγαθοῦ, τὸ ἀφ᾽ οὗ πεπλήρωκεν ἑαυτὸ κρεῖττον ἂν εἴη τοῦ αὐτάρκους καὶ ὑπὲρ αὐτάρκειαν. καὶ οὔτε ἐνδεές τινος τὸ ἁπλῶς ἀγαθόν. οὐ γὰρ ἐφίεται ἄλλου <εἴη γὰρ ἂν ἐλλιπὲς ἀγαθοῦ κατὰ τὴν ἔφεσιν>· οὔτε αὔταρκες· εἴη γὰρ ἂν πλῆρες ἀγαθοῦ, καὶ οὐ τἀγαθὸν πρώτως. 

 

11

Πάντα τὰ ὄντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας, τῆς πρώτης. 

ἢ γὰρ οὐδενός ἐστιν αἰτία τῶν ὄντων, ἢ κύκλωι τὰ αἴτια πεπερασμένων τῶν πάντων, ἢ ἐπ᾽ ἄπειρον ἡ ἄνοδος καὶ ἄλλο ἄλλου αἴτιον καὶ οὐδαμοῦ στήσεται ἡ τῆς αἰτίας προϋπόστασις. 

ἀλλ᾽ εἰ μὲν μηδενὸς εἴη τῶν ὄντων αἰτία, οὔτε τάξις ἔσται δευτέρων καὶ πρώτων, τελειούντων καὶ τελειουμένων, κοσμούντων καὶ κοσμουμένων, γεννώντων καὶ γεννωμένων, ποιούντων καὶ πασχόντων· οὔτε ἐπιστήμη τῶν ὄντων οὐδενός. ἡ γὰρ τῶν αἰτίων γνῶσις ἐπιστήμης ἐστὶν ἔργον, καὶ τότε λέγομεν ἐπίστασθαι ὅταν τὰ αἴτια γνωρίσωμεν τῶν ὄντων. 

εἰ δὲ κύκλωι περίεισι τὰ αἴτια, τὰ αὐτὰ πρότερα ἔσται καὶ ὕστερα, δυνατώτερά τε καὶ ἀσθενέστερα· πᾶν γὰρ τὸ παράγον κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως. διαφέρει δὲ οὐδὲν τὸ διὰ πλειόνων ἢ δι᾽ ἐλαττόνων μέσων συνάπτειν τῶι αἰτιατῶι τὸ αἴτιον καὶ ποιεῖν ἀπ᾽ ἐκείνου· καὶ γὰρ τῶν μεταξὺ πάντων ἔσται κρεῖττον ὧν ἐστιν αἴτιον, καὶ ὅσωι ἂν πλείω τὰ μέσα, τοσούτωι μειζόνως αἴτιον. 

εἰ δ᾽ ἐπ᾽ ἄπειρον ἡ τῶν αἰτίων πρόσθεσις, καὶ ἄλλο πρὸ ἄλλου ἀεί, πάλιν οὐδενὸς ἐπιστήμη ἔσται. τῶν γὰρ ἀπείρων οὐδενός ἐστι γνῶσις· τῶν δὲ αἰτίων ἀγνοουμένων οὐδὲ τῶν ἑξῆς ἐπιστήμη ἔσται. 

εἰ οὖν καὶ αἰτίαν εἶναι δεῖ τῶν ὄντων, καὶ διώρισται τὰ αἴτια τῶν αἰτιατῶν, καὶ οὐκ εἰς ἄπειρον ἡ ἄνοδος, ἔστιν αἰτία πρώτη τῶν ὄντων ἀφ᾽ ἧς οἷον ἐκ ῥίζης πρόεισιν ἕκαστα, τὰ μὲν ἐγγὺς ὄντα ἐκείνης, τὰ δὲ πορρώτερον· ὅτι γὰρ μίαν εἶναι δεῖ τὴν ἀρχήν, δέδεικται, διότι πᾶν πλῆθος δεύτερον ὑφέστηκε τοῦ ἑνός. 

 

12

Πάντων τῶν ὄντων ἀρχὴ καὶ αἰτία πρωτίστη τὸ ἀγαθόν ἐστιν. 

εἰ γὰρ ἀπὸ μιᾶς αἰτίας πάντα πρόεισιν, ἐκείνην τὴν αἰτίαν ἢ τἀγαθὸν χρὴ λέγειν ἢ τἀγαθοῦ κρεῖττον. ἀλλ᾽ εἰ μὲν κρείττων ἐκείνη τοῦ ἀγαθοῦ, πότερον ἥκει τι καὶ ἀπ᾽ ἐκείνης εἰς τὰ ὄντα καὶ τὴν φύσιν τῶν ὄντων, ἢ οὐδέν; καὶ εἰ μὲν μηδέν, ἄτοπον· οὐ γὰρ ἂν ἔτι φυλάττοιμεν αὐτὴν ἐν αἰτίας τάξει, δέον πανταχοῦ παρεῖναί τι τοῖς αἰτιατοῖς ἐκ τῆς αἰτίας, καὶ διαφερόντως ἐκ τῆς πρωτίστης, ἧς πάντα ἐξήρτηται καὶ δι᾽ ἣν ἔστιν ἕκαστα τῶν ὄντων. εἰ δέ ἐστι μετουσία κἀκείνης τοῖς οὖσιν, ὥσπερ καὶ τἀγαθοῦ, ἔσται τι τῆς ἀγαθότητος κρεῖττον ἐν τοῖς οὖσιν, ἐφῆκον ἀπὸ τῆς πρωτίστης αἰτίας· οὐ γάρ που, κρείττων οὖσα καὶ ὑπὲρ τἀγαθόν, καταδεέστερόν τι δίδωσι τοῖς δευτέροις ὧν τὸ μετ᾽ αὐτὴν δίδωσι. καὶ τί ἂν γένοιτο τῆς ἀγαθότητος κρεῖττον; ἐπεὶ καὶ αὐτὸ τὸ κρεῖττον τὸ μειζόνως ἀγαθοῦ μετειληφὸς εἶναι λέγομεν. εἰ οὖν οὐδὲ κρεῖττον ἂν λέγοιτο τὸ μὴ ἀγαθόν, τοῦ ἀγαθοῦ πάντως δεύτερον. 

εἰ δὲ καὶ τὰ ὄντα πάντα τοῦ ἀγαθοῦ ἐφίεται, πῶς ἔτι πρὸ τῆς αἰτίας ταύτης εἶναί τι δυνατόν; εἴτε γὰρ ἐφίεται κἀκείνου, πῶς τοῦ ἀγαθοῦ μάλιστα; εἴτε μὴ ἐφίεται, πῶς τῆς πάντων αἰτίας οὐκ ἐφίεται, προελθόντα ἀπ᾽ αὐτῆς; εἰ δὲ τἀγαθόν ἐστιν ἀφ᾽ οὗ πάντα ἐξήρτηται τὰ ὄντα, ἀρχὴ καὶ αἰτία πρωτίστη τῶν πάντων ἐστὶ τἀγαθόν. 

 

13

Πᾶν ἀγαθὸν ἑνωτικόν ἐστι τῶν μετεχόντων αὐτοῦ, καὶ πᾶσα ἕνωσις ἀγαθόν, καὶ τἀγαθὸν τῶι ἑνὶ ταὐτόν. 

εἰ γὰρ τὸ ἀγαθόν ἐστι σωστικὸν τῶν ὄντων ἁπάντων <διὸ καὶ ἐφετὸν ὑπάρχει πᾶσ>ι, τὸ δὲ σωστικὸν καὶ συνεκτικὸν τῆς ἑκάστων οὐσίας ἐστὶ τὸ ἕν <τῶι γὰρ ἑνὶ σώζεται πάντα, καὶ ὁ σκεδασμὸς ἕκαστον ἐξίστησι τῆς οὐσία>ς, τὸ ἀγαθόν, οἷς ἂν παρῆι, ταῦτα ἓν ἀπεργάζεται καὶ συνέχει κατὰ τὴν ἕνωσιν. 

καὶ εἰ τὸ ἓν συναγωγόν ἐστι καὶ συνεκτικὸν τῶν ὄντων, ἕκαστον τελειοῖ κατὰ τὴν ἑαυτοῦ παρουσίαν. καὶ ἀγαθὸν ἄρα ταύτηι ἐστὶ τὸ ἡνῶσθαι πᾶσιν. εἰ δὲ καὶ ἡ ἕνωσις ἀγαθὸν καθ᾽ αὑτὸ καὶ τὸ ἀγαθὸν ἑνοποιόν, τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἓν ταὐτόν, ἑνίζον τε ἅμα καὶ ἀγαθῦνον τὰ ὄντα. ὅθεν δὴ καὶ τὰ τοῦ ἀγαθοῦ τρόπον τινὰ ἀποπεσόντα καὶ τῆς τοῦ ἑνὸς ἅμα στέρεται μεθέξεως· καὶ τὰ τοῦ ἑνὸς ἄμοιρα γενόμενα, διαστάσεως ἀναπιμπλάμενα, καὶ τοῦ ἀγαθοῦ στέρεται κατὰ τὸν αὐτὸν τρόπον. 

ἔστιν ἄρα καὶ ἡ ἀγαθότης ἕνωσις, καὶ ἡ ἕνωσις ἀγαθότης, καὶ τὸ ἀγαθὸν ἕν, καὶ τὸ ἓν πρώτως ἀγαθόν. 

 

14

Πᾶν τὸ ὂν ἢ ἀκίνητόν ἐστιν ἢ κινούμενον· καὶ εἰ κινούμενον, ἢ ὑφ᾽ ἑαυτοῦ ἢ ὑπ᾽ ἄλλου· καὶ εἰ μὲν ὑφ᾽ ἑαυτοῦ, αὐτοκίνητόν ἐστιν· εἰ δὲ ὑπ᾽ ἄλλου, ἑτεροκίνητον. πᾶν ἄρα ἢ ἀκίνητόν ἐστιν ἢ αὐτοκίνητον ἢ ἑτεροκίνητον. 

ἀνάγκη γὰρ τῶν ἑτεροκινήτων ὄντων εἶναι καὶ τὸ ἀκίνητον, καὶ μεταξὺ τούτων τὸ αὐτοκίνητον. 

εἰ γὰρ πᾶν τὸ ἑτεροκίνητον ὑπ᾽ ἄλλου κινουμένου κινεῖται, ἢ κύκλωι αἱ κινήσεις ἢ ἐπ᾽ ἄπειρον· ἀλλ᾽ οὔτε κύκλωι οὔτε ἐπ᾽ ἄπειρον, εἴπερ ὥρισται τῆι ἀρχῆι τὰ ὄντα πάντα καὶ τὸ κινοῦν τοῦ κινουμένου κρεῖττον. ἔσται τι ἄρα ἀκίνητον πρῶτον κινοῦν. 

ἀλλ᾽ εἰ ταῦτα, ἀνάγκη καὶ τὸ αὐτοκίνητον εἶναι. εἰ γὰρ σταίη τὰ πάντα, τί ποτε ἔσται τὸ πρώτως κινούμενον; οὔτε γὰρ τὸ ἀκίνητον <οὐ γὰρ πέφυκεν> οὔτε τὸ ἑτεροκίνητον <ὑπ᾽ ἄλλου γὰρ κινεῖτα>ι· λείπεται ἄρα τὸ αὐτοκίνητον εἶναι τὸ πρώτως κινούμενον· ἐπεὶ καὶ τοῦτό ἐστι τὸ τῶι ἀκινήτωι τὰ ἑτεροκίνητα συνάπτον, μέσον πως ὄν, κινοῦν τε ἅμα καὶ κινούμενον· ἐκείνων γὰρ τὸ μὲν κινεῖ μόνον, τὸ δὲ κινεῖται μόνον. 

πᾶν ἄρα τὸ ὂν ἢ ἀκίνητόν ἐστιν ἢ αὐτοκίνητον ἢ ἑτεροκίνητον. 

ἐκ δὴ τούτων κἀκεῖνο φανερόν, ὅτι τῶν μὲν κινουμένων τὸ αὐτοκίνητον πρῶτον, τῶν δὲ κινούντων τὸ ἀκίνητον. 

 

15

Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ἀσώματόν ἐστιν. 

οὐδὲν γὰρ τῶν σωμάτων πρὸς ἑαυτὸ πέφυκεν ἐπιστρέφειν. 

εἰ γὰρ τὸ ἐπιστρέφον πρός τι συνάπτεται ἐκείνωι πρὸς ὃ ἐπιστρέφει, δῆλον δὴ ὅτι καὶ τὰ μέρη τοῦ σώματος πάντα πρὸς πάντα συνάψει τοῦ πρὸς ἑαυτὸ ἐπιστραφέντος· τοῦτο γὰρ ἦν τὸ πρὸς ἑαυτὸ ἐπιστρέψαι, ὅταν ἓν γένηται ἄμφω, τό τε ἐπιστραφὲν καὶ πρὸς ὃ ἐπεστράφη. ἀδύνατον δὲ ἐπὶ σώματος τοῦτο, καὶ ὅλως τῶν μεριστῶν πάντων· οὐ γὰρ ὅλον ὅλωι συνάπτεται ἑαυτῶι τὸ μεριστὸν διὰ τὸν τῶν μερῶν χωρισμόν, ἄλλων ἀλλαχοῦ κειμένων. οὐδὲν ἄρα σῶμα πρὸς ἑαυτὸ πέφυκεν ἐπιστρέφειν, ὡς ὅλον ἐπεστράφθαι πρὸς ὅλον. εἴ τι ἄρα πρὸς ἑαυτὸ ἐπιστρεπτικόν ἐστιν, ἀσώματόν ἐστι καὶ ἀμερές. 

 

16

Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν χωριστὴν οὐσίαν ἔχει παντὸς σώματος. 

εἰ γὰρ ἀχώριστον εἴη σώματος οὑτινοσοῦν, οὐχ ἕξει τινὰ ἐνέργειαν σώματος χωριστήν. ἀδύνατον γάρ, ἀχωρίστου τῆς οὐσίας σωμάτων οὔσης, τὴν ἀπὸ τῆς οὐσίας ἐνέργειαν εἶναι χωριστήν· ἔσται γὰρ οὕτως ἡ ἐνέργεια τῆς οὐσίας κρείττων, εἴπερ ἡ μὲν ἐπιδεής ἐστι σωμάτων, ἡ δὲ αὐτάρκης, ἑαυτῆς οὖσα καὶ οὐ σωμάτων. εἰ οὖν τι κατ᾽ οὐσίαν ἐστὶν ἀχώριστον, καὶ κατ᾽ ἐνέργειαν ὁμοίως ἢ καὶ ἔτι μᾶλλον ἀχώριστον. εἰ δὲ τοῦτο, οὐκ ἐπιστρέφει πρὸς ἑαυτό. τὸ γὰρ πρὸς ἑαυτὸ ἐπιστρέφον, ἄλλο ὂν σώματος, ἐνέργειαν ἔχει χωριζομένην σώματος καὶ οὐ διὰ σώματος οὐδὲ μετὰ σώματος, εἴπερ ἥ τε ἐνέργεια καὶ τὸ πρὸς ὃ ἡ ἐνέργεια οὐδὲν δεῖται τοῦ σώματος. χωριστὸν ἄρα πάντηι σωμάτων ἐστὶ τὸ πρὸς ἑαυτὸ ἐπιστρέφον. 

 

17

Πᾶν τὸ ἑαυτὸ κινοῦν πρώττως πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν. 

εἰ γὰρ κινεῖ ἑαυτό, καὶ ἡ κινητικὴ ἐνέργεια αὐτοῦ πρὸς ἑαυτό ἐστι, καὶ ἓν ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον. ἢ γὰρ μέρει μὲν κινεῖ, μέρει δὲ κινεῖται, ἢ ὅλον κινεῖ καὶ κινεῖται, ἢ ὅλον μὲν κινεῖ, μέρει δὲ κινεῖται, ἢ ἔμπαλιν. ἀλλ᾽ εἰ μέρος μὲν ἄλλο ἐστὶ τὸ κινοῦν, μέρος δὲ ἄλλο τὸ κινούμενον, οὐκ ἔσται καθ᾽ ἑαυτὸ αὐτοκίνητον, ἐκ μὴ αὐτοκινήτων ὑφεστόςς, ἀλλὰ δοκοῦν μὲν αὐτοκίνητον, οὐκ ὂν δὲ κατ᾽ οὐσίαν τοιοῦτον. 

εἰ δὲ ὅλον κινεῖ, μέρος δὲ κινεῖται, ἢ ἔμπαλιν, ἔσται τι μέρος ἐν ἀμφοτέροις καθ᾽ ἓν ἅμα κινοῦν καὶ κινούμενον, καὶ τοῦτό ἐστι τὸ πρώτως αὐτοκίνητον. εἰ δὲ ἓν καὶ ταὐτὸν κινεῖ καὶ κινεῖται, τὴν τοῦ κινεῖν ἐνέργειαν πρὸς ἑαυτὸ ἕξει, κινητικὸν ἑαυτοῦ ὄν. πρὸς ὃ δὲ ἐνεργεῖ, πρὸς τοῦτο ἐπέστραπται. πᾶν ἄρα τὸ ἑαυτὸ κινοῦν πρώτως πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν. 

 

18

Πᾶν τὸ τῶι εἶναι χορηγοῦν ἄλλοις αὐτὸ πρώτως ἐστὶ τοῦτο, οὗ μεταδίδωσι τοῖς χορηγουμένοις. 

εἰ γὰρ αὐτῶι τῶι εἶναι δίδωσι καὶ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ποιεῖται τὴν μετάδοσιν, ὃ μὲν δίδωσιν ὑφειμένον ἐστὶ τῆς ἑαυτοῦ οὐσίας, ὃ δέ ἐστι, μειζόνως ἐστὶ καὶ τελειότερον, εἴπερ πᾶν τὸ ὑποστατικόν τινος κρεῖττόν ἐστι τῆς τοῦ ὑφισταμένου φύσεως. τοῦ δοθέντος ἄρα τὸ ἐν αὐτῶι τῶι δεδωκότι προυπάρχον κρειττόνως ἔστι· καὶ ὅπερ ἐκεῖνο μέν ἐστιν, ἀλλ᾽ οὐ ταὐτὸν ἐκείνωι· πρώτως γὰρ ἔστι, τὸ δὲ δευτέρως. ἀνάγκη γὰρ ἢ τὸ αὐτὸ εἶναι ἑκάτερον καὶ ἕνα λόγον ἀμφοτέρων, ἢ μηδὲν εἶναι κοινὸν μηδὲ ταὐτὸν ἐν ἀμφοῖν, ἢ τὸ μὲν πρώτως εἶναι, τὸ δὲ δευτέρως. ἀλλ᾽ εἰ μὲν ὁ αὐτὸς λόγος, οὐκ ἂν ἔτι τὸ μὲν αἴτιον εἴη, τὸ δὲ ἀποτέλεσμα· οὐδ᾽ ἂν τὸ μὲν καθ᾽ αὑτό, τὸ δ᾽ ἐν τῶι μετασχόντι· οὐδὲ τὸ μὲν ποιοῦν, τὸ δὲ γινόμενον. εἰ δὲ μηδὲν ἔχοι ταὐτόν, οὐκ ἂν τῶι εἶναι θάτερον ὑφίστατο τὸ λοιπόν, μηδὲν πρὸς τὸ εἶναι τὸ ἐκείνου κοινωνοῦν. λείπεται ἄρα τὸ μὲν εἶναι πρώτως ὃ δίδωσι, τὸ δὲ δευτέρως ὃ τὸ διδόν ἐστιν, ἐν οἷς αὐτῶι τῶι εἶναι θάτερον ἐκ θατέρου χορηγεῖται. 

 

19

Πᾶν τὸ πρώτως ἐνυπάρχον τινὶ φύσει τῶν ὄντων πᾶσι πάρεστι τοῖς κατ᾽ ἐκείνην τὴν φύσιν τεταγμένοις καθ᾽ ἕνα λόγον καὶ ὡσαύτως. 

εἰ γὰρ μὴ πᾶσιν ὡσαύτως, ἀλλὰ τοῖς μέν, τοῖς δ᾽ οὔ, δῆλον ὡς οὐκ ἦν ἐν ἐκείνηι τῆι φύσει πρώτως, ἀλλ᾽ ἐν ἄλλοις μὲν πρώτως, ἐν ἄλλοις δὲ δευτέρως, τοῖς ποτε μετέχουσι. τὸ γὰρ ποτὲ μὲν ὑπάρχον, ποτὲ δὲ μή, οὐ πρώτως οὐδὲ καθ᾽ αὑτὸ ὑπάρχει, ἀλλ᾽ ἐπεισοδιῶδές ἐστι καὶ ἀλλαχόθεν ἐφῆκον, οἷς ἂν οὕτως ὑπάρχηι. 

 

20

Πάντων σωμάτων ἐπέκεινά ἐστιν ἡ ψυχῆς οὐσία, καὶ πασῶν ψυχῶν ἐπέκεινα ἡ νοερὰ φύσις, καὶ πασῶν τῶν νοερῶν ὑποστάσεων ἐπέκεινα τὸ ἕν. 

πᾶν γὰρ σῶμα κινητόν ἐστιν ὑφ᾽ ἑτέρου, κινεῖν δὲ ἑαυτὸ οὐ πέφυκεν, ἀλλὰ ψυχῆς μετουσίαι κινεῖται ἐξ ἑαυτοῦ, καὶ ζῆι διὰ ψυχήν· καὶ παρούσης μὲν ψυχῆς αὐτοκίνητόν πώς ἐστιν, ἀπούσης δὲ ἑτεροκίνητον, ὡς ταύτην ἔχον καθ᾽ αὑτὸ τὴν φύσιν, καὶ ὡς ψυχῆς τὴν αὐτοκίνητον οὐσίαν λαχούσης. ὧι γὰρ ἂν παραγένηται, τούτωι μεταδίδωσιν αὐτοκινησίας· οὗ δὲ μεταδίδωσιν αὐτῶι τῶι εἶναι, τοῦτο πολλῶι πρότερον αὐτή ἐστιν. ἐπέκεινα ἄρα σωμάτων ἐστίν, ὡς αὐτοκίνητος κατ᾽ οὐσίαν, τῶν κατὰ μέθεξιν αὐτοκινήτων γινομένων. 

πάλιν δὲ ἡ ψυχὴ κινουμένη ὑφ᾽ ἑαυτῆς δευτέραν ἔχει τάξιν τῆς ἀκινήτου φύσεως καὶ κατ᾽ ἐνέργειαν ἀκινήτου ὑφεστώσης· διότι πάντων μὲν τῶν κινουμένων ἡγεῖται τὸ αὐτοκίνητον, πάντων δὲ τῶν κινούντων τὸ ἀκίνητον. εἰ οὖν ἡ ψυχὴ κινουμένη ὑφ᾽ ἑαυτῆς τὰ ἄλλα κινεῖ, δεῖ πρὸ αὐτῆς εἶναι τὸ ἀκινήτως κινοῦν. νοῦς δὲ κινεῖ ἀκίνητος ὢν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐνεργῶν. 

καὶ γὰρ ἡ ψυχὴ διὰ νοῦν μετέχει τοῦ ἀεὶ νοεῖν, ὥσπερ σῶμα διὰ ψυχὴν τοῦ ἑαυτὸ κινεῖν. εἰ γὰρ ἦν ἐν ψυχῆι τὸ ἀεὶ νοεῖν πρώτως, πάσαις ἂν ὑπῆρχε ψυχαῖς, ὥσπερ καὶ τὸ ἑαυτὴν κινεῖν. 

οὐκ ἄρα ψυχῆι τοῦτο ὑπάρχει πρώτως· δεῖ ἄρα πρὸ αὐτῆς εἶναι τὸ πρώτως νοητικόν· πρὸ τῶν ψυχῶν ἄρα ὁ νοῦς. 

ἀλλὰ μὴν καὶ πρὸ τοῦ νοῦ τὸ ἕν. νοῦς γὰρ εἰ καὶ ἀκίνητος, ἀλλ᾽ οὐχ ἕν· νοεῖ γὰρ ἑαυτὸν καὶ ἐνεργεῖ περὶ ἑαυτόν. καὶ τοῦ μὲν ἑνὸς πάντα μετέχει τὰ ὁπωσοῦν ὄντα, νοῦ δὲ οὐ πάντα· οἷς γὰρ ἂν παρῆι νοῦ μετουσία, ταῦτα γνώσεως ἀνάγκη μετέχειν, διότι ἡ νοερὰ γνῶσίς ἐστιν ἀρχὴ καὶ αἰτία πρώτη τοῦ γινώσκειν. 

ἐπέκεινα ἄρα τὸ ἓν τοῦ νοῦ. 

καὶ οὐκέτι τοῦ ἑνὸς ἄλλο ἐπέκεινα. ταὐτὸν γὰρ ἓν καὶ τἀγαθόν· ἀρχὴ ἄρα πάντων, ὡς δέδεικται. 

 

21

Πᾶσα τάξις ἀπὸ μονάδος ἀρχομένη πρόεισιν εἰς πλῆθος τῆι μονάδι σύστοιχον, καὶ πάσης τάξεως τὸ πλῆθος εἰς μίαν ἀνάγεται μονάδα. 

ἡ μὲν γὰρ μονάς, ἀρχῆς ἔχουσα λόγον, ἀπογεννᾶι τὸ οἰκεῖον ἑαυτῆι πλῆθος· διὸ καὶ μία σειρὰ καὶ μία τάξις, ἣ ὅλη παρὰ τῆς μονάδος ἔχει τὴν εἰς τὸ πλῆθος ὑπόβασιν· οὐ γὰρ ἔτι τάξις οὐδὲ σειρά, τῆς μονάδος ἀγόνου μενούσης καθ᾽ αὑτήν. 

τὸ δὲ πλῆθος ἀνάγεται πάλιν εἰς μίαν τὴν κοινὴν τῶν ὁμοταγῶν πάντων αἰτίαν. τὸ γὰρ ἐν παντὶ τῶι πλήθει ταὐτὸν οὐκ ἀφ᾽ ἑνὸς τῶν ἐν τῶι πλήθει τὴν πρόοδον ἔσχε· τὸ γὰρ ἀφ᾽ ἑνὸς μόνου τῶν πολλῶν οὐ κοινὸν πάντων, ἀλλὰ τῆς ἐκείνου μόνης ἰδιότητος ἐξαίρετον. ἐπεὶ οὖν καθ᾽ ἑκάστην τάξιν ἐστί τις καὶ κοινωνία καὶ συνέχεια καὶ ταυτότης, δι᾽ ἣν καὶ τάδε μὲν ὁμοταγῆ λέγεται, τάδε δὲ ἑτεροταγῆ, δῆλον ὡς ἀπὸ μιᾶς ἀρχῆς ἥκει πάσηι τῆι τάξει τὸ ταὐτόν. ἔστιν ἄρα μονὰς μία πρὸ τοῦ πλήθους καθ᾽ ἑκάστην τάξιν καὶ εἱρμὸν τὸν ἕνα λόγον τοῖς ἐν αὐτῆι τεταγμένοις παρεχομένη πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον. ἄλλο μὲν γὰρ ἄλλου αἴτιον ἔστω τῶν ὑπὸ τὴν αὐτὴν σειράν· τὸ δὲ ὡς μιᾶς τῆς σειρᾶς αἴτιον ἀνάγκη πρὸ τῶν πάντων εἶναι, καὶ ἀπ᾽ αὐτοῦ πάντα ὡς ὁμοταγῆ γεννᾶσθαι, μὴ ὡς τόδε τι ἕκαστον ἀλλ᾽ ὡς τῆσδε τῆς τάξεως ὑπάρχον. 

ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ τῆι φύσει τοῦ σώματος ὑπάρχει τό τε ἓν καὶ τὸ πλῆθος, καὶ ἥ τε μία φύσις τὰς πολλὰς ἔχει συνηρτημένας καὶ αἱ πολλαὶ φύσεις ἐκ μιᾶς εἰσι τῆς τοῦ ὅλου φύσεως, καὶ τῆι τάξει τῶν ψυχῶν πάρεστιν ἐκ μιᾶς τε ἄρχεσθαι ψυχῆς τῆς πρώτης καὶ εἰς πλῆθος ψυχῶν ὑποβαίνειν καὶ τὸ πλῆθος εἰς τὴν μίαν ἀνάγειν, καὶ τῆι νοερᾶι οὐσίαι μονάδα τε εἶναι νοερὰν καὶ νόων πλῆθος ἐξ ἑνὸς νοῦ προελθὸν καὶ εἰς ἐκείνην ἐπιστρέφον, καὶ τῶι ἑνὶ τῶι πρὸ τῶν πάντων τὸ πλῆθος τῶν ἑνάδων καὶ ταῖς ἑνάσι τὴν εἰς τὸ ἓν ἀνάτασιν. μετὰ τὸ ἓν ἄρα τὸ πρῶτον ἑνάδες, καὶ μετὰ νοῦν τὸν πρῶτον νόες, καὶ μετὰ τὴν ψυχὴν τὴν πρώτην ψυχαί; καὶ μετὰ τὴν ὅλην φύσιν αἱ πολλαὶ φύσεις. 

 

22

Πᾶν τὸ πρώτως καὶ ἀρχικῶς ὂν καθ᾽ ἑκάστην τάξιν ἕν ἐστι, καὶ οὔτε δύο οὔτε πλείω δυεῖν, ἀλλὰ μονογενὲς πᾶν. 

ἔστω γάρ, εἰ δυνατόν, δύο· τὸ γὰρ αὐτὸ ἀδύνατον καὶ πλειόνων ὄντων. ἢ οὖν ἑκάτερον τούτων ἐστὶν ὃ λέγεται πρώτως ἢ τὸ ἐξ ἀμφοῖν. ἀλλ᾽ εἰ μὲν τὸ ἐξ ἀμφοῖν, ἓν ἂν εἴη πάλιν καὶ οὐ δύο τὰ πρῶτα. εἰ δὲ ἑκάτερον, ἢ ἐκ θατέρου θάτερον, καὶ οὐ πρῶτον ἑκάτερον· ἢ ἐπίσης ἄμφω. ἀλλ᾽ εἰ ἐπίσης, οὐδέτερον ἔτι ἔσται πρώτως. εἰ γὰρ τὸ ἕτερον πρώτως, τοῦτο δὲ οὐ ταὐτὸν τῶι ἑτέρωι, τί ἔσται τῆς τάξεως ἐκείνης; ὃ γὰρ μηδὲν ἄλλο ἐστὶν ἢ ὃ λέγεται, τοῦτο ἔστι πρώτως· τούτων δὲ ἑκάτερον ἕτερον ὄν ἐστί τε ἅμα καὶ οὐκ ἔστιν ὃ λέγεται. εἰ οὖν ταῦτα διαφέρει μὲν ἀλλήλων, οὐ καθόσον δέ ἐστιν ὃ λέγεται πρώτως διαφέρει <τοῦτο γὰρ πρώτως ταὐτὸν πέπονθεν>, οὐκ ἄμφω ἔσται πρώτως, ἀλλ᾽ ἐκεῖνο, οὗ ἄμφω μετασχόντα πρώτως εἶναι λέγεται. 

ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ τὸ πρώτως ὂν ἕν ἐστι μόνον, ἀλλ᾽ οὐ δύο τὰ πρώτως ὄντα ἢ πλείω· καὶ ὁ πρώτιστος νοῦς εἷς μόνος, ἀλλ᾽ οὐ δύο οἱ πρῶτοι νόες· καὶ ἡ πρωτίστη ψυχὴ μία· καὶ ἐφ᾽ ἑκάστου τῶν εἰδῶν, οἷον τὸ πρώτως καλόν, τὸ πρώτως ἴσον, καὶ ἐπὶ πάντων ὁμοίως· οὕτω δὲ καὶ τὸ τοῦ ζώου εἶδος ἓν τὸ πρῶτον, καὶ τὸ τοῦ ἀνθρώπου· ἡ γὰρ αὐτὴ ἀπόδειξις. 

 

23

Πᾶν τὸ ἀμέθεκτον ὑφίστησιν ἀφ᾽ ἑαυτοῦ τὰ μετεχόμενα, καὶ πᾶσαι αἱ μετεχόμεναι ὑποστάσεις εἰς ἀμεθέκτους ὑπάρξεις ἀνατείνονται. 

τὸ μὲν γὰρ ἀμέθεκτον, μονάδος ἔχον λόγον ὡς ἑαυτοῦ ὂν καὶ οὐκ ἄλλου καὶ ὡς ἐξηιρημένον τῶν μετεχόντων, ἀπογεννᾶι τὰ μετέχεσθαι δυνάμενα. ἢ γὰρ ἄγονον ἑστήξεται καθ᾽ αὑτό, καὶ οὐδὲν ἂν ἔχοι τίμιον· ἢ δώσει τι ἀφ᾽ ἑαυτοῦ, καὶ τὸ μὲν λαβὸν μετέσχε, τὸ δὲ δοθὲν ὑπέστη μετεχομένως. 

τὸ δὲ μετεχόμενον πᾶν, τινὸς γενόμενον ὑφ᾽ οὗ μετέχεται, δεύτερόν ἐστι τοῦ πᾶσιν ὁμοίως παρόντος καὶ πάντα ἀφ᾽ ἑαυτοῦ πληρώσαντος. τὸ μὲν γὰρ ἐν ἑνὶ ὂν ἐν τοῖς ἄλλοις οὐκ ἔστιν· τὸ δὲ πᾶσιν ὡσαύτως παρόν, ἵνα πᾶσιν ἐλλάμπηι, οὐκ ἐν ἑνί ἐστιν, ἀλλὰ πρὸ τῶν πάντων. ἢ γὰρ ἐν πᾶσίν ἐστιν ἢ ἐν ἑνὶ τῶν πάντων ἢ πρὸ τῶν πάντων. ἀλλὰ τὸ μὲν ἐν πᾶσιν ὄν, μερισθὲν εἰς πάντα, πάλιν ἄλλου ἂν δέοιτο τοῦ τὸ μερισθὲν ἑνίζοντος· καὶ οὐκέτ᾽ ἂν τοῦ αὐτοῦ μετέχοι πάντα, ἀλλὰ τὸ μὲν ἄλλου, τὸ δὲ ἄλλου, τοῦ ἑνὸς μερισθέντος. εἰ δὲ ἐν ἑνὶ τῶν πάντων, οὐκέτι τῶν πάντων ἔσται, ἀλλ᾽ ἑνός. εἰ οὖν καὶ κοινὸν τῶν μετέχειν δυναμένων καὶ τὸ αὐτὸ πάντων, πρὸ τῶν πάντων ἔσται· τοῦτο δὲ ἀμέθεκτον. 

 

24

Πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον, καὶ τὸ μετεχόμενον τοῦ ἀμεθέκτου. 

τὸ μὲν γὰρ μετέχον, πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέλειον δὲ τῆι μεθέξει γενόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν. ἧι γὰρ ἀτελὲς ἦν, ταύτηι τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτό, καταδεέστερον. 

τὸ δὲ μετεχόμενον, τινὸς ὂν καὶ οὐ πάντων, τοῦ πάντων ὄντος καὶ οὐ τινὸς πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν· τὸ μὲν γὰρ τῶι πάντων αἰτίωι συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. 

ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων, ταῦτα δὲ τῶν μετεχόντων. ὡς γὰρ συνελόντι φάναι, τὸ μέν ἐστιν ἓν πρὸ τῶν πολλῶν· τὸ δὲ μετεχόμενον ἐν τοῖς πολλοῖς, ἓν ἅμα καὶ οὐχ ἕν· τὸ δὲ μετέχον πᾶν οὐχ ἓν ἅμα καὶ ἕν. 

 

25

Πᾶν τὸ τέλειον εἰς ἀπογεννήσεις πρόεισιν ὧν δύναται παράγειν, αὐτὸ μιμούμενον τὴν μίαν τῶν ὅλων ἀρχήν. 

ὡς γὰρ ἐκείνη διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῆς πάντων ἐστὶν ἑνιαίως ὑποστατικὴ τῶν ὄντων <ταὐτὸν γὰρ τἀγαθὸν καὶ τὸ ἕν, ὥστε καὶ τὸ ἀγαθοειδῶς τῶι ἑνιαίως ταὐτόν>, οὕτω καὶ τὰ μετ᾽ ἐκείνην διὰ τὴν τελειότητα τὴν ἑαυτῶν ἄλλα γεννᾶν ἐπείγεται καταδεέστερα τῆς ἑαυτῶν οὐσίας. ἥ τε γὰρ τελειότης τἀγαθοῦ μοῖρά τίς ἐστι καὶ τὸ τέλειον, ἧι τέλειον, μιμεῖται τἀγαθόν. 

ἐκεῖνο δὲ πάντων ἦν ὑποστατικόν· ὥστε καὶ τὸ τέλειον ὧν δύναται παρακτικόν ἐστι κατὰ φύσιν. καὶ τὸ μὲν τελειότερον, ὅσωι περ ἂν ἦι τελειότερον, τοσούτωι πλειόνων αἴτιον. τὸ γὰρ τελειότερον μᾶλλον τἀγαθοῦ μετέχει· τοῦτο δέ, ἐγγυτέρω τἀγαθοῦ· τοῦτο δέ, συγγενέστερον τῶι πάντων αἰτίωι· τοῦτο δέ, πλειόνων αἴτιον. τὸ δὲ ἀτελέστερον, ὅσωι περ ἂν ἀτελέστερον ἦι, τοσῶιδε μᾶλλον ἐλαττόνων αἴτιον. πορρώτερον γὰρ ὂν τοῦ πάντα παράγοντος, ἐλαττόνων ἐστὶν ὑποστατικόν. τῶι γὰρ πάντα ὑφιστάνειν ἢ κοσμεῖν ἢ τελειοῦν ἢ συνέχειν ἢ ζωοποιεῖν ἢ δημιουργεῖν τὸ μὲν ἐπὶ πλειόνων ἕκαστα τούτων δρᾶν συγγενές, τὸ δὲ ἐπὶ ἐλαττόνων ἀλλοτριώτερον. 

ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ πορρώτατον τῆς ἀρχῆς τῶν πάντων ἄγονόν ἐστι καὶ οὐδενὸς αἴτιον· εἰ γάρ τι γεννᾶι καὶ ἔχει τι μεθ᾽ ἑαυτό, δῆλον ὡς οὐκέτ᾽ ἂν εἴη πορρώτατον, ἀλλ᾽ ὃ παρήγαγε πορρωτέρω ἐκείνης, αὐτὸ δὲ ἐγγύτερον τῶι παράγειν καὶ ὅτι ἄλλο, μιμούμενον τὴν πάντων παρακτικὴν τῶν ὄντων αἰτίαν. 

 

26

Πᾶν τὸ παρακτικὸν αἴτιον ἄλλων μένον αὐτὸ ἐφ᾽ ἑαυτοῦ παράγει τὰ μετ᾽ αὐτὸ καὶ τὰ ἐφεξῆς. 

εἰ γὰρ μιμεῖται τὸ ἕν, ἐκεῖνο δὲ ἀκινήτως ὑφίστησι τὰ μετ᾽ αὐτό, καὶ πᾶν τὸ παράγον ὡσαύτως ἔχει τὴν τοῦ παράγειν αἰτίαν. ἀλλὰ μὴν καὶ τὸ ἓν ἀκινήτως ὑφίστησιν. εἰ γὰρ διὰ κινήσεως, ἢ ἐν αὐτῶι ἡ κίνησις, καὶ κινούμενον οὐδὲ ἓν ἔτι ἔσται, μεταβάλλον ἐκ τοῦ ἕν· ἢ εἰ μετ᾽ αὐτὸ ἡ κίνησις, καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς ἔσται, καὶ ἢ ἐπ᾽ ἄπειρον, ἢ ἀκινήτως παράξει τὸ ἕν. 

καὶ πᾶν τὸ παράγον μιμήσεται τὸ ἓν καὶ τὴν παρακτικὴν τῶν ὅλων αἰτίαν. ἐκ γὰρ τοῦ πρώτως πανταχοῦ τὸ μὴ πρώτως· ὥστε καὶ ἐκ τοῦ πάντων παρακτικοῦ τὸ τινῶν παρακτικόν. καὶ ἅπαν ἄρα τὸ παράγον μένον ἐφ᾽ ἑαυτοῦ παράγει τὰ ἐφεξῆς. 

ἀνελαττώτων ἄρα τῶν παραγόντων μενόντων, τὰ δεύτερα παράγεται ὑπ᾽ αὐτῶν· τὸ γὰρ ὁπωσοῦν ἐλαττούμενον μένειν ἀδύνατον οἷόν ἐστιν. 

 

27

Πᾶν τὸ παράγον διὰ τελειότητα καὶ δυνάμεως περιουσίαν παρακτικόν ἐστι τῶν δευτέρων. 

εἰ γὰρ μὴ διὰ τὸ τέλειον, ἀλλ᾽ ἐλλεῖπον κατὰ τὴν δύναμιν παρήγαγεν, οὐδ᾽ ἂν τὴν ἑαυτοῦ τάξιν ἀκίνητον ἠδύνατο φυλάττειν. τὸ γὰρ δι᾽ ἔλλειψιν καὶ ἀσθένειαν ἄλλωι τὸ εἶναι παρεχόμενον τῆι ἑαυτοῦ τροπῆι καὶ ἀλλοιώσει τὴν ὑπόστασιν ἐκείνωι παρέχεται. μένει δὲ οἷόν ἐστι πᾶν τὸ παράγον· καὶ μένοντος, τὸ μετ᾽ αὐτὸ πρόεισι. πλῆρες ἄρα καὶ τέλειον ὑπάρχον, τὰ δεύτερα ὑφίστησιν ἀκινήτως καὶ ἀνελαττώτως, αὐτὸ ὂν ὅπερ ἐστὶ καὶ οὔτε μεταβάλλον εἰς ἐκεῖνα οὔτε ἐλαττούμενον. 

οὐ γὰρ ἀπομερισμός ἐστι τοῦ παράγοντος τὸ παραγόμενον· οὐδὲ γὰρ γενέσει τοῦτο προσῆκεν, οὐδὲ τοῖς γεννητικοῖς αἰτίοις. 

οὐδὲ μετάβασις· οὐ γὰρ ὕλη γίνεται τοῦ προϊόντος· μένει γὰρ οἷόν ἐστι, καὶ τὸ παραγόμενον ἄλλο παρ᾽ αὐτό ἐστιν. ἀναλλοίωτον ἄρα τὸ γεννῶν ἵδρυται καὶ ἀνελάττωτον, διὰ γόνιμον δύναμιν ἑαυτὸ πολλαπλασιάζον καὶ ἀφ᾽ ἑαυτοῦ δευτέρας ὑποστάσεις παρεχόμενον. 

 

28

Πᾶν τὸ παράγον τὰ ὅμοια πρὸς ἑαυτὸ πρὸ τῶν ἀνομοίων ὑφίστησιν. 

ἐπεὶ γὰρ κρεῖττον ἐξ ἀνάγκης ἐστὶ τοῦ παραγομένου τὸ παράγον, τὰ αὐτὰ μὲν ἁπλῶς καὶ ἴσα κατὰ δύναμιν οὐκ ἄν ποτε εἴη ἀλλήλοις. εἰ δὲ μὴ ἔστι ταὐτὰ καὶ ἴσα, ἀλλ᾽ ἕτερά τε καὶ ἄνισα, ἢ πάντηι διακέκριται ἀλλήλων ἢ καὶ ἥνωται καὶ διακέκριται. 

ἀλλ᾽ εἰ μὲν πάντηι διακέκριται, ἀσύμβατα ἔσται, καὶ οὐδαμῆι τῶι αἰτίωι τὸ ἀπ᾽ αὐτοῦ συμπαθές. οὐδὲ μεθέξει τοίνυν θατέρου θάτερον, πάντηι ἕτερα ὄντα· τὸ γὰρ μετεχόμενον κοινωνίαν δίδωσι τῶι μετασχόντι πρὸς τὸ οὗ μετέσχεν. ἀλλὰ μὴν ἀνάγκη τὸ αἰτιατὸν τοῦ αἰτίου μετέχειν, ὡς ἐκεῖθεν ἔχον τὴν οὐσίαν. 

εἰ δὲ πῆι μὲν διακέκριται, πῆι δὲ ἥνωται τῶι παράγοντι τὸ παραγόμενον, εἰ μὲν ἐπίσης ἑκάτερον πέπονθεν, ἐπίσης ἂν αὐτοῦ μετέχοι τε καὶ οὐ μετέχοι· ὥστε καὶ ἔχοι ἂν τὴν οὐσίαν παρ᾽ αὐτοῦ καὶ οὐκ ἔχοι τὸν αὐτὸν τρόπον. εἰ δὲ μᾶλλον εἴη διακεκριμένον, ἀλλότριον ἂν εἴη τοῦ γεννήσαντος μᾶλλον ἢ οἰκεῖον τὸ γεννηθέν, καὶ ἀνάρμοστον πρὸς αὐτὸ μᾶλλον ἤπερ ἡρμοσμένον, καὶ ἀσυμπαθὲς μᾶλλον ἢ συμπαθές. εἰ οὖν καὶ συγγενῆ τοῖς αἰτίοις κατ᾽ αὐτὸ τὸ εἶναι καὶ συμπαθῆ τὰ ἀπ᾽ αὐτῶν, καὶ ἐξήρτηται αὐτῶν κατὰ φύσιν, καὶ ὀρέγεται τῆς πρὸς αὐτὰ συναφῆς, ὀρεγόμενα τοῦ ἀγαθοῦ καὶ τυγχάνοντα διὰ τῆς αἰτίας τοῦ ὀρεκτοῦ, δῆλον δὴ ὅτι μᾶλλον ἥνωται τοῖς παράγουσι τὰ παραγόμενα ἢ διακέκριται ἀπ᾽ αὐτῶν. τὰ δὲ μᾶλλον ἡνωμένα ὅμοιά ἐστι μᾶλλον ἢ ἀνόμοια τούτοις οἷς μάλιστα ἥνωται. τὰ ὅμοια ἄρα πρὸ τῶν ἀνομοίων ὑφίστησι πᾶν τὸ παρακτικὸν αἴτιον. 

 

29

Πᾶσα πρόοδος δι᾽ ὁμοιότητος ἀποτελεῖται τῶν δευτέρων πρὸς τὰ πρῶτα. 

εἰ γὰρ τὸ παράγον τὰ ὅμοια πρὸ τῶν ἀνομοίων ὑφίστησιν, ἡ ὁμοιότης ἀπὸ τῶν παραγόντων ὑφίστησι τὰ παραγόμενα· τὰ γὰρ ὅμοια δι᾽ ὁμοιότητος ὅμοια ἀποτελεῖται, ἀλλ᾽ οὐ δι᾽ ἀνομοιότητος. εἰ οὖν ἡ πρόοδος ἐν τῆι ὑφέσει σώζει τὸ ταὐτὸν τοῦ γεννηθέντος πρὸς τὸ γεννῆσαν, καὶ οἷον ἐκεῖνο πρώτως, τοιοῦτον ἐκφαίνει τὸ μετ᾽ αὐτὸ δευτέρως, δι᾽ ὁμοιότητος ἔχει τὴν ὑπόστασιν. 

 

30

Πᾶν τὸ ἀπό τινος παραγόμενον ἀμέσως μένει τε ἐν τῶι παράγοντι καὶ πρόεισιν ἀπ᾽ αὐτοῦ. 

εἰ γὰρ πᾶσα πρόοδος μενόντων τε γίνεται τῶν πρώτων καὶ δι᾽ ὁμοιότητος ἀποτελεῖται, τῶν ὁμοίων πρὸ τῶν ἀνομοίων ὑφισταμένων, μένει πηι καὶ τὸ παραγόμενον ἐν τῶι παράγοντι. 

τὸ γὰρ πάντηι προϊὸν οὐδὲν ἂν ἔχοι ταὐτὸν πρὸς τὸ μένον, ἀλλ᾽ ἔστι πάντηι διακεκριμένον· εἰ δὲ ἕξει τι κοινὸν καὶ ἡνωμένον πρὸς αὐτό, μένοι ἂν καὶ αὐτὸ ἐν ἐκείνωι, ὥσπερ κἀκεῖνο ἐφ᾽ ἑαυτοῦ μένον ἦν. εἰ δὲ μένοι μόνον μὴ προϊόν, οὐδὲν διοίσει τῆς αἰτίας οὐδὲ ἔσται μενούσης ἐκείνης ἄλλο γεγονός· εἰ γὰρ ἄλλο, διακέκριται καὶ ἔστι χωρίς· εἰ δὲ χωρίς, μένει δὲ ἐκείνη, προῆλθε τοῦτο ἀπ᾽ αὐτῆς ἵνα διακριθῆι μενούσης. ἧι μὲν ἄρα ταὐτόν τι πρὸς τὸ παράγον ἔχει, τὸ παραγόμενον μένει ἐν αὐτῶι· ἧι δὲ ἕτερον, πρόεισιν ἀπ᾽ αὐτοῦ. ὅμοιον δὲ ὄν, ταὐτόν πηι ἅμα καὶ ἕτερόν ἐστι· μένει ἄρα καὶ πρόεισιν ἅμα, καὶ οὐδέτερον θατέρου χωρίς. 

 

31

Πᾶν τὸ προϊὸν ἀπό τινος κατ᾽ οὐσίαν ἐπιστρέφεται πρὸς ἐκεῖνο ἀφ᾽ οὗ πρόεισιν. 

εἰ γὰρ προέρχοιτο μέν, μὴ ἐπιστρέφοι δὲ πρὸς τὸ αἴτιον τῆς προόδου ταύτης, οὐκ ἂν ὀρέγοιτο τῆς αἰτίας· πᾶν γὰρ τὸ ὀρεγόμενον ἐπέστραπται πρὸς τὸ ὀρεκτόν. ἀλλὰ μὴν πᾶν τοῦ ἀγαθοῦ ἐφίεται, καὶ ἡ ἐκείνου τεῦξις διὰ τῆς προσεχοῦς αἰτίας ἑκάστοις· ὀρέγεται ἄρα καὶ τῆς ἑαυτῶν αἰτίας ἕκαστα. δι᾽ οὗ γὰρ τὸ εἶναι ἑκάστωι, διὰ τούτου καὶ τὸ εὖ· δι᾽ οὗ δὲ τὸ εὖ, πρὸς τοῦτο ἡ ὄρεξις πρῶτον· πρὸς ὃ δὲ πρῶτον ἡ ὄρεξις, πρὸς τοῦτο ἡ ἐπιστροφή. 

 

32

Πᾶσα ἐπιστροφὴ δι᾽ ὁμοιότητος ἀποτελεῖται τῶν ἐπιστρεφομένων πρὸς ὃ ἐπιστρέφεται. 

τὸ γὰρ ἐπιστρεφόμενον πᾶν πρὸς πᾶν συνάπτεσθαι σπεύδει καὶ ὀρέγεται τῆς πρὸς αὐτὸ κοινωνίας καὶ συνδέσεως. συνδεῖ δὲ πάντα ἡ ὁμοιότης, ὥσπερ διακρίνει ἡ ἀνομοιότης καὶ διίστησιν. 

εἰ οὖν ἡ ἐπιστροφὴ κοινωνία τίς ἐστι καὶ συναφή, πᾶσα δὲ κοινωνία καὶ συναφὴ πᾶσα δι᾽ ὁμοιότητος, πᾶσα ἄρα ἐπιστροφὴ δι᾽ ὁμοιότητος ἀποτελοῖτο ἄν. 

 

33

Πᾶν τὸ προϊὸν ἀπό τινος καὶ ἐπιστρέφον κυκλικὴν ἔχει τὴν ἐνέργειαν. 

εἰ γάρ, ἀφ᾽ οὗ πρόεισιν, εἰς τοῦτο ἐπιστρέφει, συνάπτει τῆι ἀρχῆι τὸ τέλος, καὶ ἔστι μία καὶ συνεχὴς ἡ κίνησις, τῆς μὲν ἀπὸ τοῦ μένοντος, τῆς δὲ πρὸς τὸ μεῖναν γινομένης· ὅθεν δὴ πάντα κύκλωι πρόεισιν ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ αἴτια. μείζους δὲ κύκλοι καὶ ἐλάττους, τῶν μὲν ἐπιστροφῶν πρὸς τὰ ὑπερκείμενα προσεχῶς γινομένων, τῶν δὲ πρὸς τὰ ἀνωτέρω καὶ μέχρι τῆς πάντων ἀρχῆς· ἀπὸ γὰρ ἐκείνης πάντα καὶ πρὸς ἐκείνην. 

 

34

Πᾶν τὸ κατὰ φύσιν ἐπιστρεφόμενον πρὸς ἐκεῖνο ποιεῖται τὴν ἐπιστροφήν, ἀφ᾽ οὗ καὶ τὴν πρόοδον ἔσχε τῆς οἰκείας ὑποστάσεως. 

εἰ γὰρ κατὰ φύσιν ἐπιστρέφεται, τὴν κατ᾽ οὐσίαν ὄρεξιν πρὸς ἐκεῖνο κέκτηται, πρὸς ὃ ἐπιστρέφεται. εἰ δὲ τοῦτο, καὶ τὸ εἶναι αὐτοῦ πᾶν εἰς ἐκεῖνο ἀνήρτηται, πρὸς ὃ τὴν οὐσιώδη ποιεῖται ἐπιστροφήν, καὶ ὅμοιόν ἐστιν ἐκείνωι κατ᾽ οὐσίαν· διὸ καὶ συμπαθὲς ἐκείνωι κατὰ φύσιν, ὡς τῆι οὐσίαι συγγενές. εἰ δὲ τοῦτο, ἢ ταὐτόν ἐστι τὸ εἶναι ἀμφοτέρων ἢ ἐκ θατέρου θάτερον ἢ ἄμφω ἐξ ἑνὸς ἄλλου τὸ ὅμοιον ἔλαχεν. ἀλλ᾽ εἰ μὲν ταὐτὸν τὸ εἶναι ἀμφοτέρων, πῶς κατὰ φύσιν θάτερον πρὸς θάτερον ἐπέστραπται; εἰ δὲ ἐξ ἑνὸς ἄμφω, πρὸς ἐκεῖνο ἂν εἴη τὸ κατὰ φύσιν ἐπιστρέφειν ἀμφοτέροις. λείπεται ἄρα ἐκ θατέρου θάτερον τὸ εἶναι ἔχειν. εἰ δὲ τοῦτο, καὶ ἡ πρόοδος ἀπ᾽ ἐκείνου, πρὸς ὃ ἡ κατὰ φύσιν ἐπιστροφή. 

ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ὀρεκτὸν πᾶσι νοῦς, καὶ πρόεισι πάντα ἀπὸ νοῦ, καὶ πᾶς ὁ κόσμος ἀπὸ νοῦ τὴν οὐσίαν ἔχει, κἂν ἀΐδιος ἦι. καὶ οὐ διὰ τοῦτο οὐχὶ πρόεισιν ἀπὸ νοῦ, διότι ἀΐδιος· οὐδὲ γὰρ διὰ τοῦτο οὐκ ἐπέστραπται, διότι ἀεὶ τέτακται· ἀλλὰ καὶ πρόεισιν ἀεὶ καὶ ἀΐδιος κατ᾽ οὐσίαν, καὶ ἐπέστραπται ἀεὶ καὶ ἄλυτος κατὰ τὴν τάξιν. 

 

35

Πᾶν τὸ αἰτιατὸν καὶ μένει ἐν τῆι αὐτοῦ αἰτίαι καὶ πρόεισιν ἀπ᾽ αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν. 

εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄν· ἅμα γὰρ διακρίσει πρόοδος. εἰ δὲ προΐοι μόνον, ἀσύναπτον ἔσται πρὸς αὐτὴν καὶ ἀσυμπαθές, μηδαμῆι τῆι αἰτίαι κοινωνοῦν. 

εἰ δὲ ἐπιστρέφοιτο μόνον, πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ᾽ αὐτῆς ἔχον κατ᾽ οὐσίαν ποιεῖται τὴν πρὸς τὸ ἀλλότριον ἐπιστροφήν; εἰ δὲ μένοι μὲν καὶ προΐοι, μὴ ἐπιστρέφοιτο δέ, πῶς ἡ κατὰ φύσιν ὄρεξις ἑκάστωι πρὸς τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἡ ἐπὶ τὸ γεννῆσαν ἀνάτασις; εἰ δὲ προΐοι μὲν καὶ ἐπιστρέφοιτο, μὴ μένοι δέ, πῶς ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν, ἀσύναπτον δὲ ἦν πρὸ τῆς ἀποστάσεως; εἰ γὰρ συνῆπτο, κατ᾽ ἐκεῖνο πάντως ἔμενεν. εἰ δὲ μένοι καὶ ἐπιστρέφοιτο, μὴ προέρχοιτο δέ, πῶς τὸ μὴ διακριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀναλύοντι ἔοικεν εἰς ἐκεῖνο, ἀφ᾽ οὗ διήιρηται κατ᾽ οὐσίαν. 

ἀνάγκη δὲ ἢ μένειν μόνον ἢ ἐπιστρέφειν μόνον ἢ προϊέναι μόνον ἢ συνδεῖν τὰ ἄκρα μετ᾽ ἀλλήλων ἢ τὸ μεταξὺ μεθ᾽ ἑκατέρου τῶν ἄκρων ἢ τὰ σύμπαντα. λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῶι αἰτίωι καὶ προϊέναι ἀπ᾽ αὐτοῦ καὶ ἐπιστρέφειν πρὸς αὐτό. 

 

36

Πάντων τῶν κατὰ πρόοδον πληθυνομένων τὰ πρῶτα τελειότερα τῶν δευτέρων ἐστί, καὶ τὰ δεύτερα τῶν μετ᾽ αὐτά, καὶ ἐφεξῆς ὡσαύτως. 

εἰ γὰρ αἱ πρόοδοι διακρίνουσιν ἀπὸ τῶν αἰτίων τὰ παρ- αγόμενα, καὶ ὑφέσεις εἰσὶ πρὸς τὰ πρῶτα τῶν δευτέρων, τὰ μὲν πρῶτα προελθόντα συνῆπται μᾶλλον τοῖς αἰτίοις, ἀπ᾽ αὐτῶν ἐκείνων ἐκβλαστάνοντα, τὰ δὲ δεύτερα πορρωτέρω τῶν αἰτίων ἐστί, καὶ ἑξῆς ὁμοίως. τὰ δὲ ἐγγυτέρω καὶ τὰ συγγενέστερα τοῖς αἰτίοις τελειότερα <καὶ γὰρ τὰ αἴτια τῶν αἰτιατῶν>· τὰ δὲ πορρώτερον ἀτελέστερα, ἀνομοιούμενα τοῖς αἰτίοις. 

 

37

Πάντων τῶν κατ᾽ ἐπιστροφὴν ὑφισταμένων τὰ πρῶτα ἀτελέστερα τῶν δευτέρων, καὶ τὰ δεύτερα τῶν ἑξῆς· τὰ δὲ ἔσχατα τελεώτατα. 

εἰ γὰρ αἱ ἐπιστροφαὶ γίνονται κατὰ κύκλον, καὶ ἀφ᾽ οὗ ἡ πρόοδος, εἰς τοῦτο ἡ ἐπιστροφή, ἀπὸ δὲ τοῦ τελειοτάτου ἡ πρόοδος, ἡ ἐπιστροφὴ ἄρα εἰς τὸ τελειότατον. καὶ εἰ, ἐφ᾽ ὃ ἡ πρόοδος ἔσχατον, ἀπὸ τούτου πρώτου ἡ ἐπιστροφή, ἡ δὲ πρόοδος εἰς ἔσχατον τὸ ἀτελέστατον, καὶ ἡ ἐπιστροφὴ ἀπὸ τοῦ ἀτελεστάτου. πρῶτα μὲν ἄρα ἐν τοῖς κατ᾽ ἐπιστροφὴν τὰ ἀτελέστατα, ἔσχατα δὲ τὰ τελεώτατα. 

 

38

Πᾶν τὸ προϊὸν ἀπό τινων πλειόνων αἰτίων, δι᾽ ὅσων πρόεισι, διὰ τοσούτων καὶ ἐπιστρέφεται· καὶ πᾶσα ἐπιστροφὴ διὰ τῶν αὐτῶν, δι᾽ ὧν καὶ ἡ πρόοδος. 

ἐπεὶ γὰρ δι᾽ ὁμοιότητος ἑκατέρα γίνεται, τὸ μὲν ἀμέσως ἀπό τινος προελθὸν καὶ ἐπέστραπται ἀμέσως πρὸς αὐτό <ἡ γὰρ ὁμοιότης ἄμεσος ἦν>· τὸ δὲ μεσότητος ἐν τῶι προϊέναι δεόμενον μεσότητος δεῖται καὶ κατὰ τὴν ἐπιστροφήν <δεῖ γὰρ πρὸς τὸ αὐτὸ ἑκατέραν γίνεσθα>ι, ὥστε πρὸς τὸ μέσον ἐπιστραφήσεται πρῶτον, ἔπειτα πρὸς τὸ τοῦ μέσου κρεῖττον. δι᾽ ὅσων ἄρα τὸ εἶναι, διὰ τοσούτων καὶ τὸ εὖ εἶναι ἑκάστοις· καὶ ἔμπαλιν. 

 

39

Πᾶν τὸ ὂν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον, ἢ ζωτικῶς, ἢ καὶ γνωστικῶς. 

ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετὰ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. ἧι μὲν οὖν ἔστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφήν· ἧι δὲ καὶ ζῆι, καὶ ζωτικήν· ἧι δὲ καὶ γινώσκει, καὶ γνωστικήν. ὡς γὰρ προῆλθεν, οὕτως ἐπέστραπται, καὶ τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. καὶ ἡ ὄρεξις οὖν τοῖς μέν ἐστι κατ᾽ αὐτὸ τὸ εἶναι μόνον, ἐπιτηδειότης οὖσα πρὸς τὴν μέθεξιν τῶν αἰτίων· τοῖς δὲ κατὰ τὴν ζωήν, κίνησις οὖσα πρὸς τὰ κρείττονα· τοῖς δὲ κατὰ τὴν γνῶσιν, συναίσθησις οὖσα τῆς τῶν αἰτίων ἀγαθότητος. 

 

40

Πάντων τῶν ἀφ᾽ ἑτέρας αἰτίας προϊόντων ἡγεῖται τὰ παρ᾽ ἑαυτῶν ὑφιστάμενα καὶ τὴν οὐσίαν αὐθυπόστατον κεκτημένα. 

εἰ γὰρ πᾶν τὸ αὔταρκες ἢ κατ᾽ οὐσίαν ἢ κατ᾽ ἐνέργειαν κρεῖττον τοῦ εἰς ἄλλην αἰτίαν ἀνηρτημένου· τὸ δὲ ἑαυτὸ παράγον, ἑαυτῶι τοῦ εἶναι παρεκτικὸν ὑπάρχον, αὔταρκες πρὸς οὐσίαν, τὸ δὲ ἀπ᾽ ἄλλου μόνον παραγόμενον οὐκ αὔταρκες· τῶι δὲ ἀγαθῶι συγγενέστερον τὸ αὔταρκες· τὰ δὲ συγγενέστερα καὶ ὁμοιότερα ταῖς αἰτίαις πρὸ τῶν ἀνομοίων ὑφέστηκεν ἐκ τῆς αἰτίας· τὰ ἄρα παρ᾽ ἑαυτῶν παραγόμενα καὶ αὐθυπόστατα πρεσβύτερά ἐστι τῶν ἀφ᾽ ἑτέρου μόνον εἰς τὸ εἶναι προελθόντων. 

ἢ γὰρ οὐδὲν ἔσται αὐθυπόστατον, ἢ τὸ ἀγαθὸν τοιοῦτον, ἢ τὰ πρῶτα ἐκ τἀγαθοῦ ὑποστάντα. ἀλλ᾽ εἰ μὲν μηδὲν αὐθυπόστατον, ἐν οὐδενὶ τὸ αὔταρκες ἔσται κατ᾽ ἀλήθειαν. οὔτε γὰρ ἐν τἀγαθῶι <κρεῖττον γὰρ αὐταρκείας ἓν ὂν ἐκεῖνο καὶ αὐτοαγαθόν, ἀλλ᾽ οὐχὶ ἔχον τἀγαθόν>· οὔτε ἐν τοῖς μετὰ τἀγαθόν <πᾶν γὰρ ἐνδεὲς ἄλλου ἔσται, τοῦ πρὸ αὐτοῦ μόνον <ὄν><. εἰ δὲ τἀγαθὸν αὐθυπόστατον, αὐτὸ ἑαυτὸ παράγον οὐχ ἓν ἔσται· τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς προϊὸν οὐχ ἕν. ἀφ᾽ ἑαυτοῦ γὰρ πρόεισιν, εἴπερ αὐθυπόστατον· ὥστε ἓν ἅμα καὶ οὐχ ἓν τὸ ἕν. ἀνάγκη ἄρα τὸ αὐθυπόστατον εἶναι μετὰ τὸ πρῶτον· καὶ δῆλον ὡς πρὸ τῶν ἀφ᾽ ἑτέρας αἰτίας μόνον προελθόντων· κυριώτερον γὰρ ἐκείνων καὶ τἀγαθῶι συγγενέστερον, ὡς δέδεικται. 

 

41

Πᾶν μὲν τὸ ἐν ἄλλωι ὂν ἀπ᾽ ἄλλου μόνον παράγεται· πᾶν δὲ τὸ ἐν ἑαυτῶι ὂν αὐθυπόστατόν ἐστι. 

τὸ μὲν γὰρ ἐν ἄλλωι ὂν καὶ ὑποκειμένου δεόμενον ἑαυτοῦ γεννητικὸν οὐκ ἄν ποτε εἴη· τὸ γὰρ γεννᾶν ἑαυτὸ πεφυκὸς ἕδρας ἄλλης οὐ δεῖται, συνεχόμενον ὑφ᾽ ἑαυτοῦ καὶ σωζόμενον ἐν ἑαυτῶι τοῦ ὑποκειμένου χωρίς. τὸ δὲ ἐν ἑαυτῶι μένειν καὶ ἱδρῦσθαι δυνάμενον ἑαυτοῦ παρακτικόν ἐστιν, αὐτὸ εἰς ἑαυτὸ προϊόν, καὶ ἑαυτοῦ συνεκτικὸν ὑπάρχον, καὶ οὕτως ἐν ἑαυτῶι ὄν, ὡς ἐν αἰτίωι τὸ αἰτιατόν. οὐ γὰρ ὡς ἐν τόπωι, οὐδὲ ὡς ἐν ὑποκειμένωι· καὶ γὰρ ὁ τόπος τοῦ ἐν τόπωι ἕτερος, καὶ τοῦ ὑποκειμένου τὸ ἐν ὑποκειμένωι ὄν· τοῦτο δὲ ἑαυτῶι ταὐτόν. 

αὐθυποστάτως ἄρα καὶ ὡς ἐν αἰτίαι τὸ ἀπ᾽ αἰτίας, οὕτως ἐν ἑαυτῶι ἐστιν. 

 

42

Πᾶν τὸ αὐθυπόστατον πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν. 

εἰ γὰρ ἀφ᾽ ἑαυτοῦ πρόεισι, καὶ τὴν ἐπιστροφὴν ποιήσεται πρὸς ἑαυτό· ἀφ᾽ οὗ γὰρ ἡ πρόοδος ἑκάστοις, εἰς τοῦτο καὶ ἡ τῆι προόδωι σύστοιχος ἐπιστροφή. εἰ γὰρ πρόεισιν ἀφ᾽ ἑαυτοῦ μόνον, μὴ ἐπιστρέφοιτο δὲ προϊὸν εἰς ἑαυτό, οὐκ ἄν ποτε τοῦ οἰκείου ἀγαθοῦ ὀρέγοιτο καὶ ὃ δύναται ἑαυτῶι παρέχειν. δύναται δὲ πᾶν τὸ αἴτιον τῶι ἀπ᾽ αὐτοῦ διδόναι μετὰ τῆς οὐσίας, ἧς δίδωσι, καὶ τὸ εὖ τῆς οὐσίας, ἧς δίδωσι, συζυγές· ὥστε καὶ αὐτὸ ἑαυτῶι. τοῦτο ἄρα τὸ οἰκεῖον τῶι αὐθυποστάτωι ἀγαθόν. τούτου δὲ οὐκ ὀρέξεται τὸ ἀνεπίστροφον πρὸς ἑαυτό· μὴ ὀρεγόμενον δέ, οὐδ᾽ ἂν τύχοι, καὶ μὴ τυγχάνον, ἀτελὲς ἂν εἴη καὶ οὐκ αὔταρκες. 

ἀλλ᾽ εἴπερ τωι ἄλλωι, προσήκει καὶ τῶι αὐθυποστάτωι αὐτάρκει καὶ τελείωι εἶναι. καὶ τεύξεται ἄρα τοῦ οἰκείου καὶ ὀρέξεται καὶ πρὸς ἑαυτὸ στραφήσεται. 

 

43

Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν αὐθυπόστατόν ἐστιν. 

εἰ γὰρ ἐπέστραπται πρὸς ἑαυτὸ κατὰ φύσιν καὶ ἔστι τέλειον ἐν τῆι πρὸς ἑαυτὸ ἐπιστροφῆι, καὶ τὴν οὐσίαν ἂν παρ᾽ ἑαυτοῦ ἔχοι· πρὸς ὃ γὰρ ἡ κατὰ φύσιν ἐπιστροφή, ἀπὸ τούτου καὶ ἡ πρόοδος ἡ κατ᾽ οὐσίαν ἑκάστοις. εἰ οὖν ἑαυτῶι τὸ εὖ εἶναι παρέχει, καὶ τὸ εἶναι δήπου ἑαυτῶι παρέξει, καὶ ἔσται τῆς ἑαυτοῦ κύριον ὑποστάσεως. αὐθυπόστατον ἄρα ἐστὶ τὸ πρὸς ἑαυτὸ δυνάμενον ἐπιστρέφειν. 

 

44

Πᾶν τὸ κατ᾽ ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ κατ᾽ οὐσίαν ἐπέστραπται πρὸς ἑαυτό. 

εἰ γὰρ τῆι μὲν ἐνεργείαι δύναται ἐπιστρέφεσθαι πρὸς ἑαυτό, τῆι δὲ οὐσίαι ἀνεπίστροφον ὑπάρχοι, κρεῖττον ἂν εἴη κατὰ τὴν ἐνέργειαν μᾶλλον ἢ κατὰ τὴν οὐσίαν, τῆς μὲν ἐπιστρεπτικῆς οὔσης, τῆς δὲ ἀνεπιστρόφου· τὸ γὰρ ἑαυτοῦ ὂν κρεῖττον ἢ τὸ ἄλλου μόνον, καὶ τὸ ἑαυτοῦ σωστικὸν τελειότερον ἢ τὸ ὑπ᾽ ἄλλου μόνον σωζόμενον. εἰ ἄρα τι κατ᾽ ἐνέργειάν ἐστι τὴν ἀπὸ τῆς οὐσίας πρὸς ἑαυτὸ ἐπιστρεπτικόν, καὶ τὴν οὐσίαν ἐπιστρεπτικὴν ἔλαχεν, ὡς μὴ ἐνεργεῖν πρὸς ἑαυτὸ μόνον, ἀλλὰ καὶ ἑαυτοῦ εἶναι καὶ ὑφ᾽ ἑαυτοῦ συνέχεσθαι καὶ τελειοῦσθαι. 

 

45

Πᾶν τὸ αὐθυπόστατον ἀγένητόν ἐστιν. 

εἰ γὰρ γενητόν, διότι μὲν γενητόν, ἀτελὲς ἔσται καθ᾽ ἑαυτὸ καὶ τῆς ἀπ᾽ ἄλλου τελειώσεως ἐνδεές· διότι δὲ αὐτὸ ἑαυτὸ παράγει, τέλειον καὶ αὔταρκες. πᾶν γὰρ γενητὸν ὑπ᾽ ἄλλου τελειοῦται τοῦ παρέχοντος αὐτῶι γένεσιν οὐκ ὄντι· καὶ γὰρ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ ἀτελοῦς εἰς τὸ ἐναντίον τέλειον. εἰ δ᾽ ἑαυτό τι παράγει, τέλειον ἀεί ἐστιν, ἀεὶ τῆι ἑαυτοῦ αἰτίαι συνόν, μᾶλλον δὲ ἐνυπάρχον, πρὸς τὸ τῆς οὐσίας τελειωτικόν. 

 

46

Πᾶν τὸ αὐθυπόστατον ἄφθαρτόν ἐστιν. 

εἰ γὰρ φθαρήσεται, ἀπολείψει ἑαυτὸ καὶ ἔσται ἑαυτοῦ χωρίς. 

ἀλλὰ τοῦτο ἀδύνατον. ἓν γὰρ ὄν, ἅμα καὶ αἴτιόν ἐστι καὶ αἰτιατόν. πᾶν δὲ τὸ φθειρόμενον ἀποστὰν τῆς ἑαυτοῦ αἰτίας φθείρεται· ἐν ὅσωι γὰρ ἂν ἐξέχηται τοῦ συνέχοντος αὐτὸ καὶ σώζοντος, ἕκαστον συνέχεται καὶ σώζεται. οὐδέποτε δὲ ἀπολείπει τὴν αἰτίαν τὸ αὐθυπόστατον, ἅτε ἑαυτὸ οὐκ ἀπολεῖπον· αἴτιον γὰρ αὐτὸ ἑαυτῶι ἐστιν. ἄφθαρτον ἄρα ἐστὶ τὸ αὐθυπόστατον πᾶν. 

 

47

Πᾶν τὸ αὐθυπόστατον ἀμερές ἐστι καὶ ἁπλοῦν. 

εἰ γὰρ μεριστόν, αὐθυπόστατον ὄν, ὑποστήσει μεριστὸν ἑαυτό, καὶ ὅλον αὐτὸ στραφήσεται πρὸς ἑαυτὸ καὶ πᾶν ἐν παντὶ ἑαυτῶι ἔσται. τοῦτο δὲ ἀδύνατον. ἀμερὲς ἄρα τὸ αὐθυπόστατον. 

ἀλλὰ μὴν καὶ ἁπλοῦν. εἰ γὰρ σύνθετον, τὸ μὲν χεῖρον ἔσται ἐν αὐτῶι, τὸ δὲ βέλτιον, καὶ τό τε βέλτιον ἐκ τοῦ χείρονος ἔσται καὶ τὸ χεῖρον ἐκ τοῦ βελτίονος, εἴπερ ὅλον ἀφ᾽ ὅλου ἑαυτοῦ πρόεισιν· ἔτι δὲ οὐκ αὔταρκες, προσδεὲς ὂν τῶν ἑαυτοῦ στοιχείων, ἐξ ὧν ὑφέστηκεν. ἁπλοῦν ἄρα ἐστὶ πᾶν ὅπερ ἂν αὐθυπόστατον ἦι. 

 

48

Πᾶν τὸ μὴ ἀΐδιον ἢ σύνθετόν ἐστιν, ἢ ἐν ἄλλωι ὑφέστηκεν. 

ἢ γὰρ διαλυτόν ἐστιν εἰς ταῦτα ἐξ ὧν ἐστι, καὶ πάντως σύγκειται ἐξ ἐκείνων εἰς ἃ διαλύεται· ἢ ὑποκειμένου δεόμενον, καὶ ἀπολεῖπον τὸ ὑποκείμενον οἴχεται εἰς τὸ μὴ ὄν. εἰ δὲ ἁπλοῦν εἴη καὶ ἐν ἑαυτῶι, ἀδιάλυτον ἔσται καὶ ἀσκέδαστον. 

 

49

Πᾶν τὸ αὐθυπόστατον ἀΐδιόν ἐστι. 

δύο γάρ εἰσι τρόποι, καθ᾽ οὓς ἀνάγκη τι μὴ ἀΐδιον εἶναι, ὅ τε ἀπὸ τῆς συνθέσεως καὶ ὁ ἀπὸ τῶν ἐν ἄλλωι ὄντων. τὸ δὲ αὐθυπόστατον οὔτε σύνθετόν ἐστιν, ἀλλ᾽ ἁπλοῦν· οὔτε ἐν ἄλλωι, ἀλλ᾽ ἐν ἑαυτῶι. ἀΐδιον ἄρα ἐστίν. 

 

50

Πᾶν τὸ χρόνωι μετρούμενον ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν γένεσίς ἐστι ταύτηι, ἧι μετρεῖται κατὰ χρόνον. 

εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται, προσήκοι ἂν αὐτῶι τὸ κατὰ χρόνον εἶναι ἢ ἐνεργεῖν, καὶ τὸ ἦν καὶ τὸ ἔσται διαφέροντα ἀλλήλων· εἰ γὰρ ταὐτὸν κατὰ ἀριθμὸν τὸ ἦν καὶ τὸ ἔσται, οὐδὲν ὑπὸ χρόνου πέπονθε πορευομένου καὶ ἀεὶ ἄλλο τὸ πρότερον ἔχοντος καὶ τὸ ὕστερον. εἰ οὖν ἄλλο τὸ ἦν καὶ ἄλλο τὸ ἔσται, γινόμενον ἄρα ἐστὶ καὶ οὐδέποτε ὄν, ἀλλὰ τῶι χρόνωι συμπορεύεται, ὑφ᾽ οὗ μετρεῖται, ἐν τῶι γίνεσθαι ὂν καὶ οὐχ ἱστάμενον ἐν τῶι αὐτῶι εἶναι, ἀλλ᾽ ἀεὶ δεχόμενον τὸ εἶναι ἄλλο καὶ ἄλλο, ὡς τὸ νῦν κατὰ τὸν χρόνον ἄλλο ἀεὶ καὶ ἄλλο διὰ τὴν τοῦ χρόνου πορείαν. οὐχ ἅμα ἄρα ὅλον ἐστίν, ἐν τῶι σκιδναμένωι τῆς χρονικῆς παρατάσεως ὄν, καὶ συνεκτεινόμενον· τοῦτο δέ ἐστιν ἐν τῶι μὴ εἶναι τὸ εἶναι ἔχειν· τὸ γὰρ γινόμενον ὃ γίνεται οὐκ ἔστι. γένεσις ἄρα ἐστὶ τὸ οὕτως ὄν. 

 

51

Πᾶν τὸ αὐθυπόστατον ἐξήιρηται τῶν ὑπὸ χρόνου μετρουμένων κατὰ τὴν οὐσίαν. 

εἰ γὰρ ἀγένητόν ἐστι τὸ αὐθυπόστατον, οὐκ ἂν ὑπὸ χρόνου κατὰ τὸ εἶναι μετροῖτο· γένεσις γὰρ περὶ τὴν ὑπὸ χρόνου μετρουμένην φύσιν ἐστίν. οὐδὲν ἄρα τῶν αὐθυποστάτων ἐν χρόνωι ὑφέστηκεν. 

 

52

Πᾶν τὸ αἰώνιον ὅλον ἅμα ἐστίν· εἴτε τὴν οὐσίαν ἔχει μόνον αἰώνιον, ὅλην ἅμα παροῦσαν αὐτὴν ἔχον, καὶ οὐ τὸ μὲν αὐτῆς ὑποστὰν ἤδη, τὸ δὲ εἰσαῦθις ὑποστησόμενον, ὃ μήπω ἔστιν, ἀλλ᾽ ὁπόσον εἶναι δύναται, τοσοῦτον ὅλον ἤδη κεκτημένον ἀνελαττώτως καὶ ἀνεπιτάτως· εἴτε τὴν ἐνέργειαν πρὸς τῆι οὐσίαι, καὶ ταύτην ἀθρόαν ἔχον καὶ ἐν τῶι αὐτῶι μέτρωι τῆς τελειότητος ἑστηκυῖαν καὶ οἷον παγεῖσαν καθ᾽ ἕνα καὶ τὸν αὐτὸν ὅρον ἀκινήτως καὶ ἀμεταβάτως. 

εἰ γὰρ αἰώνιόν ἐστιν <ὡς καὶ τοὔνομα ἐμφαίνε>ι τὸ ἀεὶ ὄν, τὸ δὲ ποτὲ εἶναι καὶ τὸ γίνεσθαι ἕτερον τοῦ ἀεὶ ὄντος, οὐ δεῖ τὸ μὲν πρότερον εἶναι, τὸ δὲ ὕστερον· γένεσις γὰρ ἔσται, καὶ οὐκ ὄν. ὅπου δὲ μήτε τὸ πρότερον καὶ ὕστερον μήτε τὸ ἦν καὶ τὸ ἔσται, ἀλλὰ τὸ εἶναι μόνον ὅ ἐστιν, ὅλον ἅμα ἐστὶν ἕκαστον ὅ ἐστι. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἐνεργεῖν. 

ἐκ δὴ τούτου φανερὸν ὅτι τοῦ ὅλοις εἶναι ὁ αἰὼν αἴτιος, εἴπερ πᾶν τὸ αἰώνιον ἢ κατ᾽ οὐσίαν ἢ κατ᾽ ἐνέργειαν ὅλην ἅμα τὴν οὐσίαν ἢ τὴν ἐνέργειαν ἔχει παροῦσαν αὐτῶι. 

 

53

Πάντων τῶν αἰωνίων προϋπάρχει ὁ αἰών, καὶ πάντων τῶν κατὰ χρόνον ὁ χρόνος προϋφέστηκεν. 

εἰ γὰρ πανταχοῦ πρὸ τῶν μετεχόντων ἔστι τὰ μετεχόμενα καὶ πρὸ τῶν μετεχομένων τὰ ἀμέθεκτα, δῆλον ὅτι ἄλλο μὲν τὸ αἰώνιον, ἄλλο δὲ ὁ ἐν τῶι αἰωνίωι αἰών, ἄλλο δὲ ὁ καθ᾽ αὑτὸν αἰών, τὸ μὲν ὡς μετέχον, τὸ δὲ ὡς μετεχόμενον, ὁ δὲ ὡς ἀμέθεκτος· καὶ τὸ ἔγχρονον ἄλλο <μετέχον γά>ρ, καὶ ὁ ἐν τούτωι χρόνος ἄλλος <μετεχόμενος γά>ρ, καὶ ὁ πρὸ τούτου χρόνος, ἀμέθεκτος ὤν. καὶ τούτων μὲν ἑκάτερος τῶν ἀμεθέκτων πανταχοῦ καὶ ἐν πᾶσιν ὁ αὐτός· ὁ δὲ μετεχόμενος ἐν ἐκείνοις μόνον, ὑφ᾽ ὧν μετέχεται. πολλὰ γὰρ καὶ τὰ αἰώνια καὶ τὰ ἔγχρονα, ἐν οἷς πᾶσιν αἰών ἐστι κατὰ μέθεξιν καὶ χρόνος διηιρημένος· ὁ δὲ ἀδιαίρετος αἰὼν καὶ ὁ εἷς χρόνος πρὸ τούτων, καὶ ὁ μὲν αἰὼν αἰώνων, ὁ δὲ χρόνων χρόνος, τῶν μετεχομένων ὄντες ὑποστάται. 

 

54

Πᾶς αἰὼν μέτρον ἐστὶ τῶν αἰωνίων, καὶ πᾶς χρόνος τῶν ἐν χρόνωι· καὶ δύο ταῦτα μέτρα μόνα ἐστὶν ἐν τοῖς οὖσι τῆς ζωῆς καὶ τῆς κινήσεως. 

πᾶν γὰρ τὸ μετροῦν ἢ κατὰ μέρος μετρεῖ ἢ ὅλον ἅμα ἐφαρμοσθὲν τῶι μετρουμένωι. τὸ μὲν οὖν καθ᾽ ὅλον μετροῦν αἰών ἐστι, τὸ δὲ κατὰ μέρη χρόνος· δύο ἄρα μόνα τὰ μέτρα, τὸ μὲν τῶν αἰωνίων, τὸ δὲ τῶν ἐν χρόνωι ὄντων. 

 

55

Πᾶν τὸ κατὰ χρόνον ὑφεστὸς ἢ τὸν ἀεὶ χρόνον ἔστιν ἢ ποτὲ ἐν μέρει χρόνου τὴν ὑπόστασιν κεκτημένον. 

εἰ γὰρ αἱ πρόοδοι πᾶσαι δι᾽ ὁμοιότητός εἰσι, καὶ πρὸ τῶν πάντηι ἀνομοίων συνεχῆ τοῖς πρώτοις ὑφίσταται τὰ ὅμοια πρὸς αὐτὰ μᾶλλον ὄντα ἢ ἀνόμοια, τοῖς δὲ αἰωνίοις συνάπτειν τὰ ἐν μέρει χρόνου γινόμενα ἀδύνατον <καὶ γὰρ ὡς γινόμενα ἐκείνων ὄντων καὶ ὡς ποτὲ τῶν ἀεὶ ὑφεστηκότων διέστηκ>ε, μέσα δὲ τούτων τε καὶ ἐκείνων ἐστὶ τὰ πῆι μὲν ὅμοια ἐκείνοις, πῆι δὲ ἀνόμοια, οὐκοῦν τῶν ποτὲ γινομένων καὶ τῶν ἀεὶ ὄντων μέσον ἢ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτὲ ὄν>τοῦτο δέ ἐστιν ἢ τὸ ποτὲ οὐκ ὄντως ὂν ἢ τὸ ποτὲ ὄντως ὄν. ἀλλὰ τὸ ποτὲ ὄντως ὂν ἀδύνατον εἶναι, τὸ δὲ ποτὲ οὐκ ὄντως ὂν τῶι γινομένωι ταὐτόν· οὐκ ἄρα μέσον τὸ ποτὲ ὄν. λείπεται ἄρα τὸ ἀεὶ γινόμενον εἶναι τὸ μέσον ἀμφοῖν, τῶι μὲν γίνεσθαι συνάπτον τοῖς χείροσι, τῶι δὲ ἀεὶ μιμούμενον τὴν αἰώνιον φύσιν. 

ἐκ δὴ τούτων φανερὸν ὅτι διττὴ ἦν ἡ ἀϊδιότης, αἰώνιος μὲν ἄλλη, κατὰ χρόνον δὲ ἄλλη· ἡ μὲν ἑστῶσα ἀϊδιότης, ἡ δὲ γινομένη· καὶ ἡ μὲν ἠθροισμένον ἔχουσα τὸ εἶναι καὶ ὁμοῦ πᾶν, ἡ δὲ ἐκχυθεῖσα καὶ ἐξαπλωθεῖσα κατὰ τὴν χρονικὴν παράτασιν· καὶ ἡ μὲν ὅλη καθ᾽ αὑτήν, ἡ δὲ ἐκ μερῶν, ὧν ἕκαστον χωρίς ἐστι κατὰ τὸ πρότερον καὶ ὕστερον. 

 

56

Πᾶν τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον καὶ ἀπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως, ἀφ᾽ ὧν καὶ τὰ δεύτερα παρήγετο. 

εἰ γὰρ τὸ δεύτερον ὅλην ἔχει τὴν οὐσίαν ἀπὸ τοῦ πρὸ αὐτοῦ, καὶ ἡ δύναμις αὐτῶι τοῦ παράγειν ἐκεῖθεν· καὶ γὰρ αἱ δυνάμεις αἱ παρακτικαὶ κατ᾽ οὐσίαν εἰσὶν ἐν τοῖς παράγουσι, καὶ συμπληροῦσιν αὐτῶν τὴν οὐσίαν. εἰ δὲ τὴν τοῦ παράγειν δύναμιν ἀπὸ τῆς ὑπερκειμένης αἰτίας ἔλαχε, παρ᾽ ἐκείνης ἔχει τὸ εἶναι αἴτιον ὧν ἐστιν αἴτιον, μετρηθὲν ἐκεῖθεν κατὰ τὴν ὑποστατικὴν δύναμιν. εἰ δὲ τοῦτο, καὶ τὰ ἀπ᾽ αὐτοῦ προϊόντα αἰτιατά ἐστι διὰ τὸ πρὸ αὐτοῦ· τὸ γὰρ θάτερον ἀποτελέσαν αἴτιον καὶ θάτερον αἰτιατὸν ἀποτελεῖ. εἰ δὲ τοῦτο, καὶ τὸ αἰτιατὸν ἐκεῖθεν ἀποτελεῖται τοιοῦτον. 

ἀλλὰ μὴν ὅτι καὶ μειζόνως ἐκεῖθεν, δῆλον. εἰ γὰρ τὴν αἰτίαν τῶι δευτέρωι τοῦ παράγειν αὐτὸ δέδωκεν, εἶχεν ἄρα πρώτως ταύτην τὴν αἰτίαν, καὶ διὰ τοῦτο καὶ τὸ δεύτερον γεννᾶι, τὴν τοῦ δευτέρως γεννᾶν δύναμιν ἐκεῖθεν λαβόν. εἰ δὲ τὸ μὲν κατὰ μέθεξιν ἐγένετο παρακτικόν, τὸ δὲ κατὰ μετάδοσιν καὶ πρώτως, μειζόνως αἴτιον ἐκεῖνο τὸ καὶ ἄλλωι τῆς γεννητικῆς τῶν ἐφεξῆς δυνάμεως μεταδεδωκός. 

 

57

Πᾶν αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ μετ᾽ αὐτὸ πλειόνων ἐστὶν ὑποστατικόν. 

εἰ γάρ ἐστιν αἴτιον, τελειότερόν ἐστι καὶ δυνατώτερον τοῦ μετ᾽ αὐτό. καὶ εἰ τοῦτο, πλειόνων αἴτιον· δυνάμεως γὰρ μείζονος τὸ πλείω παράγειν, ἴσης δὲ τὰ ἴσα, καὶ τῆς ἐλάττονος ἐλάττω· καὶ ἡ μὲν τὰ μείζονα ἐν τοῖς ὁμοίοις δυναμένη δύναμις καὶ τὰ ἐλάττονα δύναται, ἡ δὲ τὰ ἐλάττονα δυναμένη οὐκ ἐξ ἀνάγκης τὰ μείζω δυνήσεται. εἰ οὖν δυνατώτερον τὸ αἴτιον, πλειόνων ἐστὶ παρακτικόν. 

ἀλλὰ μὴν καὶ ὅσα δύναται τὸ αἰτιατόν, μειζόνως ἐκεῖνο δύναται. πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον ὑπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως. συνυφίστησιν ἄρα αὐτῶι πάντα ὅσα πέφυκε παράγειν. 

εἰ δὲ καὶ αὐτὸ πρότερον παράγει, δῆλον δήπουθεν ὅτι πρὸ αὐτοῦ ἐνεργεῖ κατὰ τὴν παρακτικὴν αὐτοῦ ἐνέργειαν. ἅπαν ἄρα αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ σὺν αὐτῶι καὶ μετ᾽ αὐτὸ ἄλλα ὑφίστησιν. 

ἐκ δὴ τούτων φανερὸν ὅτι ὅσων μὲν αἰτία ψυχή, καὶ νοῦς αἴτιος, οὐχ ὅσων δὲ νοῦς, καὶ ψυχὴ αἰτία· ἀλλὰ καὶ πρὸ ψυχῆς ἐνεργεῖ, καὶ ἃ δίδωσι ψυχὴ τοῖς δευτέροις, δίδωσι καὶ νοῦς μειζόνως, καὶ μηκέτι ψυχῆς ἐνεργούσης νοῦς ἐλλάμπει τὰς ἑαυτοῦ δόσεις, οἷς μὴ δέδωκε ψυχὴ ἑαυτήν· καὶ γὰρ τὸ ἄψυχον, καθόσον εἴδους μετέσχε, νοῦ μετέχει καὶ τῆς τοῦ νοῦ ποιήσεως. 

καὶ δὴ καὶ ὅσων νοῦς αἴτιος, καὶ τὸ ἀγαθὸν αἴτιον· οὐκ ἔμπαλιν δέ. καὶ γὰρ αἱ στερήσεις τῶν εἰδῶν ἐκεῖθεν <πάντα γὰρ ἐκεῖθεν>· νοῦς δὲ στερήσεως ὑποστάτης οὐκ ἔστιν, εἶδος ὤν. 

 

58

Πᾶν τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερόν ἐστι τοῦ ὑπὸ ἐλαττόνων παραγομένου. 

εἰ γὰρ πᾶν αἴτιον δίδωσί τι τῶι ἀπ᾽ αὐτοῦ προϊόντι, τὰ μὲν πλείονα αἴτια πλείονας ποιήσεται τὰς δόσεις, τὰ δὲ ἐλάττονα ἐλάττους. ὥστε καὶ τῶν μετασχόντων τὰ μὲν ἐκ πλειόνων ἔσται, τὰ δὲ ἐξ ἐλαττόνων, ὧν ἑκάτερα μετέσχε, τὰ μὲν διὰ τὴν ἐκ πλειόνων αἰτίων πρόοδον, τὰ δὲ διὰ τὴν ἐκ τῶν ἐλαττόνων. 

τὰ δὲ ἐκ πλειόνων συνθετώτερα, τὰ δὲ ἐξ ἐλαττόνων τῶν αὐτῶν ἁπλούστερα. πᾶν ἄρα τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερον, τὸ δὲ ὑπὸ ἐλαττόνων ἁπλούστερον· ὧν γὰρ θάτερον μετέχει, καὶ θάτερον· ἀλλ᾽ οὐκ ἔμπαλιν. 

 

59

Πᾶν τὸ ἁπλοῦν κατ᾽ οὐσίαν ἢ κρεῖττόν ἐστι τῶν συνθέτων ἢ χεῖρον. 

εἰ γὰρ τὰ ἄκρα τῶν ὄντων ὑπὸ ἐλαττόνων καὶ ἁπλουστέρων παράγεται, τὰ δὲ μέσα ὑπὸ πλειόνων, ταῦτα μὲν ἔσται σύνθετα, τὰ δὲ ἄκρα τὰ μὲν κατὰ τὸ κρεῖττον ἁπλούστερα, τὰ δὲ κατὰ τὸ χεῖρον. ἀλλὰ μὴν ὅτι τὰ ἄκρα ὑπὸ ἐλαττόνων παράγεται, δῆλον· διότι τὰ ἀνωτέρω καὶ ἄρχεται πρὸ τῶν καταδεεστέρων καὶ ὑπερεκτείνεται αὐτῶν ἐφ᾽ ἃ μὴ πρόεισιν ἐκεῖνα δι᾽ ὕφεσιν δυνάμεως. διὰ γὰρ τοῦτο καὶ τὸ ἔσχατον τῶν ὄντων ἁπλούστατον, ὥσπερ τὸ πρῶτον, ὅτι ἀπὸ μόνου πρόεισι τοῦ πρώτου· ἀλλ᾽ ἡ ἁπλότης ἡ μὲν κατὰ τὸ κρεῖττόν ἐστι πάσης συνθέσεως, ἡ δὲ κατὰ τὸ χεῖρον. καὶ ἐπὶ πάντων ὁ αὐτός ἐστι λόγος. 

 

60

Πᾶν τὸ πλειόνων αἴτιον κρεῖττόν ἐστι τοῦ πρὸς ἐλάττονα τὴν δύναμιν λαχόντος καὶ μέρη παράγοντος ὧν θάτερον ὅλων ὑποστατικόν ἐστιν. 

εἰ γὰρ τὸ μὲν ἐλαττόνων, τὸ δὲ πλειόνων αἴτιον, μέρη δὲ τὰ ἕτερα τῶν ἑτέρων, ἃ μὲν ποιεῖ θάτερον, καὶ τὸ λοιπὸν ποιήσει, τὸ τῶν πλειόνων ὑποστατικόν· ἃ δὲ τοῦτο παράγει, τούτων οὐ πάντων ἐστὶν ἐκεῖνο παρακτικόν. δυνατώτερον ἄρα καὶ περιληπτικώτερον· ὡς γὰρ τὸ προελθὸν πρὸς τὸ προελθόν, οὕτω τὸ παραγαγὸν πρὸς τὸ παραγαγόν, κατ᾽ ἄλληλα ληφθέντα, τὸ δὲ πλείω δυνάμενον μείζονα δύναμιν ἔχει καὶ ὁλικωτέραν· τοῦτο δέ, ἐγγυτέρω τῆς πάντων αἰτίας· τὸ δὲ ἐγγυτέρω ταύτης μειζόνως ἐστὶν ἀγαθόν, εἴπερ αὕτη τὸ ἀγαθόν. τὸ ἄρα πλειόνων αἴτιον κατ᾽ οὐσίαν κρεῖττον ὑπάρχει τοῦ ἐλάττονα παράγοντος. 

 

61

Πᾶσα δύναμις ἀμέριστος μὲν οὖσα μείζων ἐστί, μεριζομένη δὲ ἐλάττων. 

εἰ γὰρ μερίζεται, πρόεισιν εἰς πλῆθος· εἰ δὲ τοῦτο, πορρωτέρω γίνεται τοῦ ἑνός· εἰ δὲ τοῦτο, ἐλάττω δυνήσεται, τοῦ ἑνὸς καὶ τοῦ συνέχοντος αὐτὴν ἀφισταμένη· καὶ ἀτελής, εἴπερ τὸ ἑκάστου ἀγαθὸν ὑπάρχει κατὰ τὴν ἕνωσιν. 

 

62

Πᾶν πλῆθος ἐγγυτέρω τοῦ ἑνὸς ὂν ποσῶι μέν ἐστι τῶν πορρωτέρω ἔλαττον, τῆι δυνάμει δὲ μεῖζον. 

ὅμοιον γὰρ τῶι ἑνὶ μᾶλλον τὸ ἐγγύτερον· τὸ δὲ ἓν πάντων ἦν ὑποστατικὸν ἀπληθύντως. τὸ ἄρα ὁμοιότερον αὐτῶι, πλειόνων αἴτιον ὑπάρχον, εἴπερ ἐκεῖνο πάντων, ἑνοειδέστερον ἔσται καὶ ἀμεριστότερον, εἴπερ ἐκεῖνο ἕν. ὡς μὲν οὖν ἑνὶ τὸ ἧττον πεπληθυσμένον μᾶλλον συγγενές, ὡς δὲ πάντων αἰτίωι τὸ πλειόνων παρακτικόν>τοῦτο δέ, δυνατώτερον. 

ἐκ δὴ τούτων φανερὸν ὅτι πλείους μὲν αἱ σωματικαὶ φύσεις τῶν ψυχῶν, πλείους δὲ αὗται τῶν νόων, οἱ δὲ νόες πλείους τῶν θείων ἑνάδων· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. 

 

63

Πᾶν τὸ ἀμέθεκτον διττὰς ὑφίστησι τῶν μετεχομένων τὰς τάξεις, τὴν μὲν ἐν τοῖς ποτὲ μετέχουσι, τὴν δὲ ἐν τοῖς ἀεὶ καὶ συμφυῶς μετέχουσι. 

τῶι γὰρ ἀμεθέκτωι τὸ ἀεὶ μετεχόμενον ὁμοιότερον ἢ τὸ ποτέ. 

πρὶν ἄρα ὑποστῆι τὸ ποτὲ μεθεκτόν, τὸ ἀεὶ μεθεκτὸν ὑποστήσεται, τῶι μὲν μετέχεσθαι τοῦ μετ᾽ αὐτὸ μὴ διενεγκόν, τῶι δὲ ἀεὶ συγγενέστερον ὂν τῶι ἀμεθέκτωι καὶ ὁμοιότερον. καὶ οὔτε μόνα ἔστι τὰ ποτὲ μετεχόμενα <πρὸ γὰρ τούτων τὰ ἀεὶ μετεχόμενα, δι᾽ ὧν καὶ ταῦτα συνδεῖται κατά τινα πρόοδον εὔτακτον τοῖς ἀμεθέκτοι>ς· οὔτε μόνα τὰ ἀεὶ μετεχόμενα <καὶ γὰρ ταῦτα, δύναμιν ἔχοντα ἄσβεστον, εἴπερ ἀεὶ ἔστιν, ἄλλων ἐστὶν οἰστικὰ τῶν ποτὲ μετεχομένων· καὶ μέχρι τούτων ἡ ὕφεσι>ς. 

ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ αἱ ἀπὸ τοῦ ἑνὸς ἑνώσεις ἐλλαμπόμεναι τοῖς οὖσιν αἱ μὲν ἀεὶ μετέχονται, αἱ δὲ ποτέ, καὶ αἱ νοεραὶ μεθέξεις διτταὶ ὡσαύτως, καὶ αἱ τῶν ψυχῶν ψυχώσεις, καὶ αἱ τῶν ἄλλων εἰδῶν ὁμοίως· καὶ γὰρ τὸ κάλλος καὶ ἡ ὁμοιότης καὶ ἡ στάσις καὶ ἡ ταυτότης, ἀμέθεκτα ὄντα, ὑπό τε τῶν ἀεὶ μετεχόντων μετέχεται καὶ ὑπὸ τῶν ποτὲ δευτέρως κατὰ τὴν αὐτὴν τάξιν. 

 

64

Πᾶσα ἀρχικὴ μονὰς διττὸν ὑφίστησιν ἀριθμόν, τὸν μὲν αὐτοτελῶν ὑποστάσεων, τὸν δὲ ἐλλάμψεων ἐν ἑτέροις τὴν ὑπόστασιν κεκτημένων. 

εἰ γὰρ καθ᾽ ὕφεσιν ἡ πρόοδος διὰ τῶν οἰκείων τοῖς ὑποστατικοῖς αἰτίοις, καὶ ἀπὸ τῶν παντελείων τὰ τέλεια καὶ διὰ τούτων μέσων τὰ ἀτελῆ πρόεισιν εὐτάκτως· ὥστε αἱ μὲν ἔσονται αὐτοτελεῖς ὑποστάσεις, αἱ δὲ ἀτελεῖς. καὶ αὗται μὲν γίνονται ἤδη τῶν μετεχόντων <ἀτελεῖς γὰρ οὖσαι δέονται τῶν ὑποκειμένων εἰς τὴν ἑαυτῶν ὕπαρξιν>· αἱ δὲ ἑαυτῶν ποιοῦσι τὰ μετέχοντα <τέλειαι γὰρ οὖσαι πληροῦσι μὲν ἑαυτῶν ἐκεῖνα καὶ ἑδράζουσιν ἐν ἑαυταῖς, δέονται δὲ οὐδὲν τῶν καταδεεστέρων εἰς τὴν ὑπόστασιν τὴν ἑαυτῶν>. αἱ μὲν οὖν αὐτοτελεῖς ὑποστάσεις, διὰ τὴν εἰς πλῆθος διάκρισιν ἠλαττωμέναι τῆς ἀρχικῆς αὐτῶν μονάδος, διὰ τὴν αὐτοτελῆ ὕπαρξιν ὁμοιοῦνταί πηι πρὸς ἐκείνην· αἱ δὲ ἀτελεῖς καὶ τῶι ἐν ἄλλοις εἶναι τῆς καθ᾽ αὑτὴν ὑφεστώσης καὶ τῶι ἀτελεῖ τῆς πάντα τελειούσης ἀφεστήκασιν. αἱ δὲ πρόοδοι διὰ τῶν ὁμοίων ἄχρι τῶν πάντηι ἀνομοίων. διττὸν ἄρα ὑφίστησιν ἀριθμὸν ἑκάστη τῶν ἀρχικῶν μονάδων. 

ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ἑνάδες αἱ μὲν αὐτοτελεῖς ἀπὸ τοῦ ἑνὸς προῆλθον, αἱ δὲ ἐλλάμψεις ἑνώσεων· καὶ νόες οἱ μὲν οὐσίαι αὐτοτελεῖς, οἱ δὲ νοεραί τινες τελειότητες· καὶ ψυχαὶ αἱ μὲν ἑαυτῶν οὖσαι, αἱ δὲ τῶν ψυχουμένων, ὡς ἰνδάλματα μόνον οὖσαι ψυχῶν. καὶ οὕτως οὔτε πᾶσα ἕνωσις θεός, ἀλλ᾽ ἡ αὐτοτελὴς ἑνάς, οὔτε πᾶσα νοερὰ ἰδιότης νοῦς, ἀλλ᾽ ἡ οὐσιώδης μόνον, οὔτε πᾶσα ψυχῆς ἔλλαμψις ψυχή, ἀλλ᾽ ἔστι καὶ τὰ εἴδωλα τῶν ψυχῶν. 

 

65

Πᾶν τὸ ὁπωσοῦν ὑφεστὸς ἢ κατ᾽ αἰτίαν ἔστιν ἀρχοειδῶς ἢ καθ᾽ ὕπαρξιν ἢ κατὰ μέθεξιν εἰκονικῶς. 

ἢ γὰρ ἐν τῶι παράγοντι τὸ παραγόμενον ὁρᾶται, ὡς ἐν αἰτίαι προϋπάρχον, διότι πᾶν τὸ αἴτιον ἐν ἑαυτῶι τὸ αἰτιατὸν προείληφε, πρώτως ὂν ὅπερ ἐκεῖνο δευτέρως· ἢ ἐν τῶι παραγομένωι τὸ παράγον <καὶ γὰρ τοῦτο, μετέχον τοῦ παράγοντος, ἐν ἑαυτῶι δείκνυσι δευτέρως ὃ τὸ παράγον ὑπάρχει πρώτω>ς· ἢ κατὰ τὴν ἑαυτοῦ τάξιν ἕκαστον θεωρεῖται, καὶ οὔτε ἐν τῶι αἰτίωι οὔτε ἐν τῶι ἀποτελέσματι· τὸ μὲν γὰρ ἔστι κρειττόνως ἢ ἔστι, τὸ δὲ χειρόνως ἢ ἔστι, δεῖ δέ που εἶναι καὶ ὅ ἐστιν· ἔστι δὲ καθ᾽ ὕπαρξιν ἐν τῆι ἑαυτοῦ τάξει ἕκαστον. 

 

66

Πάντα τὰ ὄντα πρὸς ἄλληλα ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ταὐτὰ ἢ ἕτερα. 

ἢ γὰρ περιέχει θάτερα, περιέχεται δὲ τὰ λοιπά· ἢ οὔτε περιέχει οὔτε περιέχεται, καὶ ἢ ταὐτόν τι πέπονθεν, ὡς ἑνὸς μετέχοντα, ἢ διακέκριται ἀλλήλων. ἀλλ᾽ εἰ μὲν περιέχει, ὅλα ἂν εἴη· εἰ δὲ περιέχοιτο, μέρη· εἰ δ᾽ ἑνὸς τὰ πολλὰ μετέχοι, ταὐτά ἐστι κατὰ τὸ ἕν· εἰ δὲ πλείω μόνον εἴη, ἕτερα ἀλλήλων ταύτηι, καθὸ πολλά ἐστιν. 

 

67

Πᾶσα ὁλότης ἢ πρὸ τῶν μερῶν ἐστιν ἢ ἐκ τῶν μερῶν ἢ ἐν τῶι μέρει. 

ἢ γὰρ ἐν τῆι αἰτίαι τὸ ἑκάστου θεωροῦμεν εἶδος, καὶ ὅλον ἐκεῖνο πρὸ τῶν μερῶν λέγομεν τὸ ἐν τῶι αἰτίωι προϋποστάν· ἢ ἐν τοῖς μετέχουσιν αὐτῆς μέρεσι. καὶ τοῦτο διχῶς· ἢ γὰρ ἐν ἅπασιν ὁμοῦ τοῖς μέρεσι, καὶ ἔστι τοῦτο ἐκ τῶν μερῶν ὅλον, οὗ καὶ ὁτιοῦν μέρος ἀπὸν ἐλαττοῖ τὸ ὅλον· ἢ ἐν ἑκάστωι τῶν μερῶν, ὡς καὶ τοῦ μέρους κατὰ μέθεξιν τοῦ ὅλου <ὅλο>υ γεγονότος, ὃ καὶ ποιεῖ τὸ μέρος εἶναι ὅλον μερικῶς. καθ᾽ ὕπαρξιν μὲν οὖν ὅλον τὸ ἐκ τῶν μερῶν· κατ᾽ αἰτίαν δὲ τὸ πρὸ τῶν μερῶν· κατὰ μέθεξιν δὲ τὸ ἐν τῶι μέρει. καὶ γὰρ τοῦτο κατ᾽ ἐσχάτην ὕφεσιν ὅλον, ἧι μιμεῖται τὸ ἐκ τῶν μερῶν ὅλον, ὅταν μὴ τὸ τυχὸν ἦι μέρος, ἀλλὰ τῶι ὅλωι δυνάμενον ἀφομοιοῦσθαι οὗ καὶ τὰ μέρη ὅλα ἐστίν. 

 

68

Πᾶν τὸ ἐν τῶι μέρει ὅλον μέρος ἐστὶ τοῦ ἐκ τῶν μερῶν ὅλου. 

εἰ γὰρ μέρος ἐστίν, ὅλου τινός ἐστι μέρος· καὶ ἤτοι τοῦ ἐν αὐτῶι ὅλου, καθ᾽ ὃ λέγεται ἐν τῶι μέρει ὅλον <ἀλλ᾽ οὕτως αὐτὸ ἑαυτοῦ μέρος, καὶ ἴσον τῶι ὅλωι τὸ μέρος ἔσται, καὶ ταὐτὸν ἑκάτερον>· ἢ ἄλλου τινὸς ὅλου. καὶ εἰ ἄλλου, ἢ μόνον ἐστὶν ἐκείνου μέρος, καὶ οὕτως οὐδὲν ἂν πάλιν τοῦ ὅλου διαφέροι, ἑνὸς ὄντος ἓν ὂν μέρος· ἢ μεθ᾽ ἑτέρου <παντὸς γὰρ ὅλου τὰ μέρη πλείω ἑνό>ς, κἀκεῖνο ἔσται, ἐκ πλειόνων ὄν, ὅλον ἐκ τῶν μερῶν ἐξ ὧν ἐστι· καὶ οὕτω τὸ ἐν τῶι μέρει ὅλον τοῦ ἐκ τῶν μερῶν ἐστι μέρος. 

 

69

Πᾶν τὸ ἐκ τῶν μερῶν ὅλον μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος. 

εἰ γὰρ ἐκ μερῶν ἐστι, πεπονθός ἐστι τὸ ὅλον <τὰ γὰρ μέρη ἓν γενόμενα τὸ ὅλον διὰ τὴν ἕνωσιν πέπονθ>ε, καὶ ἔστιν ὅλον ἐν μὴ ὅλοις τοῖς μέρεσι. παντὸς δὲ τοῦ μετεχομένου προϋφέστηκε τὸ ἀμέθεκτον. ἡ ἄρα ἀμέθεκτος ὁλότης προϋπάρχει τῆς μετεχομένης. ἔστιν ἄρα τι εἶδος ὁλότητος πρὸ τοῦ ἐκ τῶν μερῶν ὅλου, ὃ οὐ πεπονθός ἐστι τὸ ὅλον, ἀλλ᾽ αὐτολότης, ἀφ᾽ ἧς ἡ ἐκ τῶν μερῶν ὁλότης. 

ἐπεὶ καὶ τὸ μὲν ἐκ τῶν μερῶν ὅλον πολλαχοῦ καὶ ἐν πολλοῖς ἐστιν, ἐν ἄλλοις καὶ ἐν ἄλλοις ἐκ μερῶν οὖσι, τοῖς μὲν ἄλλων, τοῖς δὲ ἄλλων· δεῖ δὲ εἶναι τὴν μονάδα πασῶν τῶν ὁλοτήτων καθ᾽ αὑτήν. οὔτε γὰρ εἰλικρινὲς ἕκαστον τῶν ὅλων τούτων, ἐπιδεὲς ὂν τῶν μερῶν ἐξ ὧν ἐστιν οὐχ ὅλων ὄντων· οὔτε ἐν τινὶ γεγονὸς τοῖς ἄλλοις ἅπασιν αἴτιον εἶναι δύναται τοῦ εἶναι ὅλοις. 

τὸ ἄρα τοῦ ὅλοις εἶναι τοῖς ὅλοις ἅπασιν αἴτιον πρὸ τῶν μερῶν ἐστιν. εἰ γὰρ καὶ τοῦτο ἐκ τῶν μερῶν, τὶ ὅλον ἔσται καὶ οὐχ ἁπλῶς ὅλον, καὶ πάλιν τοῦτο ἐξ ἄλλου, καὶ ἢ εἰς ἄπειρον ἢ ἔσται τὸ πρώτως ὅλον, οὐκ ἐκ μερῶν ὅλον, ἀλλ᾽ ὅ ἐστιν ὁλότης ὄν. 

 

70

Πᾶν τὸ ὁλικώτερον ἐν τοῖς ἀρχηγικοῖς καὶ πρὸ τῶν μερικῶν εἰς τὰ μετέχοντα ἐλλάμπει καὶ δεύτερον ἐκείνων ἀπολείπει τὸ μετασχόν. 

καὶ γὰρ ἄρχεται πρὸ τοῦ μετ᾽ αὐτὸ τῆς ἐνεργείας τῆς εἰς τὰ δεύτερα, καὶ σὺν τῆι ἐκείνου παρουσίαι πάρεστι, καὶ ἐκείνου μηκέτι ἐνεργοῦντος ἔτι πάρεστι καὶ ἐνεργεῖ τὸ αἰτιώτερον· καὶ οὐκ ἐν διαφόροις μόνον ὑποκειμένοις, ἀλλὰ καὶ ἐν ἑκάστωι τῶν ποτὲ μετεχόντων. δεῖ γὰρ <εἰ τύχο>ι γενέσθαι πρῶτον ὄν, εἶτα ζῶον, εἶτα ἄνθρωπον. καὶ ἄνθρωπος οὐκέτι ἔστιν ἀπολιπούσης τῆς λογικῆς δυνάμεως, ζῶον δὲ ἔστιν ἐμπνέον καὶ αἰσθανόμενον· καὶ τοῦ ζῆν πάλιν ἀπολιπόντος μένει τὸ ὄν <καὶ γὰρ ὅταν μὴ ζῆι τὸ εἶναι πάρεστ>ι. καὶ ἐπὶ πάντων ὡσαύτως. αἴτιον δέ, ὅτι δραστικώτερον ὑπάρχον τὸ αἰτιώτερον πρότερον εἰς τὸ μετέχον ἐνεργεῖ <τὸ γὰρ αὐτὸ ὑπὸ τοῦ δυνατωτέρου πάσχει προτέρο>υ· καὶ τοῦ δευτέρου πάλιν ἐνεργοῦντος κἀκεῖνο συνεργεῖ, διότι πᾶν, ὅπερ ἂν ποιῆι τὸ δεύτερον, συναπογεννᾶι τούτωι καὶ τὸ αἰτιώτερον· καὶ ἀπολιπόντος ἐκείνου τοῦτο ἔτι πάρεστιν <ἡ γὰρ τοῦ δυνατωτέρου μετάδοσις, δρῶσα μειζόνως, ὑστέρα τὸ μετασχὸν ἀπολείπει· καὶ γὰρ διὰ τῆς τοῦ δευτέρου μεταδόσεως τὴν ἑαυτῆς ἔλλαμψιν ἐδυνάμωσεν>. 

 

71

Πάντα τὰ ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις ὁλικωτέραν καὶ ὑπερτέραν τάξιν ἔχοντα ἐν τοῖς ἀποτελέσμασι κατὰ τὰς ἀπ᾽ αὐτῶν ἐλλάμψεις ὑποκείμενά πως γίνεται ταῖς τῶν μερικωτέρων μεταδόσεσι· καὶ αἱ μὲν ἀπὸ τῶν ἀνωτέρων ἐλλάμψεις ὑποδέχονται τὰς ἐκ τῶν δευτέρων προόδους, ἐκεῖναι δὲ ἐπὶ τούτων ἑδράζονται· καὶ οὕτω προηγοῦνται μεθέξεις ἄλλαι ἄλλων, καὶ ἐμφάσεις ἄλλαι ἐπ᾽ ἄλλαις ἄνωθεν εἰς τὸ αὐτὸ φοιτῶσιν ὑποκείμενον, τῶν ὁλικωτέρων προενεργούντων, τῶν δὲ μερικωτέρων ἐπὶ ταῖς ἐκείνων ἐνεργείαις τὰς ἑαυτῶν μεταδόσεις χορηγούντων τοῖς μετέχουσιν. 

εἰ γὰρ τὰ αἰτιώτερα πρὸ τῶν δευτέρων ἐνεργεῖ, διὰ περιουσίαν δυνάμεως καὶ τοῖς ἀτελεστέραν ἔχουσι τὴν ἐπιτηδειότητα παρόντα καὶ ἐλλάμποντα κἀκείνοις, τὰ δὲ ὑφειμένα κατὰ τὴν τάξιν δεύτερα χορηγεῖ τὰ ἀπ᾽ αὐτῶν, δῆλον ὡς αἱ τῶν ὑπερτέρων ἐλλάμψεις, προκαταλαμβάνουσαι τὸ μετέχον ἀμφοτέρων, ἐπερείδουσι τὰς τῶν ὑφειμένων μεταδόσεις· αἱ δὲ ταῖς ἀπ᾽ ἐκείνων ἐμφάσεσιν ὑποβάθραις χρῶνται, καὶ δρῶσιν εἰς τὸ μετέχον, προειργασμένον ὑπ᾽ ἐκείνων. 

 

72

Πάντα τὰ ἐν τοῖς μετέχουσιν ὑποκειμένων ἔχοντα λόγον ἐκ τελειοτέρων πρόεισι καὶ ὁλικωτέρων αἰτίων. 

τὰ γὰρ πλειόνων αἴτια δυνατώτερά ἐστι καὶ ὁλικώτερα καὶ ἐγγυτέρω τοῦ ἑνὸς ἢ τὰ τῶν ἐλαττόνων. τὰ δὲ τῶν προϋποκειμένων ἄλλοις ὑποστατικὰ πλειόνων αἴτιά ἐστιν, ὑφιστάντα καὶ τὰς ἐπιτηδειότητας πρὸς τῆς τῶν εἰδῶν παρουσίας. ὁλικώτερα ἄρα ταῦτα καὶ τελειότερά ἐστιν ἐν τοῖς αἰτίοις. 

ἐκ δὴ τούτων φανερὸν διότι ἡ μὲν ὕλη, ἐκ τοῦ ἑνὸς ὑποστᾶσα, καθ᾽ αὑτὴν εἴδους ἐστὶν ἄμοιρος· τὸ δὲ σῶμα καθ᾽ αὑτό, εἰ καὶ τοῦ ὄντος μετέσχε, ψυχῆς ἀμέτοχόν ἐστιν. ἡ μὲν γὰρ ὕλη, ὑποκείμενον οὖσα πάντων, ἐκ τοῦ πάντων αἰτίου προῆλθε· τὸ δὲ σῶμα, ὑποκείμενον ὂν τῆς ψυχώσεως, ἐκ τοῦ ὁλικωτέρου τῆς ψυχῆς ὑφέστηκε, τοῦ ὄντος ὁπωσοῦν μετασχόν. 

 

73

Πᾶν μὲν ὅλον ἅμα ὄν τί ἐστι, καὶ μετέχει τοῦ ὄντος· οὐ πᾶν δὲ ὂν ὅλον τυγχάνει ὄν. 

ἢ γὰρ ταὐτόν ἐστιν ὂν καὶ ὅλον, ἢ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον. ἀλλ᾽ εἰ καὶ τὸ μέρος, ἧι μέρος, ὂν μέν ἐστιν <ἐκ γὰρ μερῶν ὄντων ἐστὶ τὸ ὅλον>, οὐ μέντοι καὶ ὅλον καθ᾽ αὑτό, οὐκ ἄρα ταὐτόν ἐστιν ὂν καὶ ὅλον. εἴη γὰρ ἂν τὸ μέρος οὐκ ὄν· εἰ δὲ τὸ μέρος οὐκ ὄν, οὐδὲ τὸ ὅλον ἔστι. πᾶν γὰρ ὅλον μερῶν ἐστιν ὅλον, ἢ ὡς πρὸ αὐτῶν ὂν ἢ ὡς ἐν αὐτοῖς· μὴ ὄντος οὖν τοῦ μέρους, οὐδὲ τὸ ὅλον εἶναι δυνατόν. 

εἰ δὲ τὸ ὅλον πρὸ τοῦ ὄντος, ἔσται πᾶν ὂν ὅλον εὐθύς· οὐκ ἄρα ἔσται πάλιν τὸ μέρος μέρος. ἀλλὰ ἀδύνατον· εἰ γὰρ τὸ ὅλον ἐστὶν ὅλον, μέρους ὂν ὅλον, καὶ τὸ μέρος ἔσται μέρος, ὅλου μέρος ὄν. λείπεται ἄρα πᾶν μὲν εἶναι τὸ ὅλον ὄν, οὐ πᾶν δὲ τὸ ὂν ὅλον. 

ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ πρώτως ὂν ἐπέκεινα τῆς ὁλότητός ἐστιν, εἴπερ τὸ μὲν πλείοσι πάρεστι, τὸ ὄν <καὶ γὰρ τοῖς μέρεσιν, ἧι μέρη, τὸ εἶναι ὑπάρχει -, τὸ δὲ ἐλάττοσι. τὸ γὰρ πλειόνων αἴτιον κρεῖττον, τὸ δὲ ἐλαττόνων καταδεέστερον, ὡς δέδεικται. 

 

74

Πᾶν μὲν εἶδος ὅλον τί ἐστιν <ἐκ γὰρ πλειόνων ὑφέστηκεν, ὧν ἕκαστον συμπληροῖ τὸ εἶδος -· οὐ πᾶν δὲ ὅλον εἶδος. 

καὶ γὰρ τὸ τὶ καὶ ἄτομον ὅλον μέν ἐστιν, ἧι ἄτομον, εἶδος δὲ οὐκ ἔστι. πᾶν γὰρ ὅλον ἐστὶ τὸ ἐκ μερῶν ὑφεστός, εἶδος δὲ τὸ εἰς πλείω τὰ καθέκαστα ἤδη τεμνόμενον. ἄλλο ἄρα τὸ ὅλον καὶ ἄλλο τὸ εἶδος· καὶ τὸ μὲν ὑπάρχει πλείοσι, τὸ δὲ ἐλάττοσιν. 

ὑπὲρ τὰ εἴδη ἄρα τῶν ὄντων ἐστὶ τὸ ὅλον. 

ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ ὅλον μέσην ἔχει τάξιν τοῦ τε ὄντος καὶ τῶν εἰδῶν. ὧι ἕπεται τὸ καὶ πρὸ τῶν εἰδῶν ὑφεστάναι τὸ ὄν, καὶ τὰ εἴδη ὄντα εἶναι, μὴ μέντοι πᾶν ὂν εἶδος. ὅθεν καὶ ἐν τοῖς ἀποτελέσμασιν αἱ στερήσεις ὄντα μέν πώς εἰσιν, εἴδη δὲ οὔκ εἰσι, διὰ τὴν ἑνιαίαν τοῦ ὄντος δύναμιν καὶ αὐταὶ τοῦ εἶναι καταδεξάμεναί τινα ἀμυδρὰν ἔμφασιν. 

 

75

Πᾶν τὸ κυρίως αἴτιον λεγόμενον ἐξήιρηται τοῦ ἀποτελέςματος. 

ἐν αὐτῶι γὰρ ὄν, ἢ συμπληρωτικὸν αὐτοῦ ὑπάρχον ἢ δεόμενόν πως αὐτοῦ πρὸς τὸ εἶναι, ἀτελέστερον ἂν εἴη ταύτηι τοῦ αἰτιατοῦ. 

τὸ δὲ ἐν τῶι ἀποτελέσματι ὂν συναίτιόν ἐστι μᾶλλον ἢ αἴτιον, ἢ μέρος ὂν τοῦ γινομένου ἢ ὄργανον τοῦ ποιοῦντος· τό τε γὰρ μέρος ἐν τῶι γινομένωι ἐστίν, ἀτελέστερον ὑπάρχον τοῦ ὅλου, καὶ τὸ ὄργανον τῶι ποιοῦντι πρὸς τὴν γένεσιν δουλεύει, τὰ μέτρα τῆς ποιήσεως ἀφορίζειν ἑαυτῶι μὴ δυνάμενον. ἅπαν ἄρα τὸ κυρίως αἴτιον, εἴ γε καὶ τελειότερόν ἐστι τοῦ ἀπ᾽ αὐτοῦ καὶ τὸ μέτρον αὐτὸ τῆι γενέσει παρέχεται, καὶ τῶν ὀργάνων ἐξήιρηται καὶ τῶν στοιχείων καὶ πάντων ἁπλῶς τῶν καλουμένων συναιτίων. 

 

76

Πᾶν μὲν τὸ ἀπὸ ἀκινήτου γινόμενον αἰτίας ἀμετάβλητον ἔχει τὴν ὕπαρξιν· πᾶν δὲ τὸ ἀπὸ κινουμένης, μεταβλητήν. 

εἰ γὰρ ἀκίνητόν ἐστι πάντηι τὸ ποιοῦν, οὐ διὰ κινήσεως, ἀλλ᾽ αὐτῶι τῶι εἶναι παράγει τὸ δεύτερον ἀφ᾽ ἑαυτοῦ· εἰ δὲ τοῦτο, σύνδρομον ἔχει τῶι ἑαυτοῦ εἶναι τὸ ἀπ᾽ αὐτοῦ· εἰ δὲ τοῦτο, ἕως ἂν ἦι, παράγει. ἀεὶ δὲ ἔστιν· ἀεὶ ἄρα ὑφίστησι τὸ μετ᾽ αὐτό· ὥστε καὶ τοῦτο ἀεὶ γίνεται ἐκεῖθεν καὶ ἀεὶ ἔστι, τῶι ἐκείνου ἀεὶ κατὰ τὴν ἐνέργειαν συνάψαν τὸ ἑαυτοῦ κατὰ τὴν πρόοδον ἀεί. 

εἰ δὲ δὴ κινεῖται τὸ αἴτιον, καὶ τὸ ἀπ᾽ αὐτοῦ γινόμενον ἔσται μεταβλητὸν κατ᾽ οὐσίαν· ὧι γὰρ τὸ εἶναι διὰ κινήσεως, τοῦτο τοῦ κινουμένου μεταβάλλοντος μεταβάλλει τὸ εἶναι. εἰ γὰρ ἐκ κινήσεως παραγόμενον ἀμετάβλητον αὐτὸ μένοι, κρεῖττον ἔσται τῆς ὑποστησάσης αἰτίας. ἀλλ᾽ ἀδύνατον. οὐκ ἄρα ἀμετάβλητον ἔσται. μεταβαλεῖ ἄρα καὶ κινήσεται κατ᾽ οὐσίαν, τὴν ὑποστήσασαν αὐτὸ κίνησιν μιμούμενον. 

 

77

Πᾶν τὸ δυνάμει ὂν ἐκ τοῦ κατ᾽ ἐνέργειαν ὄντος ὃ τοῦτο δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείαι πρόεισι· τὸ μέν πηι δυνάμει ἐκ τοῦ πηι κατ᾽ ἐνέργειαν, ἧι αὐτὸ δυνάμει· τὸ δὲ πάντηι δυνάμει ὂν ἐκ τοῦ πάντηι κατ᾽ ἐνέργειαν ὄντος. 

αὐτὸ μὲν γὰρ ἑαυτὸ τὸ δυνάμει προάγειν εἰς ἐνέργειαν οὐ πέφυκεν, ἀτελὲς ὄν· εἰ γὰρ ἀτελὲς ὂν αἴτιον ἑαυτῶι γίνοιτο τοῦ τελείου καὶ κατ᾽ ἐνέργειαν, τὸ αἴτιον ἔσται τοῦ ἀπ᾽ αὐτοῦ γεγονότος ἀτελέστερον. οὐκ ἄρα τὸ δυνάμει, ἧι δυνάμει, ἑαυτῶι τοῦ κατ᾽ ἐνέργειαν αἴτιον· ἔσται γάρ, ἧι ἀτελές, τοῦ τελείου αἴτιον, εἴπερ τὸ δυνάμει πᾶν, ἧι δυνάμει, ἀτελές, τὸ δ᾽ ἐνεργείαι πᾶν, ἧι ἐνεργείαι, τέλειον. 

εἰ ἄρα ἔσται τὸ δυνάμει κατ᾽ ἐνέργειαν, ἀπ᾽ ἄλλου τινὸς ἕξει τὸ τέλειον· καὶ ἤτοι καὶ αὐτὸ δυνάμει <ἀλλ᾽ ἔσται οὕτω πάλιν τὸ ἀτελὲς τοῦ τελείου γεννητικόν> ἢ ἐνεργείαι, καὶ ἤτοι ἄλλο τι ἢ τοῦτο ὃ δυνάμει τὸ κατ᾽ ἐνέργειαν γινόμενον ἦν. ἀλλ᾽ εἰ μὲν ἄλλο τι ἐνεργείαι ὂν ποιεῖ, κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ποιοῦν οὐ τὸ δυνάμει τὸ ἐν θατέρωι ποιήσει ἐνεργείαι· οὐδὲ τοῦτο τοίνυν ἔσται κατ᾽ ἐνέργειαν, εἴπερ μή, ἧι δυνάμει ἔστι, ταύτηι γίνοιτο. 

λείπεται ἄρα ἐκ τοῦ κατ᾽ ἐνέργειαν ὄντος ὃ δυνάμει τί ἐστιν εἰς τὸ ἐνεργείαι μεταβάλλειν. 

 

78

Πᾶσα δύναμις ἢ τελεία ἐστὶν ἢ ἀτελής. 

ἡ μὲν γὰρ τῆς ἐνεργείας οἰστικὴ τελεία δύναμις· καὶ γὰρ ἄλλα ποιεῖ τέλεια διὰ τῶν ἑαυτῆς ἐνεργειῶν, τὸ δὲ τελειωτικὸν ἄλλων μειζόνως αὐτὸ τελειότερον. ἡ δὲ ἄλλου του δεομένη τοῦ κατ᾽ ἐνέργειαν προϋπάρχοντος, καθ᾽ ἣν δυνάμει τι ἔστιν, ἀτελής· δεῖται γὰρ τοῦ τελείου ἐν ἄλλωι ὄντος, ἵνα μετασχοῦσα ἐκείνου τελεία γένηται· καθ᾽ αὑτὴν ἄρα ἀτελής ἐστιν ἡ τοιαύτη δύναμις. 

ὥστε τελεία μὲν ἡ τοῦ κατ᾽ ἐνέργειαν δύναμις, ἐνεργείας οὖσα γόνιμος· ἀτελὴς δὲ ἡ τοῦ δυνάμει, παρ᾽ ἐκείνου κτωμένη τὸ τέλειον. 

 

79

Πᾶν τὸ γινόμενον ἐκ τῆς διττῆς γίνεται δυνάμεως. 

καὶ γὰρ αὐτὸ δεῖ ἐπιτήδειον εἶναι καὶ δύναμιν ἀτελῆ ἔχειν, καὶ τὸ ποιοῦν, κατ᾽ ἐνέργειαν ὃ τοῦτο δυνάμει ἐστὶν ὑπάρχον, δύναμιν προειληφέναι τελείαν. πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως τῆς ἐνούσης πρόεισιν· εἴτε γὰρ τὸ ποιοῦν μὴ ἔχοι δύναμιν, πῶς ἐνεργήσει καὶ ποιήσει εἰς ἄλλο; εἴτε τὸ γινόμενον μὴ ἔχοι τὴν κατ᾽ ἐπιτηδειότητα δύναμιν, πῶς ἂν γένοιτο; τὸ γὰρ ποιοῦν εἰς τὸ παθεῖν δυνάμενον ποιεῖ πᾶν, ἀλλ᾽ οὐκ εἰς τὸ τυχὸν καὶ ὃ μὴ πέφυκεν ὑπ᾽ αὐτοῦ πάσχειν. 

 

80

Πᾶν σῶμα πάσχειν καθ᾽ αὑτὸ πέφυκε, πᾶν δὲ ἀσώματον ποιεῖν, τὸ μὲν ἀδρανὲς ὂν καθ᾽ αὑτό, τὸ δὲ ἀπαθές· πάσχει δὲ καὶ τὸ ἀσώματον διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν, ὡς δύναται ποιεῖν καὶ τὰ σώματα διὰ τὴν τῶν ἀσωμάτων μετουσίαν. 

τὸ μὲν γὰρ σῶμα, ἧι σῶμα, διαιρετόν ἐστι μόνον, καὶ ταύτηι παθητόν, πάντηι ὂν μεριστόν, καὶ πάντηι εἰς ἄπειρον. τὸ δὲ ἀσώματον, ἁπλοῦν ὄν, ἀπαθές ἐστιν· οὔτε γὰρ διαιρεῖσθαι δύναται τὸ ἀμερὲς οὔτε ἀλλοιοῦσθαι τὸ μὴ σύνθετον. ἢ οὖν οὐδὲν ἔσται ποιητικὸν ἢ τὸ ἀσώματον, εἴπερ τὸ σῶμα, καθὸ σῶμα, οὐ ποιεῖ, πρὸς τὸ διαιρεῖσθαι μόνον καὶ πάσχειν ἐκκείμενον. 

ἐπεὶ καὶ πᾶν τὸ ποιοῦν δύναμιν ἔχει ποιητικήν· ἄποιον δὲ καὶ ἀδύναμον τὸ σῶμα καθ᾽ αὑτό· ὥστε οὐ καθὸ σῶμα ποιήσει, ἀλλὰ κατὰ τὴν τοῦ ποιεῖν ἐν αὐτῶι δύναμιν· μεθέξει ἄρα δυνάμεως ποιεῖ, ὅταν ποιῆι. καὶ μὴν καὶ τὰ ἀσώματα παθῶν μετέχει ἐν σώματι γενόμενα, συνδιαιρούμενα σώμασι καὶ ἀπολαύοντα τῆς μεριστῆς ἐκείνων φύσεως, ἀμερῆ ὄντα κατὰ τὴν ἑαυτῶν οὐσίαν. 

 

81

Πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, ἣν ἐνδίδωσι, τῶι μετέχοντι πάρεστιν. 

εἰ γὰρ καὶ αὐτὸ χωριστὸν ὑπάρχει τοῦ μετέχοντος καὶ οὐκ ἔστιν ἐν ἐκείνωι, ὡς τὴν ὑπόστασιν ἐν ἑαυτῶι κεκτημένον, δεῖ δή τινος αὐτοῖς μεσότητος συνεχούσης θάτερον πρὸς θάτερον, ὁμοιοτέρας τῶι μετεχομένωι καίτοι ἐν αὐτῶι τῶι μετέχοντι οὔσης. εἰ γὰρ ἐκεῖνο χωριστόν ἐστι, πῶς τοῦτο μετέχει, μήτε αὐτὸ ἐκεῖνο ἔχον μήτε ἄλλο ἀπ᾽ αὐτοῦ; δύναμις ἄρα ἀπ᾽ ἐκείνου καὶ ἔλλαμψις εἰς τὸ μετέχον προελθοῦσα συνάψει ἄμφω· καὶ τὸ μὲν ἔσται δι᾽ οὗ ἡ μέθεξις, τὸ δὲ μετεχόμενον, τὸ δὲ μετέχον. 

 

82

Πᾶν ἀσώματον, πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ὄν, ὑπ᾽ ἄλλων μετεχόμενον χωριστῶς μετέχεται. 

εἰ γὰρ ἀχωρίστως, ἡ ἐνέργεια αὐτοῦ οὐκ ἔσται χωριστὴ τοῦ μετέχοντος, ὥσπερ οὐδὲ ἡ οὐσία. εἰ δὲ τοῦτο, οὐκ ἐπιστρέψει πρὸς ἑαυτό· ἐπιστρέψαν γὰρ ἔσται τοῦ μετέχοντος χωρίς, ἄλλου ὄντος αὐτὸ ἄλλο ὄν. εἰ ἄρα δύναται πρὸς ἑαυτὸ ἐπιστρέφειν, χωριστῶς μετέχεται, ὅταν μετέχηται ὑπ᾽ ἄλλων. 

 

83

Πᾶν τὸ ἑαυτοῦ γνωστικὸν πρὸς ἑαυτὸ πάντηι ἐπιστρεπτικόν ἐστιν. 

ὅτι μὲν γὰρ τῆι ἐνεργείαι πρὸς ἑαυτὸ ἐπιστρέφει, γινῶσκον ἑαυτό, δῆλον· ἓν γάρ ἐστι τὸ γινῶσκον καὶ γινωσκόμενον, καὶ ἡ γνῶσις αὐτοῦ πρὸς ἑαυτὸ ὡς γνωστόν· ὡς μὲν γινώσκοντος, ἐνέργειά τις οὖσα· αὐτοῦ δὲ πρὸς ἑαυτό, διότι ἑαυτοῦ γνωστικόν ἐστιν. ἀλλὰ μὴν ὅτι καὶ τῆι οὐσίαι, εἰ τῆι ἐνεργείαι, δέδεικται· πᾶν γὰρ τὸ τῶι ἐνεργεῖν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ οὐσίαν ἔχει πρὸς ἑαυτὴν συννεύουσαν καὶ ἐν ἑαυτῆι οὖσαν. 

 

84

Πᾶν τὸ ἀεὶ ὂν ἀπειροδύναμόν ἐστιν. 

εἰ γὰρ ἀνέκλειπτός ἐστιν αὐτοῦ ἡ ὑπόστασις, καὶ ἡ δύναμις, καθ᾽ ἥν ἐστιν ὅ ἐστι καὶ εἶναι δύναται, ἄπειρός ἐστι. πεπερασμένη γὰρ οὖσα ἡ κατὰ τὸ εἶναι δύναμις ἀπολίποι ἄν ποτε· ἀπολιποῦσα δέ, καὶ τὸ εἶναι τοῦ ἔχοντος αὐτὴν ἀπολίποι καὶ οὐκέτ᾽ ἂν ἀεὶ ὂν ὑπάρχοι. δεῖ ἄρα τὴν τοῦ ἀεὶ ὄντος δύναμιν, τὴν συνέχουσαν αὐτὸ κατὰ τὴν οὐσίαν, ἄπειρον εἶναι. 

 

85

Πᾶν τὸ ἀεὶ γινόμενον ἄπειρον τοῦ γίνεσθαι δύναμιν ἔχει. 

εἰ γὰρ ἀεὶ γίνεται, ἀνέκλειπτός ἐστιν ἡ τῆς γενέσεως ἐν αὐτῶι δύναμις. πεπερασμένη γὰρ οὖσα, ἐν τῶι ἀπείρωι χρόνωι παύσεται· παυσαμένης δὲ τῆς τοῦ γίνεσθαι δυνάμεως παύσαιτο ἂν καὶ τὸ γινόμενον τὸ κατ᾽ αὐτὴν γινόμενον, καὶ οὐκέτ᾽ ἂν ἀεὶ γινόμενον εἴη. ἀλλὰ μὴν ἀεὶ ὑπόκειται γινόμενον· ἄπειρον ἄρα ἔχει τὴν τοῦ γίνεσθαι δύναμιν. 

 

86

Πᾶν τὸ ὄντως ὂν ἄπειρόν ἐστιν οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν δύναμιν μόνην. 

πᾶν μὲν γὰρ τὸ ἄπειρον ἢ ἐν ποσῶι ἐστιν ἢ ἐν πηλίκωι ἢ ἐν δυνάμει. τὸ δ᾽ ὄντως ὂν ἄπειρον μὲν ὡς ἄσβεστον ἔχον τὴν ζωὴν καὶ τὴν ὕπαρξιν ἀνέκλειπτον καὶ τὴν ἐνέργειαν ἀνελάττωτον· οὔτε δὲ διὰ μέγεθός ἐστιν ἄπειρον <ἀμέγεθες γὰρ τὸ ὄντως ὄν, αὐθυποστάτως ὄν· πᾶν γὰρ τὸ αὐθυποστάτως ὂν ἀμερές ἐστι καὶ ἁπλοῦν>, οὔτε διὰ πλῆθος <ἑνοειδέστατον γάρ, ἅτε ἐγγυτάτω τοῦ ἑνὸς τεταγμένον, καὶ τῶι ἑνὶ συγγενέστατον>, ἀλλὰ κατὰ τὴν δύναμιν ἄπειρον ἐκεῖνο. διὸ κατὰ ταὐτὸν ἀμερὲς ἐκεῖνο καὶ ἄπειρον· καὶ ὅσωι δὴ μᾶλλον ἓν καὶ μᾶλλον ἀμερές, τοσούτωι καὶ ἄπειρον μᾶλλον. ἡ γὰρ μεριζομένη δύναμις ἀσθενὴς ἤδη καὶ πεπερασμένη, καὶ αἵ γε πάντηι μερισταὶ δυνάμεις πεπερασμέναι πάντως εἰσίν· αἱ γὰρ ἔσχαται καὶ πορρωτάτω τοῦ ἑνὸς διὰ τὸν μερισμὸν πεπερασμέναι πάντως εἰσίν, αἱ δὲ πρῶται διὰ τὴν ἀμέρειαν ἄπειροι· ὁ μὲν γὰρ μερισμὸς διαφορεῖ καὶ ἐκλύει τὴν ἑκάστου δύναμιν, ἡ δὲ ἀμέρεια σφίγγουσα καὶ συσπειρῶσα ἀνέκλειπτον αὐτὴν καὶ ἀνελάττωτον ἐν ἑαυτῆι συνέχει. ἀλλὰ μὴν ἡ κατὰ μέγεθος ἀπειρία καὶ ἡ κατὰ πλῆθος στέρησίς ἐστι πάντηι τῆς ἀμερείας καὶ ἀπόπτωσις· ἐγγυτάτω μὲν γὰρ τοῦ ἀμεροῦς τὸ πεπερασμένον, πορρωτάτω δὲ τὸ ἄπειρον, πάντηι τοῦ ἑνὸς ἐκβεβηκός. οὐκ ἄρα τὸ κατὰ δύναμιν ἄπειρον ἐν ἀπείρωι κατὰ πλῆθός ἐστιν ἢ μέγεθος, εἴπερ ἡ μὲν ἄπειρος δύναμις τῆι ἀμερείαι σύνεστι, τὸ δὲ πλήθει ἢ μεγέθει ἄπειρον πορρωτάτω τοῦ ἀμεροῦς ἐστιν. εἰ οὖν τὸ ὂν μεγέθει ἦν ἢ πλήθει ἄπειρον, οὐκ ἂν ἀπειροδύναμον ἦν· ἀλλὰ μὴν ἀπειροδύναμόν ἐστιν· οὐκ ἄρα ἄπειρον κατὰ πλῆθός ἐστιν ἢ μέγεθος. 

 

87

Πᾶν μὲν τὸ αἰώνιον ὄν ἐστιν, οὐ πᾶν δὲ τὸ ὂν αἰώνιον. 

καὶ γὰρ τοῖς γενητοῖς ὑπάρχει πως τοῦ ὄντος μέθεξις, καθ᾽ ὅσον οὐκ ἔστι ταῦτα τὸ μηδαμῶς ὄν, εἰ δὲ μὴ ἔστι τὸ γινόμενον οὐδαμῶς ὄν, ἔστι πως ὄν. τὸ δὲ αἰώνιον οὐδαμῆι τοῖς γενητοῖς ὑπάρχει, καὶ μάλισθ᾽ ὅσα μηδὲ τῆς κατὰ χρόνον τὸν ὅλον ἀϊδιότητος μετείληφεν. ἀλλὰ μὴν πᾶν τὸ αἰώνιον ἀεὶ ἔστι· μετέχει γὰρ αἰῶνος, ὃς τὸ ἀεὶ εἶναι δίδωσιν ὑφ᾽ ὧν ἂν μετέχηται. 

τὸ ἄρα ὂν ὑπὸ πλειόνων μετέχεται ἢ ὁ αἰών. ἐπέκεινα ἄρα τοῦ αἰῶνος τὸ ὄν· οἷς μὲν γὰρ αἰῶνος μέτεστι, καὶ τοῦ ὄντος· οἷς δὲ τοῦ ὄντος, οὐ πᾶσι καὶ αἰῶνος. 

 

88

Πᾶν τὸ ὄντως ὂν ἢ πρὸ αἰῶνός ἐστιν ἢ ἐν τῶι αἰῶνι ἢ μετέχον αἰῶνος. 

ὅτι μὲν γάρ ἐστι πρὸ αἰῶνος, δέδεικται. ἀλλὰ μὴν καὶ ἐν τῶι αἰῶνι· ὁ γὰρ αἰὼν τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει. καὶ μετέχον αἰῶνος· τὸ γὰρ αἰώνιον πᾶν μεθέξει καὶ τοῦ ἀεὶ καὶ τοῦ ὄντος αἰώνιον λέγεται. τοῦτο μὲν γὰρ κατὰ μέθεξιν ἄμφω ἔχει, καὶ τὸ ἀεὶ καὶ τὸ ὄν· ὁ δὲ αἰὼν τὸ μὲν ἀεὶ πρώτως, τὸ δὲ ὂν κατὰ μέθεξιν· τὸ δὲ ὂν αὐτὸ πρώτως ὄν ἐστιν. 

 

89

Πᾶν τὸ ὄντως ὂν ἐκ πέρατός ἐστι καὶ ἀπείρου. 

εἰ γὰρ ἀπειροδύναμόν ἐστι, δῆλον ὅτι ἄπειρόν ἐστι, καὶ ταύτηι ἐκ τοῦ ἀπείρου ὑφέστηκεν. εἰ δὲ ἀμερὲς καὶ ἑνοειδές, ταύτηι πέρατος μετείληφε· τὸ γὰρ ἑνὸς μετασχὸν πεπέρασται. ἀλλὰ μὴν ἀμερὲς ἅμα καὶ ἀπειροδύναμόν ἐστιν. ἐκ πέρατος ἄρα ἐστὶ καὶ ἀπείρου πᾶν τὸ ὄντως ὄν. 

 

90

Πάντων τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ᾽ αὑτὰ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία. 

εἰ γὰρ τῶν τινὸς ὄντων τὰ ἐφ᾽ ἑαυτῶν ὄντα προϋφέστηκεν ὡς κοινὰ πάντων καὶ ἀρχηγικὰ αἴτια καὶ μὴ τινῶν, ἀλλὰ πάντων ἁπλῶς, δεῖ πρὸ τοῦ ἐξ ἀμφοῖν εἶναι τὸ πρῶτον πέρας καὶ τὸ πρώτως ἄπειρον. τὸ γὰρ ἐν τῶι μικτῶι πέρας ἀπειρίας ἐστὶ μετειληφὸς καὶ τὸ ἄπειρον πέρατος· τὸ δὲ πρῶτον ἑκάστου οὐκ ἄλλο ἐστὶν ἢ ὅ ἐστιν· οὐκ ἄρα δεῖ περατοειδὲς εἶναι τὸ πρώτως ἄπειρον καὶ ἀπειροειδὲς τὸ πρῶτον πέρας· πρὸ τοῦ μικτοῦ ἄρα ταῦτα πρώτως. 

 

91

Πᾶσα δύναμις ἢ πεπερασμένη ἐστὶν ἢ ἄπειρος· ἀλλ᾽ ἡ μὲν πεπερασμένη πᾶσα ἐκ τῆς ἀπείρου δυνάμεως ὑφέστηκεν, ἡ δὲ ἄπειρος δύναμις ἐκ τῆς πρώτης ἀπειρίας. 

αἱ μὲν γὰρ ποτὲ οὖσαι δυνάμεις πεπερασμέναι εἰσί, τῆς τοῦ ἀεὶ εἶναι ἀπειρίας ἀποπεσοῦσαι· αἱ δὲ τῶν ἀεὶ ὄντων ἄπειροι, μηδέποτε τὴν ἑαυτῶν ἀπολείπουσαι ὕπαρξιν. 

 

92

Πᾶν τὸ πλῆθος τῶν ἀπείρων δυνάμεων μιᾶς ἐξῆπται τῆς πρώτης ἀπειρίας, ἥτις οὐχ ὡς μετεχομένη δύναμίς ἐστιν, οὐδὲ ἐν τοῖς δυναμένοις ὑφέστηκεν, ἀλλὰ καθ᾽ αὑτήν, οὐ τινὸς οὖσα δύναμις τοῦ μετέχοντος, ἀλλὰ πάντων αἰτία τῶν ὄντων. 

εἰ γὰρ καὶ τὸ ὂν αὐτὸ τὸ πρῶτον ἔχει δύναμιν, ἀλλ᾽ οὐκ ἔστιν ἡ αὐτοδύναμις. ἔχει γὰρ καὶ πέρας· ἡ δὲ πρώτη δύναμις ἀπειρία ἐστίν. αἱ γὰρ ἄπειροι δυνάμεις διὰ μετουσίαν ἀπειρίας ἄπειροι· ἡ οὖν αὐτοαπειρία πρὸ πασῶν ἔσται δυνάμεων, δι᾽ ἣν καὶ τὸ ὂν ἀπειροδύναμον καὶ πάντα μετέσχεν ἀπειρίας. οὔτε γὰρ τὸ πρῶτον ἡ ἀπειρία <μέτρον γὰρ πάντων ἐκεῖνο, τἀγαθὸν ὑπάρχον καὶ ἕν> οὔτε τὸ ὄν <ἄπειρον γὰρ τοῦτο, ἀλλ᾽ οὐκ ἀπειρί>α· μεταξὺ ἄρα τοῦ πρώτου καὶ τοῦ ὄντος ἡ ἀπειρία, πάντων αἰτία τῶν ἀπειροδυνάμων καὶ αἰτία πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας. 

 

93

Πᾶν τὸ ἄπειρον ἐν τοῖς οὖσιν οὔτε τοῖς ὑπερκειμένοις ἄπειρόν ἐστιν οὔτε ἑαυτῶι. 

ὧι γὰρ ἄπειρον ἕκαστον, τούτωι καὶ ἀπερίγραφον ὑπάρχει. 

πᾶν δὲ ἐν ἐκείνοις ἑαυτῶι τε ὥρισται καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι. 

μόνοις δὴ λείπεται τοῖς καταδεεστέροις ἄπειρον εἶναι τὸ ἐν ἐκείνοις ἄπειρον, ὧν ὑπερήπλωται τῆι δυνάμει τοσοῦτον ὥστε πᾶσιν αὐτοῖς ἀπερίληπτον ὑπάρχειν. κἂν γὰρ ἐφ᾽ ὁσονοῦν ἐκεῖνα πρὸς αὐτὸ ἀνατείνηται, ἀλλ᾽ ἔχει τι πάντως ἀπ᾽ αὐτῶν ἐξηιρημένον· κἂν εἰσίηι πάντα εἰς αὐτό, ἀλλ᾽ ἔχει τι κρύφιον τοῖς δευτέροις καὶ ἀκατάληπτον· κἂν ἐξελίττηι τὰς ἐν αὐτῶι δυνάμεις, ἀλλ᾽ ἔχει τι δι᾽ ἕνωσιν ἀνυπέρβλητον, συνεσπειραμένον, ἐκβεβηκὸς τῆς ἐκείνων ἀνελίξεως. ἑαυτὸ δὲ συνέχον καὶ ὁρίζον οὐκ ἂν ἑαυτῶι ἄπειρον ὑπάρχοι· οὐδὲ πολλῶι μᾶλλον τοῖς ὑπερκειμένοις, μοῖραν ἔχον τῆς ἐν ἐκείνοις ἀπειρίας· ἀπειρότεραι γὰρ αἱ τῶν ὁλικωτέρων δυνάμεις, ὁλικώτεραι οὖσαι καὶ ἐγγυτέρω τεταγμέναι τῆς πρωτίστης ἀπειρίας. 

 

94

Πᾶσα μὲν ἀϊδιότης ἀπειρία τίς ἐστιν· οὐ πᾶσα δὲ ἀπειρία ἀϊδιότης. 

πολλὰ γὰρ τῶν ἀπείρων οὐ διὰ τὸ ἀεὶ ἔχει τὸ ἄπειρον, ὥσπερ καὶ ἡ κατὰ τὸ ποσὸν ἀπειρία καὶ ἡ κατὰ τὸ πηλίκον καὶ ἡ τῆς ὕλης ἀπειρία καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ διὰ τὸ ἀδιεξίτητον ἄπειρον ὑπάρχον ἢ διὰ τὸ ἀόριστον τῆς οὐσίας. 

ὅτι δὲ ἡ ἀϊδιότης ἀπειρία δῆλον· τὸ γὰρ μηδέποτε ἐπιλεῖπον ἄπειρον· τοῦτο δὲ τὸ ἀεί, τὴν ὑπόστασιν ἀνέκλειπτον ἔχον. 

ἡ ἄρα ἀπειρία πρὸ τῆς ἀϊδιότητός ἐστι· τὸ γὰρ πλειόνων ὑποστατικὸν καὶ ὁλικώτερον αἰτιώτερόν ἐστιν. ἐπέκεινα ἄρα τοῦ αἰῶνος ἡ πρώτη ἀπειρία καὶ ἡ αὐτοαπειρία πρὸ αἰῶνος. 

 

95

Πᾶσα δύναμις ἑνικωτέρα οὖσα τῆς πληθυνομένης ἀπειροτέρα. 

εἰ γὰρ ἡ πρώτη ἀπειρία τοῦ ἑνὸς ἐγγυτάτω, καὶ τῶν δυνάμεων ἡ τῶι ἑνὶ συγγενεστέρα τῆς ἀφισταμένης ἐκείνου μειζόνως ἄπειρος· πληθυνομένη γὰρ ἀπόλλυσι τὸ ἑνοειδές, ἐν ὧι μένουσα τὴν πρὸς τὰς ἄλλας εἶχεν ὑπεροχήν, συνεχομένη διὰ τὴν ἀμέρειαν. καὶ γὰρ ἐν τοῖς μεριστοῖς αἱ δυνάμεις συναγόμεναι μὲν πολλαπλασιάζονται, μεριζόμεναι δὲ ἀμυδροῦνται. 

 

96

Παντὸς πεπερασμένου σώματος ἡ δύναμις, ἄπειρος οὖσα, ἀσώματός ἐστιν. 

εἰ γὰρ σωματική, εἰ μὲν τὸ σῶμα τοῦτο ἄπειρον, ἔσται ἐν πεπερασμένωι ἄπειρον. εἰ δὲ πεπερασμένον, οὐ καθὸ σῶμα ἄρα, κατὰ τοῦτο δύναμίς ἐστιν· εἰ γάρ, ἧι σῶμα, πεπέρασται, ἧι δὲ δύναμις, ἄπειρος, οὐκ ἔσται, καθὸ σῶμα, δύναμις. ἀσώματος ἄρα ἡ ἐν τῶι πεπερασμένωι σώματι δύναμις ἐνοῦσα ἄπειρος. 

 

97

Πᾶν τὸ καθ᾽ ἑκάστην σειρὰν ἀρχικὸν αἴτιον τῆι σειρᾶι πάσηι τῆς ἑαυτοῦ μεταδίδωσιν ἰδιότητος· καὶ ὅ ἐστιν ἐκεῖνο πρώτως, τοῦτό ἐστιν αὔτη καθ᾽ ὕφεσιν. 

εἰ γὰρ ἡγεῖται τῆς ὅλης σειρᾶς, καὶ πάντα τὰ σύστοιχα πρὸς αὐτὸ συντέτακται, δῆλον δὴ ὅτι πᾶσι τὴν μίαν ἰδέαν, καθ᾽ ἣν ὑπὸ τὴν αὐτὴν τέτακται σειράν, ἐκεῖνο δίδωσιν. ἢ γὰρ ἀναιτίως πάντα τῆς πρὸς ἐκεῖνο μετέσχεν ὁμοιότητος ἢ ἀπ᾽ ἐκείνου τὸ ταὐτὸν ἐν πᾶσιν. ἀλλὰ τὸ ἀναιτίως ἀδύνατον· τὸ γὰρ ἀναιτίως καὶ αὐτόματον· τὸ δὲ αὐτόματον ἐν οἷς τάξις ἐστὶ καὶ ἀλληλουχία καὶ τὸ ἀεὶ ὡσαύτως οὐκ ἄν ποτε γένοιτο. ἀπ᾽ ἐκείνου ἄρα τὴν ἰδιότητα τῆς ἐκείνου ὑποστάσεως πᾶσα δέχεται ἡ σειρά. 

εἰ δὲ ἀπ᾽ ἐκείνου, φανερὸν ὅτι μετὰ ὑφέσεως καὶ τῆς προςηκούσης τοῖς δευτέροις ὑποβάσεως. ἢ γὰρ ὁμοίως ἔν τε τῶι ἡγουμένωι καὶ ἐν τοῖς ἄλλοις ἡ ἰδιότης ὑπάρχει>καὶ πῶς ἔτι τὸ μὲν ἡγεῖται, τὰ δὲ μετ᾽ ἐκεῖνο τὴν ὑπόστασιν ἔλαχεν; <ἢ ἀνομοίως· καὶ εἰ τοῦτο, δῆλον ὡς ἀφ᾽ ἑνὸς τῶι πλήθει τὸ ταὐτόν, ἀλλ᾽ οὐκ ἔμπαλιν, καὶ δευτέρως ἔστιν ἐν τῶι πλήθει τὸ πρώτως ἐν τῶι ἑνὶ προϋπάρχον ἰδίωμα τῆς σειρᾶς ἐξαίρετον. 

 

98

Πᾶν αἴτιον χωριστὸν πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. 

τῆι μὲν γὰρ μεταδόσει τῆς ἑαυτοῦ δυνάμεώς ἐστι πανταχοῦ· τοῦτο γάρ ἐστιν αἴτιον, τὸ πληρωτικὸν τῶν μεταλαγχάνειν αὐτοῦ πεφυκότων καὶ ἀρχικὸν τῶν δευτέρων πάντων καὶ παρὸν πᾶσι ταῖς τῶν ἐλλάμψεων γονίμοις προόδοις. τῆι δὲ ἀμίκτωι πρὸς τὰ ἐν τόπωι ὄντα οὐσίαι καὶ τῆι ἐξηιρημένηι καθαρότητι οὐδαμοῦ ἐστιν· εἰ γὰρ χωριστόν ἐστι τῶν ἀποτελεσμάτων, ὑπερίδρυται πάντων ὡσαύτως καὶ ἐν οὐδενί ἐστι τῶν ἑαυτοῦ καταδεεστέρων. εἴτε γὰρ πανταχοῦ μόνον ἦν, αἴτιον μὲν εἶναι οὐκ ἐκωλύετο καὶ ἐν πᾶσιν εἶναι τοῖς μετέχουσι, πρὸ πάντων δὲ οὐκ ἂν ἦν χωριστῶς· εἴτε οὐδαμοῦ, τοῦ πανταχοῦ χωρίς, πρὸ πάντων μὲν εἶναι οὐκ ἐκωλύετο καὶ μηδενὸς εἶναι τῶν ὑποδεεστέρων, ἐν πᾶσι δὲ οὐκ ἂν ἦν ὡς τὰ αἴτια πέφυκεν ἐν τοῖς αἰτιατοῖς εἶναι, ταῖς ἑαυτῶν ἀφθόνοις μεταδόσεσιν. ἵν᾽ οὖν καὶ αἴτιον ὑπάρχον ἐν πᾶσιν ἦι τοῖς δυναμένοις μετέχειν, καὶ χωριστὸν ὂν ἐφ᾽ ἑαυτοῦ πρὸ πάντων ἦι τῶν ἀπ᾽ αὐτοῦ πληρουμένων, πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. 

καὶ οὐ μέρει μὲν πανταχοῦ, μέρει δὲ οὐδαμοῦ· οὕτως γὰρ ἂν αὐτὸ ἑαυτοῦ διεσπασμένον εἴη καὶ χωρίς, εἴπερ τὸ μὲν αὐτοῦ πανταχοῦ καὶ ἐν πᾶσι, τὸ δὲ οὐδαμοῦ καὶ πρὸ τῶν πάντων· ἀλλ᾽ ὅλον πανταχοῦ, καὶ οὐδαμοῦ ὡσαύτως. καὶ γὰρ τὰ μετέχειν αὐτοῦ δυνάμενα ὅλωι ἐντυγχάνει καὶ ὅλον ἑαυτοῖς εὑρίσκει παρόν, κἀκεῖνο ὅλον ἐξήιρηται· τὸ γὰρ μετασχὸν οὐκ ἐκεῖνο ἐν ἑαυτῶι κατέταξεν, ἀλλ᾽ ἀπ᾽ ἐκείνου μετέσχεν ὅσον χωρῆσαι δεδύνηται. καὶ οὔτε τῶι μεταδιδόναι ἑαυτοῦ στενοχωρεῖται ταῖς τῶν πλειόνων μεθέξεσι, χωρὶς ὄν· οὔτε τὰ μετέχοντα ἐλλιπῶς μεταλαγχάνει, πανταχοῦ ὄντος τοῦ μεταδιδόντος. 

 

99

Πᾶν ἀμέθεκτον, ἧι ἀμέθεκτόν ἐστι, ταύτηι ἀπ᾽ ἄλλης αἰτίας οὐχ ὑφίσταται, ἀλλ᾽ αὐτὸ ἀρχή ἐστι καὶ αἰτία τῶν μετεχομένων πάντων· καὶ οὕτως ἀρχὴ πᾶσα καθ᾽ ἑκάστην σειρὰν ἀγένητος. 

εἰ γάρ ἐστιν ἀμέθεκτον, ἐν τῆι οἰκείαι σειρᾶι τὸ πρωτεῖον ἔλαχε, καὶ οὐ πρόεισιν ἀπ᾽ ἄλλων· οὐ γὰρ ἂν εἴη πρῶτον ἔτι, τὴν ἰδιότητα ταύτην, καθ᾽ ἥν ἐστιν ἀμέθεκτον, παρ᾽ ἄλλου τινὸς ὑποδεχόμενον. εἰ δὲ ἄλλων ἐστὶ καταδεέστερον καὶ ἀπ᾽ ἐκείνων πρόεισιν, οὐχ ἧι ἀμέθεκτόν ἐστι, ταύτηι πρόεισιν, ἀλλ᾽ ἧι μετέχον. 

ἀφ᾽ ὧν γὰρ ὥρμηται, τούτων δήπου μετέχει, καὶ ὧν μετέχει, ταῦτα οὐκ ἔστι πρώτως· ὃ δὲ ἀμεθέκτως ἐστί, τοῦτο πρώτως ἐστίν· οὐκ ἄρα ἧι ἀμέθεκτον, ταύτηι ἀπ᾽ αἰτίας ἐστίν. ἧι μὲν γὰρ ἀπ᾽ αἰτίας, μετέχον ἐστὶ καὶ οὐκ ἀμέθεκτον· ἧι δὲ ἀμέθεκτον, μετεχομένων αἴτιον, ἀλλ᾽ οὐκ αὐτὸ μετέχον ἄλλων. 

 

100

Πᾶσα μὲν σειρὰ τῶν ὅλων εἰς ἀμέθεκτον ἀρχὴν καὶ αἰτίαν ἀνατείνεται, πάντα δὲ τὰ ἀμέθεκτα τῆς μιᾶς ἐξέχεται τῶν πάντων ἀρχῆς. 

εἰ γὰρ ἑκάστη σειρὰ ταὐτόν τι πέπονθεν, ἔστι τι ἐν ἑκάστηι ἡγεμονοῦν τὸ τῆς ταυτότητος αἴτιον· ὡς γὰρ τὰ ὄντα πάντα ἀφ᾽ ἑνός, οὕτω καὶ πᾶσα σειρὰ ἀφ᾽ ἑνός. 

πᾶσαι δὲ αὖ αἱ ἀμέθεκτοι μονάδες εἰς τὸ ἓν ἀνάγονται, διότι πᾶσαι τῶι ἑνὶ ἀνάλογον· ἧι οὖν ταὐτόν τι καὶ αὗται πεπόνθασι, τὴν πρὸς τὸ ἓν ἀναλογίαν, ταύτηι εἰς τὸ ἓν αὐταῖς ἡ ἀναγωγὴ γίνεται. καὶ ἧι μὲν ἀπὸ τοῦ ἑνὸς πᾶσαι, οὐδεμία τούτων ἀρχή ἐστιν, ἀλλ᾽ ὡς ἀπ᾽ ἀρχῆς ἐκείνης· ἧι δὲ ἑκάστη ἀμέθεκτος, ταύτηι ἀρχὴ ἑκάστη. τινῶν οὖν ἀρχαὶ οὖσαι τῆς πάντων ἀρχῆς ἐξέχονται. πάντων γὰρ ἀρχή ἐστιν ἧς πάντα μετείληφε· μετείληφε δὲ μόνου πάντα τοῦ πρώτου, τῶν δὲ ἄλλων οὐ πάντα, ἀλλὰ τινά. διὸ καὶ τὸ ἁπλῶς πρῶτον ἐκεῖνο, τὰ δὲ ἄλλα πρὸς τινὰ μὲν τάξιν ἐστὶ πρῶτα, ἁπλῶς δὲ οὐ πρῶτα. 

 

101

Πάντων τῶν νοῦ μετεχόντων ἡγεῖται ὁ ἀμέθεκτος νοῦς, καὶ τῶν τῆς ζωῆς ἡ ζωή, καὶ τῶν τοῦ ὄντος τὸ ὄν· αὐτῶν δὲ τούτων τὸ μὲν ὂν πρὸ τῆς ζωῆς, ἡ δὲ ζωὴ πρὸ τοῦ νοῦ. 

διότι μὲν γὰρ ἐν ἑκάστηι τάξει τῶν ὄντων πρὸ τῶν μετεχομένων ἐστὶ τὰ ἀμέθεκτα, δεῖ πρὸ τῶν νοερῶν εἶναι τὸν νοῦν καὶ πρὸ τῶν ζώντων τὴν ζωὴν καὶ πρὸ τῶν ὄντων τὸ ὄν. διότι δὲ προηγεῖται τὸ τῶν πλειόνων αἴτιον ἢ τὸ τῶν ἐλαττόνων, ἐν ἐκείνοις τὸ μὲν ὂν ἔσται πρώτιστον· πᾶσι γὰρ πάρεστιν, οἷς ζωὴ καὶ νοῦς <ζῶν γὰρ πᾶν καὶ νοήσεως μετέχον ἔστιν ἐξ ἀνάγκη>ς, οὐκ ἔμπαλιν δέ <οὐ γὰρ τὰ ὄντα πάντα ζῆι καὶ νοε>ῖ. δευτέρα δὲ ἡ ζωή· πᾶσι γάρ, οἷς νοῦ μέτεστι, καὶ ζωῆς μέτεστιν, οὐκ ἔμπαλιν δέ· πολλὰ γὰρ ζῆι μέν, γνώσεως δὲ ἄμοιρα ἀπολείπεται. τρίτος δὲ ὁ νοῦς· πᾶν γὰρ τὸ γνωστικὸν ὁπωσοῦν καὶ ζῆι καὶ ἔστιν. 

εἰ οὖν πλειόνων αἴτιον τὸ ὄν, ἐλαττόνων δὲ ἡ ζωή, καὶ ἔτι ἐλαττόνων ὁ νοῦς, πρώτιστον τὸ ὄν, εἶτα ζωή, εἶτα νοῦς. 

 

102

Πάντα μὲν τὰ ὁπωσοῦν ὄντα ἐκ πέρατός ἐστι καὶ ἀπείρου διὰ τὸ πρώτως ὄν· πάντα δὲ τὰ ζῶντα ἑαυτῶν κινητικά ἐστι διὰ τὴν ζωὴν τὴν πρώτην· πάντα δὲ τὰ γνωστικὰ γνώσεως μετέχει διὰ τὸν νοῦν τὸν πρῶτον. 

εἰ γὰρ τὸ καθ᾽ ἑκάστην σειρὰν ἀμέθεκτον τῆς οἰκείας ἰδιότητος πᾶσι τοῖς ὑπὸ τὴν αὐτὴν σειρὰν μεταδίδωσι, δῆλον δὴ ὅτι καὶ τὸ ὂν τὸ πρώτιστον μεταδίδωσι πᾶσι πέρατος ἅμα καὶ ἀπειρίας, μικτὸν ὑπάρχον ἐκ τούτων πρώτως· καὶ ἡ ζωὴ τῆς παρ᾽ ἑαυτῆι κινήσεως <καὶ γὰρ ἡ ζωὴ πρώτη πρόοδός ἐστι καὶ κίνησις ἀπὸ τῆς μονίμου τοῦ ὄντος ὑποστάσεω>ς· καὶ ὁ νοῦς τῆς γνώσεως <πάσης γὰρ γνώσεως ἡ ἀκρότης ἐστὶν ἐν νῶι, καὶ νοῦς τὸ πρώτως γνωστικόν>. 

 

103

Πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστωι· καὶ γὰρ ἐν τῶι ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῆι ζωῆι τὸ εἶναι καὶ τὸ νοεῖν, καὶ ἐν τῶι νῶι τὸ εἶναι καὶ τὸ ζῆν, ἀλλ᾽ ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ ὄντως ὄντα πάντα. 

ἐπεὶ γὰρ ἕκαστον ἢ κατ᾽ αἰτίαν ἔστιν ἢ καθ᾽ ὕπαρξιν ἢ κατὰ μέθεξιν, ἔν τε τῶι πρώτωι τὰ λοιπὰ κατ᾽ αἰτίαν ἔστι, καὶ ἐν τῶι μέσωι τὸ μὲν πρῶτον κατὰ μέθεξιν τὸ δὲ τρίτον κατ᾽ αἰτίαν, καὶ ἐν τῶι τρίτωι τὰ πρὸ αὐτοῦ κατὰ μέθεξιν, καὶ ἐν τῶι ὄντι ἄρα ζωὴ προείληπται καὶ νοῦς, ἑκάστου δὲ κατὰ τὴν ὕπαρξιν χαρακτηριζομένου καὶ οὔτε κατὰ τὴν αἰτίαν <ἄλλων γάρ ἐστιν αἴτιον> οὔτε κατὰ τὴν μέθεξιν <ἀλλαχόθεν γὰρ ἔχει τοῦτο, οὗ μετείληφεν>, ὄντως ἐστὶν ἐκεῖ καὶ τὸ ζῆν καὶ τὸ νοεῖν, ζωὴ οὐσιώδης καὶ νοῦς οὐσιώδης· καὶ ἐν τῆι ζωῆι κατὰ μέθεξιν μὲν τὸ εἶναι, κατ᾽ αἰτίαν δὲ τὸ νοεῖν, ἀλλὰ ζωτικῶς ἑκάτερον <κατὰ τοῦτο γὰρ ἡ ὕπαρξι>ς· καὶ ἐν τῶι νῶι καὶ ἡ ζωὴ καὶ ἡ οὐσία κατὰ μέθεξιν, καὶ νοερῶς ἑκάτερον <καὶ γὰρ τὸ εἶναι τοῦ νοῦ γνωστικὸν καὶ ἡ ζωὴ γνῶσι>ς. 

 

104

Πᾶν τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν αἰώνιον ἔχει. 

εἰ γὰρ πρώτως μεταλαγχάνει τῆς τοῦ αἰῶνος ἰδιότητος, οὐ τῆι μὲν αὐτοῦ μετέχει τῆι δὲ οὔ, ἀλλὰ πάντηι μετέχει. ἢ γὰρ κατὰ τὴν ἐνέργειαν μετέχον οὐ μετέχει κατὰ τὴν οὐσίαν <ἀλλ᾽ ἀδύνατον· ἡ γὰρ ἐνέργεια κρείττων ἔσται τῆς οὐσία>ς· ἢ κατ᾽ οὐσίαν μετέχον οὐ μετέχει κατὰ τὴν ἐνέργειαν, καὶ ἔσται πρώτως αἰώνιον τὸ αὐτὸ καὶ χρόνου μετέχον πρώτως, καὶ χρόνος μέν τινων μετρήσει τὴν ἐνέργειαν πρώτως, αἰὼν δὲ οὐδενός, ὁ παντὸς χρόνου κρείττων, εἴπερ τὸ πρώτως αἰώνιον οὐ συνέχεται κατ᾽ ἐνέργειαν ὑπὸ αἰῶνος. ἅπαν ἄρα τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν ἔχει καὶ τὴν ἐνέργειαν αἰώνιον. 

 

105

Πᾶν τὸ ἀθάνατον ἀΐδιον· οὐ πᾶν δὲ τὸ ἀΐδιον ἀθάνατον. 

εἰ γὰρ ἀθάνατόν ἐστι τὸ ἀεὶ ζωῆς μετέχον, τὸ δὲ ἀεὶ ζωῆς μετέχον καὶ τοῦ εἶναι μετέχει, καὶ τὸ ἀεὶ ζῶν ἀεὶ ἔστιν· ὥστε τὸ ἀθάνατον πᾶν ἀΐδιον <ἔστι γὰρ τὸ ἀθάνατον τὸ ἄδεκτον θανάτου καὶ ἀεὶ ζῶν, ἀΐδιον δὲ τὸ ἄδεκτον τοῦ μὴ εἶναι καὶ ἀεὶ ὄν>. 

εἰ δὲ πολλὰ τῶν ὄντων ἐστὶ καὶ κρείττονα καὶ χείρονα τῆς ζωῆς, ἄδεκτα ὄντα τοῦ ἀθανάτου, ἀεὶ δὲ ὄντα, οὐ πᾶν ἄρα τὸ ἀΐδιον ἀθάνατόν ἐστιν. ἀλλὰ μὴν ὅτι πολλὰ ἀεὶ ὄντα οὐκ ἀθάνατά ἐστι, δῆλον· ἔστι γάρ τινα τῶν ὄντων ἄμοιρα μὲν ζωῆς, ἀεὶ δὲ ὄντα καὶ ἀνώλεθρα. ὡς γὰρ ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως τὸ ἀΐδιον πρὸς τὸ ἀθάνατον <ἡ γὰρ ἀναφαίρετος ζωὴ τὸ ἀθάνατόν ἐστι, καὶ τὸ ἀναφαιρέτως ὂν ἀΐδιον>· τὸ δὲ ὂν τῆς ζωῆς περιληπτικώτερον· καὶ τοῦ ἀθανάτου ἄρα τὸ ἀΐδιον. 

 

106

Παντὸς τοῦ πάντηι αἰωνίου κατά τε οὐσίαν καὶ ἐνέργειαν καὶ τοῦ τὴν οὐσίαν ἔχοντος ἐν χρόνωι μέσον ἐστὶ τὸ πῆι μὲν αἰώνιον, πῆι δὲ χρόνωι μετρούμενον. 

τὸ γὰρ τὴν οὐσίαν ἔχον ὑπὸ χρόνου περιεχομένην κατὰ πάντα ἐστὶν ἔγχρονον <πολλῶι γὰρ πρότερον τοῦτο καὶ τὴν ἐνέργειαν ἔγχρονον ἔλαχ>ε· τὸ δὲ κατὰ πάντα ἔγχρονον τῶι κατὰ πάντα αἰωνίωι πάντηι ἀνόμοιον· αἱ δὲ πρόοδοι πᾶσαι διὰ τῶν ὁμοίων· ἔστιν ἄρα τι μεταξὺ τούτων. ἢ οὖν τῆι οὐσίαι αἰώνιον, τῆι ἐνεργείαι δὲ ἔγχρονον τὸ μέσον, ἢ ἀνάπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον· ἔσται γὰρ τῆς οὐσίας ἡ ἐνέργεια κρείττων. 

λείπεται δὴ θάτερον εἶναι τὸ μέσον. 

 

107

Πᾶν τὸ πῆι μὲν αἰώνιον, πῆι δὲ ἔγχρονον, ὄν τέ ἐστιν ἅμα καὶ γένεσις. 

καὶ γὰρ τὸ αἰώνιον πᾶν ὄν ἐστι, καὶ τὸ μετρούμενον ὑπὸ χρόνου γένεσις· ὥστ᾽ εἰ τὸ αὐτὸ χρόνου μετέχει καὶ αἰῶνος, οὐ κατὰ τὸ αὐτὸ δέ, καὶ τὸ αὐτὸ ἔσται ὄν τε καὶ γένεσις, οὐ καθ᾽ ἓν ἄμφω. 

ἐκ δὴ τούτων φανερὸν ὅτι ἡ μὲν γένεσις, καὶ τὴν οὐσίαν ἔγχρονον ἔχουσα, ἀνήρτηται εἰς τὸ πῆι μὲν ὄντος, πῆι δὲ γενέσεως κοινωνοῦν, αἰῶνος ἅμα καὶ χρόνου μετέχον· τοῦτο δὲ εἰς τὸ κατὰ πάντα αἰώνιον· τὸ δὲ κατὰ πάντα αἰώνιον εἰς τὸν αἰῶνα· ὁ δὲ αἰὼν εἰς τὸ ὂν τὸ προαιώνιον. 

 

108

Πᾶν τὸ ἐν ἑκάστηι τάξει μερικὸν διχῶς μετέχειν δύναται τῆς ἐν τῆι προσεχῶς ὑπερκειμένηι διακοσμήσει μονάδος· ἢ διὰ τῆς οἰκείας ὁλότητος, ἢ διὰ τοῦ ἐν ἐκείνηι μερικοῦ καὶ συστοίχου πρὸς αὐτὸ κατὰ τὴν πρὸς ὅλην τὴν σειρὰν ἀναλογίαν. 

εἰ γὰρ δι᾽ ὁμοιότητος ἡ ἐπιστροφὴ πᾶσι, καὶ ἔστι τῶι ἐν τῆι ὑπερκειμένηι τάξει μοναδικῶι καὶ ὅλωι τὸ ἐν τῆι καταδεεστέραι μερικὸν ἀνόμοιον καὶ ὡς ὅλωι μερικὸν καὶ ὡς τάξεως ἄλλης καὶ ἄλλης, πρὸς δὲ τὸ ἐκ τῆς αὐτῆς σειρᾶς ὅλον ὅμοιον διὰ τὴν τῆς ἰδιότητος κοινωνίαν καὶ πρὸς τὸ τῆς ὑπερκειμένης προσεχῶς ὁμοταγὲς διὰ τὴν ἀνάλογον ὑπόστασιν, δῆλον δὴ ὅτι διὰ τούτων αὐτῶι μέσων ἡ πρὸς ἐκεῖνο γίνεσθαι πέφυκεν ἐπιστροφὴ ὡς δι᾽ ὁμοίων, ἀνόμοιον <ὄν>. τὸ μὲν γὰρ ὡς μερικῶι μερικὸν ὅμοιον, τὸ δὲ ὡς τῆς αὐτῆς ὂν σειρᾶς οἰκεῖον· ἐκεῖνο δὲ τὸ τῆς ὑπερκειμένης ὅλον κατ᾽ ἀμφότερα ἀνόμοιον. 

 

109

Πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῶι μερικῆς ἑνάδος· καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ· καὶ πᾶσα σώματος μερικὴ φύσις διά τε τῆς ὅλης φύσεως καὶ μερικῆς ψυχῆς μετέχει τῆς ὅλης ψυχῆς. 

πᾶν γὰρ μερικὸν μετέχει τῆς ἐν τῆι ὑπερκειμένηι τάξει μονάδος ἢ διὰ τῆς οἰκείας ὁλότητος ἢ διὰ τοῦ ἐν ἐκείνηι μερικοῦ καὶ πρὸς αὐτὸ ὁμοταγοῦς. 

 

110

Πάντων τῶν καθ᾽ ἑκάστην σειρὰν διατεταγμένων τὰ μὲν πρῶτα καὶ τῆι ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῆι ὑπερκειμένηι σειρᾶι προσεχῶς ἱδρυμένων διὰ τῆς ἀναλογίας, τὰ δὲ ἀτελέστερα καὶ πολλοστὰ ἀπὸ τῆς οἰκείας ἀρχῆς οὐ πέφυκεν ἐκείνων ἀπολαύειν. 

διότι γὰρ τὰ μέν ἐστι συγγενῆ πρὸς ἐκεῖνα, φύσιν ἐν τῆι σφετέραι τάξει λαχόντα κρείττονα καὶ θειοτέραν, τὰ δὲ πορρώτερον προελήλυθε, δευτέραν καὶ ὑπηρετικὴν ἀλλ᾽ οὐ πρωτουργὸν καὶ ἡγεμονικὴν ἐν τῆι σειρᾶι πάσηι κεκληρωμένα πρόοδον, ἐξ ἀνάγκης τὰ μὲν ὁμοφυῶς συζεύγνυται τοῖς ἐκ τῆς ὑπερκειμένης τάξεως, τὰ δὲ ἀσύναπτά ἐστι πρὸς ἐκείνην. οὐ γὰρ ἅπαντα τῆς ἴσης ἐστὶν ἀξίας, κἂν ἐκ τῆς αὐτῆς ἦι διακοσμήσεως· οὐδὲ γὰρ εἷς ὁ λόγος, ἀλλ᾽ ὡς ἀφ᾽ ἑνὸς καὶ πρὸς ἕν πάντα πρόεισιν ἐκ τῆς οἰκείας μονάδος. ὥστε οὐδὲ δύναμιν ἔλαχε τὴν αὐτήν, ἀλλὰ τὰ μὲν ὑποδέχεσθαι δύναται τὰς τῶν ὑπερκειμένων προςεχῶς μεθέξεις, τὰ δὲ ἀνομοιούμενα ταῖς ἀπὸ τῶν ἀρχῶν ἐπὶ πλεῖστον προόδοις τῆς τοιαύτης παρήιρηται δυνάμεως. 

 

111

Πάσης τῆς νοερᾶς σειρᾶς οἱ μέν εἰσι θεῖοι νόες ὑποδεξάμενοι θεῶν μεθέξεις, οἱ δὲ νόες μόνον· καὶ πάσης τῆς ψυχικῆς αἱ μέν εἰσι νοεραὶ ψυχαὶ εἰς νοῦς ἀνηρτημέναι οἰκείους, αἱ δὲ ψυχαὶ μόνον· καὶ πάσης τῆς σωματικῆς φύσεως αἱ μὲν καὶ ψυχὰς ἔχουσιν ἐφεστώσας ἄνωθεν, αἱ δέ εἰσι φύσεις μόνον, τῆς τῶν ψυχῶν ἄμοιροι παρουσίας. 

ἑκάστης γὰρ σειρᾶς οὐχ ὅλον τὸ γένος εἰς τὸ πρὸ αὐτοῦ ἀνηρτῆσθαι πέφυκεν, ἀλλὰ τὸ ἐν αὐτῆι τελειότερον καὶ συμφύεσθαι τοῖς ὑπερκειμένοις ἱκανόν. οὔτε οὖν πᾶς νοῦς θεοῦ ἐξῆπται, ἀλλ᾽ οἱ ἀκρότατοι καὶ ἑνικώτατοι τῶν νόων <οὗτοι γὰρ ταῖς θείαις ἑνάσι συγγενεῖ>ς· οὔτε πᾶσαι ψυχαὶ μετέχουσι νοῦ τοῦ μεθεκτοῦ, ἀλλ᾽ ὅσαι νοερώταται· οὔτε πᾶσαι σωματικαὶ φύσεις ἀπολαύουσι ψυχῆς παρούσης καὶ μετεχομένης, ἀλλ᾽ αἱ τελειότεραι καὶ λογοειδέστεραι. καὶ οὗτος ἐπὶ πάντων ὁ λόγος τῆς ἀποδείξεως. 

 

112

Πάσης τάξεως τὰ πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν. 

τὰ γὰρ καθ᾽ ἑκάστην ἀκρότατα γένη διὰ τὴν ὁμοιότητα συνάπτεται τοῖς ὑπερκειμένοις καὶ διὰ τὴν συνέχειαν τῆς προ- όδου τῶν ὅλων· ὥστε οἷά πέρ ἐστιν ἐκεῖνα πρώτως, τοιαύτην ἔλαχε καὶ ταῦτα μορφήν, συγγενῆ πρὸς τὴν ἐκείνων φύσιν· καὶ φαίνεται εἶναι τοιαῦτα κατὰ τὴν ἰδιότητα τῆς ὑποστάσεως, οἷα τὰ πρὸ αὐτῶν. 

 

113

Πᾶς ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν. 

εἰ γὰρ ὁ θεῖος ἀριθμὸς αἰτίαν ἔχει προηγουμένην τὸ ἕν, ὡς ὁ νοερὸς τὸν νοῦν καὶ ὁ ψυχικὸς τὴν ψυχήν, καὶ ἔστιν ἀνάλογον τὸ πλῆθος πανταχοῦ πρὸς τὴν αἰτίαν, δῆλον δὴ ὅτι καὶ ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν, εἴπερ τὸ ἓν θεός· τοῦτο δέ, εἴπερ τἀγαθὸν καὶ ἓν ταὐτόν· καὶ γὰρ τἀγαθὸν καὶ θεὸς ταὐτόν <οὗ γὰρ μηδέν ἐστιν ἐπέκεινα καὶ οὗ πάντα ἐφίεται, θεὸς τοῦτο· καὶ ἀφ᾽ οὗ τὰ πάντα καὶ πρὸς ὅ, τοῦτο δὲ τἀγαθόν>. εἰ ἄρα ἔστι πλῆθος θεῶν, ἑνιαῖόν ἐστι τὸ πλῆθος. ἀλλὰ μὴν ὅτι ἔστι, δῆλον, εἴπερ πᾶν αἴτιον ἀρχικὸν οἰκείου πλήθους ἡγεῖται καὶ ὁμοίου πρὸς αὐτὸ καὶ συγγενοῦς. 

 

114

Πᾶς θεὸς ἑνάς ἐστιν αὐτοτελής, καὶ πᾶσα αὐτοτελὴς ἑνὰς θεός. 

εἰ γὰρ τῶν ἑνάδων διττὸς ὁ ἀριθμός, ὡς δέδεικται πρότερον, καὶ αἱ μὲν αὐτοτελεῖς εἰσιν αἱ δὲ ἐλλάμψεις ἀπ᾽ ἐκείνων, τῶι δὲ ἑνὶ καὶ τἀγαθῶι συγγενὴς καὶ ὁμοφυὴς ὁ θεῖος ἀριθμός, ἑνάδες εἰσὶν αὐτοτελεῖς οἱ θεοί. 

καὶ ἔμπαλιν, εἰ ἔστιν αὐτοτελὴς ἑνάς, θεός ἐστι. καὶ γὰρ ὡς ἑνὰς τῶι ἑνὶ καὶ ὡς αὐτοτελὴς τἀγαθῶι συγγενεστάτη διαφερόντως ἐστί, καὶ κατ᾽ ἄμφω τῆς θείας ἰδιότητος μετέχει, καὶ ἔστι θεός. εἰ δὲ ἦν ἑνὰς μὲν οὐκ αὐτοτελὴς δέ, ἢ αὐτοτελὴς μὲν ἡ ὑπόστασις οὐκέτι δὲ ἑνάς, εἰς ἑτέραν ἂν ἐτάττετο τάξιν διὰ τὴν τῆς ἰδιότητος ἐξαλλαγήν. 

 

115

Πᾶς θεὸς ὑπερούσιός ἐστι καὶ ὑπέρζωος καὶ ὑπέρνους. 

εἰ γὰρ ἑνάς ἐστιν ἕκαστος αὐτοτελής, ἕκαστον δὲ τούτων οὐχὶ ἑνὰς ἀλλ᾽ ἡνωμένον, δῆλον δὴ ὅτι πάντων ἐστὶν ἐπέκεινα τῶν εἰρημένων ἅπας θεός, οὐσίας καὶ ζωῆς καὶ νοῦ. εἰ γὰρ διέστηκε μὲν ταῦτα ἀλλήλων, πάντα δέ ἐστιν ἐν πᾶσιν, ἕκαστον τὰ πάντα ὂν ἓν ἂν οὐκ ἂν εἴη μόνον. 

ἔτι δέ, εἰ τὸ πρῶτον ὑπερούσιον, ἅπας δὲ θεὸς τῆς τοῦ πρώτου σειρᾶς ἐστιν ἧι θεός, ὑπερούσιος ἕκαστος ἂν εἴη. ἀλλὰ μὴν ὅτι τὸ πρῶτον ὑπερούσιον, φανερόν. οὐ γὰρ ταὐτὸν ἑνί τε εἶναι καὶ οὐσίαι εἶναι, οὐδὲ ταὐτὸν τὸ ἔστι καὶ τὸ ἥνωται. εἰ δὲ μὴ ταὐτόν, ἢ ἄμφω τὸ πρῶτον, καὶ ἔσται οὐχ ἓν μόνον ἀλλά τι καὶ ἄλλο παρὰ τὸ ἕν, καὶ μετέχον δὴ λοιπὸν ἑνὸς ἀλλ᾽ οὐκ αὐτοέν· ἢ θάτερον τούτων. ἀλλ᾽ εἰ μὲν οὐσία, ἐνδεὲς ἔσται τοῦ ἑνός· ὅπερ ἀδύνατον, εἶναι τἀγαθὸν καὶ τὸ πρῶτον ἐνδεές. ἓν ἄρα μόνον ἐκεῖνο· ὥστε ὑπερούσιον. εἰ δέ, ὃ ἕκαστόν ἐστι πρώτως, τούτου τὴν ἰδιότητα πάσηι τῆι σειρᾶι δίδωσι, καὶ ὁ θεῖος ἀριθμὸς ἅπας ὑπερούσιός ἐστιν. ἐπεὶ καὶ τὰ ὅμοια παράγει πρὸ τῶν ἀνομοίων ἕκαστον τῶν ἀρχικῶν αἰτίων· εἰ ἄρα ὁ πρώτιστος θεὸς ὑπερούσιος, καὶ θεοὶ πάντες ὑπερούσιοι <ταύτηι γὰρ ὅμοιοι ἔσοντα>ι· οὐσίαι δὲ ὄντες, ἀπὸ οὐσίας ἂν παράγοιντο τῆς πρώτης, ὡς μονάδος τῶν οὐσιῶν. 

 

116

Πᾶς θεὸς μεθεκτός ἐστι, πλὴν τοῦ ἑνός. 

ὅτι μὲν γὰρ ἐκεῖνο ἀμέθεκτον, δῆλον, ἵνα μὴ μετεχόμενον καὶ τινὸς διὰ τοῦτο γενόμενον μηκέτι πάντων ὁμοίως ἦι τῶν τε προόντων καὶ τῶν ὄντων αἴτιον. 

ὅτι δὲ αἱ ἄλλαι ἑνάδες μετέχονται ἤδη, δείξομεν οὕτως. εἰ γὰρ ἔστιν ἄλλη μετὰ τὸ πρῶτον ἀμέθεκτος ἑνάς, τί διοίσει τοῦ ἑνός; ἢ γὰρ ὡσαύτως ἕν ἐστιν ὥσπερ ἐκεῖνο>καὶ πῶς τὸ μὲν δεύτερον, τὸ δὲ πρῶτον; <ἢ οὐχ ὡσαύτως, καὶ τὸ μὲν αὐτοέν, τὸ δὲ ἕν τε καὶ οὐχ ἕν. ἀλλὰ τὸ οὐχ ἓν τοῦτο εἰ μὲν μηδεμία ὑπόστασις, ἔσται μόνον ἕν· εἰ δὲ ὑπόστασίς τις ἄλλη παρὰ τὸ ἕν, μετεχόμενον ἔσται τὸ ἓν ὑπὸ τοῦ οὐχ ἑνός· καὶ τὸ μὲν αὐτοτελὲς τὸ ἕν, ὧι συνάπτει πρὸς τὸ αὐτοέν, ὥστε τοῦτο πάλιν ὁ θεός, ἧι θεός· τὸ δὲ οὐχ ἓν ὑποστὰν ἓν μεθέξει τοῦ ἑνὸς ὑφέστηκε. 

μεθεκτὴ ἄρα ἐστὶ πᾶσα ἑνὰς μετὰ τὸ ἓν ὑποστᾶσα, καὶ πᾶς θεὸς μεθεκτός. 

 

117

Πᾶς θεὸς μέτρον ἐστὶ τῶν ὄντων. 

εἰ γάρ ἐστιν ἑνιαῖος ἅπας θεός, τὰ πλήθη πάντα τῶν ὄντων ἀφορίζει καὶ μετρεῖ. πάντα μὲν γὰρ τὰ πλήθη, τῆι ἑαυτῶν φύσει ἀόριστα ὄντα, διὰ τὸ ἓν ὁρίζεται· τὸ δὲ ἑνιαῖον μετρεῖν καὶ περατοῦν, οἷς ἂν παρῆι, βούλεται, καὶ περιάγειν εἰς ὅρον τὸ μὴ τοιοῦτον κατὰ τὴν αὐτοῦ δύναμιν. γίνεται γὰρ κἀκεῖνο ἑνοειδὲς τῆι μεθέξει· τοῦτο δέ, τῆς ἀοριστίας τε καὶ ἀπειρίας ἀφίσταται· καὶ ὅσωι μᾶλλον ἑνοειδές, τοσούτωι ἧττον ἀόριστον καὶ ἄμετρον. μετρεῖται ἄρα πᾶν πλῆθος τῶν ὄντων ὑπὸ τῶν θείων ἑνάδων. 

 

118

Πᾶν ὅ τι περ ἂν ἐν τοῖς θεοῖς ἦι, κατὰ τὴν αὐτῶν ἰδιότητα προϋφέστηκεν ἐν αὐτοῖς, καὶ ἔστιν ἡ ἰδιότης αὐτῶν ἑνιαία καὶ ὑπερούσιος· ἑνιαίως ἄρα καὶ ὑπερουσίως πάντα ἐν αὐτοῖς. 

καὶ γὰρ εἰ τριχῶς ἕκαστον ὑφέστηκεν, ἢ κατ᾽ αἰτίαν ἢ καθ᾽ ὕπαρξιν ἢ κατὰ μέθεξιν, πρῶτος δὲ πάντων ἀριθμὸς ὁ θεῖος ἀριθμός, οὐδὲν ἐν αὐτοῖς ἔσται κατὰ μέθεξιν, ἀλλὰ πάντα καθ᾽ ὕπαρξιν ἢ κατ᾽ αἰτίαν. ἀλλὰ καὶ ὅσα ὡς αἴτιοι πάντων προειλήφασιν, οἰκείως τῆι ἑαυτῶν ἑνώσει προειλήφασι· καὶ γὰρ πᾶν τὸ κατ᾽ αἰτίαν τῶν δευτέρων ἡγεμονοῦν, ὡς αὐτὸ πέφυκεν, οὕτως ἔχει τὴν αἰτίαν τῶν καταδεεστέρων. πάντα ἄρα ἔστιν ἐν τοῖς θεοῖς ἑνιαίως καὶ ὑπερουσίως. 

 

119

Πᾶς θεὸς κατὰ τὴν ὑπερούσιον ἀγαθότητα ὑφέστηκε, καὶ ἔστιν ἀγαθὸς οὔτε καθ᾽ ἕξιν οὔτε κατ᾽ οὐσίαν <καὶ γὰρ αἱ ἕξεις καὶ αἱ οὐσίαι δευτέραν καὶ πολλοστὴν ἔλαχον τάξιν ἀπὸ τῶν θεῶν>, ἀλλ᾽ ὑπερουσίως. 

εἰ γὰρ τὸ πρῶτον ἓν καὶ τἀγαθόν, καὶ ἧι ἕν, τἀγαθόν, καὶ ἧι τἀγαθόν, ἕν, καὶ πᾶσα ἡ σειρὰ τῶν θεῶν ἑνοειδής τέ ἐστι καὶ ἀγαθοειδὴς κατὰ μίαν ἰδιότητα, καὶ οὐ κατ᾽ ἄλλο ἕκαστος ἑνὰς καὶ ἀγαθότης, ἀλλ᾽ ἧι ἑνάς, ταύτηι ἀγαθότης, καὶ ἧι ἀγαθότης, ἑνάς· καὶ ὡς μὲν ἀπὸ τοῦ πρώτου προελθόντες, οἱ μετὰ τὸ πρῶτον ἀγαθοειδεῖς καὶ ἑνοειδεῖς, εἴπερ ἐκεῖνο ἓν καὶ τἀγαθόν· ὡς δὲ θεοί, πάντες ἑνάδες καὶ ἀγαθότητες. ὡς οὖν τὸ ἓν τὸ τῶν θεῶν ὑπερούσιον, οὕτω καὶ τὸ ἀγαθὸν αὐτῶν ὑπερούσιον, οὐκ ἄλλο τι ὂν παρὰ τὸ ἕν· οὐ γὰρ ἄλλο ἕκαστος, εἶτα ἀγαθόν, ἀλλὰ μόνον ἀγαθόν, ὥσπερ οὐδὲ ἄλλο, εἶτα ἕν, ἀλλὰ μόνον ἕν. 

 

120

Πᾶς θεὸς ἐν τῆι ἑαυτοῦ ὑπάρξει τὸ προνοεῖν τῶν ὅλων κέκτηται· καὶ τὸ πρώτως προνοεῖν ἐν τοῖς θεοῖς. 

τὰ μὲν γὰρ ἄλλα πάντα μετὰ θεοὺς ὄντα διὰ τὴν ἐκείνων μετουσίαν προνοεῖ, τοῖς δὲ θεοῖς ἡ πρόνοια συμφυής ἐστιν. εἰ γὰρ τὸ τῶν ἀγαθῶν μεταδιδόναι τοῖς προνοουμένοις ἐξαίρετόν ἐστι τῆς προνοητικῆς ἰδιότητος, οἱ δὲ θεοὶ πάντες ἀγαθότητές εἰσιν, ἢ οὐδενὶ μεταδώσουσιν ἑαυτῶν, καὶ οὐδὲν ἔσται ἀγαθὸν ἐν τοῖς δευτέροις <πόθεν γὰρ τὸ κατὰ μέθεξιν ἢ ἀπὸ τῶν πρώτως τὰς ἰδιότητας ἐχόντων;>· ἢ μεταδιδόντες ἀγαθῶν μεταδιδοῦσι, καὶ ταύτηι προνοήσουσι τῶν πάντων. ἐν θεοῖς οὖν ἡ πρόνοια πρώτως. καὶ ποῦ γὰρ ἡ πρὸ νοῦ ἐνέργεια ἢ ἐν τοῖς ὑπερουσίοις; ἡ δὲ πρόνοια, ὡς τοὔνομα ἐμφαίνει, ἐνέργειά ἐστι πρὸ νοῦ. τῶι εἶναι ἄρα θεοὶ καὶ τῶι ἀγαθότητες εἶναι πάντων προνοοῦσι, πάντα τῆς πρὸ νοῦ πληροῦντες ἀγαθότητος. 

 

121

Πᾶν τὸ θεῖον ὕπαρξιν μὲν ἔχει τὴν ἀγαθότητα, δύναμιν δὲ ἑνιαίαν καὶ γνῶσιν κρύφιον καὶ ἄληπτον πᾶσιν ὁμοῦ τοῖς δευτέροις. 

εἰ γάρ ἐστι προνοητικὸν τῶν ὅλων, ἔστιν ἐν αὐτῶι δύναμις κρατητικὴ τῶν προνοουμένων, δι᾽ ἥν, ἀκράτητον καὶ ἀπερίγραφον τοῖς πᾶσιν ὑπάρχουσαν, πάντα πεπληρώκασιν ἑαυτῶν, πάντα ὑποστρώσαντες ἑαυτοῖς· πᾶν γὰρ τὸ ἀρχικὸν ἄλλων αἴτιον καὶ κρατητικὸν διὰ δυνάμεως περιουσίαν ἄρχει καὶ κρατεῖ κατὰ φύσιν. ἔστι δὴ οὖν ἡ πρωτίστη δύναμις ἐν τοῖς θεοῖς, οὐ τῶν μὲν κρατοῦσα τῶν δὲ οὔ, πάντων δὲ ἐξ ἴσου προλαβοῦσα τὰς δυνάμεις ἐν ἑαυτῆι τῶν ὄντων, οὔτε οὐσιώδης οὖσα δύναμις οὔτε πολλῶι πλέον ἀνούσιος, ἀλλὰ τῆι ὑπάρξει τῶν θεῶν συμφυὴς καὶ ὑπερούσιος. 

ἀλλὰ μὴν καὶ τὰ πέρατα πασῶν τῶν γνώσεων ἑνοειδῶς ἐν τοῖς θεοῖς προϋφέστηκε· διὰ γὰρ τὴν θείαν γνῶσιν τὴν ἐξηιρημένην τῶν ὅλων καὶ αἱ ἄλλαι πᾶσαι γνώσεις ὑπέστησαν, οὔτε νοερὰν οὖσαν οὔτε ἔτι μᾶλλον τῶν μετὰ νοῦν τινα γνώσεων, ἀλλὰ κατὰ τὴν ἰδιότητα τὴν θείαν ὑπὲρ νοῦν ἱδρυμένην. 

εἴτε ἄρα γνῶσίς ἐστι θεία, κρύφιός ἐστιν αὕτη καὶ ἑνοειδὴς ἡ γνῶσις· εἴτε δύναμις, ἀπερίγραφος πᾶσι καὶ περιληπτικὴ πάντων ὡσαύτως· εἴτε ἀγαθότης, τὴν ὕπαρξιν αὐτῶν ἀφορίζουσα. καὶ γὰρ εἰ πάντα ἐστὶν ἐν αὐτοῖς, γνῶσις δύναμις ἀγαθότης, ἀλλ᾽ ἡ ὕπαρξις τῶι ἀρίστωι χαρακτηρίζεται καὶ ἡ ὑπόστασις κατὰ τὸ ἄριστον· τοῦτο δὲ ἡ ἀγαθότης. 

 

122

Πᾶν τὸ θεῖον καὶ προνοεῖ τῶν δευτέρων καὶ ἐξήιρηται τῶν προνοουμένων, μήτε τῆς προνοίας χαλώσης τὴν ἄμικτον αὐτοῦ καὶ ἑνιαίαν ὑπεροχὴν μήτε τῆς χωριστῆς ἑνώσεως τὴν πρόνοιαν ἀφανιζούσης. 

μένοντες γὰρ ἐν τῶι ἑνιαίωι τῶι ἑαυτῶν καὶ ἐν τῆι ὑπάρξει τὰ πάντα πεπληρώκασι τῆς ἑαυτῶν δυνάμεως· καὶ πᾶν τὸ δυνάμενον αὐτῶν μεταλαγχάνειν ἀπολαύει τῶν ἀγαθῶν ὧν δέχεσθαι δύναται κατὰ τὰ μέτρα τῆς οἰκείας ὑποστάσεως, ἐκείνων αὐτῶι τῶι εἶναι, μᾶλλον δὲ προεῖναι, τἀγαθὰ τοῖς οὖσιν ἐπιλαμπόντων. 

ὄντες γὰρ οὐδὲν ἄλλο ἢ ἀγαθότητες, αὐτῶι τῶι εἶναι τοῖς πᾶσιν ἀφθόνως τἀγαθὰ χορηγοῦσιν, οὐ κατὰ λογισμὸν ποιούμενοι τὴν διανομήν, ἀλλὰ τούτων μὲν κατὰ τὴν αὐτῶν ἀξίαν δεχομένων, ἐκείνων δὲ κατὰ τὴν αὐτῶν ὕπαρξιν διδόντων. οὔτε οὖν προνοοῦντες σχέσιν ἀναδέχονται πρὸς τὰ προνοούμενα· τῶι γὰρ εἶναι ὅ εἰσι πάντα ἀγαθύνουσιν, πᾶν δὲ τὸ τῶι εἶναι ποιοῦν ἀσχέτως ποιεῖ <ἡ γὰρ σχέσις πρόσθεσίς ἐστι τοῦ εἶναι· διὸ καὶ παρὰ φύσιν>· οὔτε χωριστοὶ ὄντες ἀναιροῦσι τὴν πρόνοιαν· οὕτω γὰρ ἂν ἀναιροῖεν <ὃ μηδὲ θέμις εἰπεῖν> τὴν ὕπαρξιν τὴν ἑαυτῶν, ἧς ἰδιότης ἡ ἀγαθότης ἐστίν. ἀγαθοῦ γὰρ ἡ μετάδοσις εἰς πᾶν τὸ μετέχειν δυνάμενον, καὶ τὸ μέγιστόν ἐστιν οὐ τὸ ἀγαθοειδές, ἀλλὰ τὸ ἀγαθουργόν. τοῦτο τοίνυν ἢ οὐδὲν ἕξει τῶν ὄντων ἢ θεοὶ πρὸ τῶν ὄντων· οὐ γὰρ ἄν που τοῖς μὲν κατὰ μέθεξιν ἀγαθοῖς ὑπάρχοι τὸ μεῖζον ἀγαθόν, τοῖς δὲ πρώτως ἀγαθοῖς τὸ ἔλαττον. 

 

123

Πᾶν τὸ θεῖον αὐτὸ μὲν διὰ τὴν ὑπερούσιον ἕνωσιν ἄρρητόν ἐστι καὶ ἄγνωστον πᾶσι τοῖς δευτέροις, ἀπὸ δὲ τῶν μετεχόντων ληπτόν ἐστι καὶ γνωστόν· διὸ μόνον τὸ πρῶτον παντελῶς ἄγνωστον, ἅτε ἀμέθεκτον ὄν. 

πᾶσα γὰρ ἡ διὰ λόγου γνῶσις τῶν ὄντων ἐστὶ καὶ ἐν τοῖς οὖσιν ἔχει τὸ τῆς ἀληθείας καταληπτικόν <καὶ γὰρ νοημάτων ἐφάπτεται καὶ ἐν νοήσεσιν ὑφέστηκεν>· οἱ δὲ θεοὶ πάντων εἰσὶν ἐπέκεινα τῶν ὄντων. οὔτε οὖν δοξαστὸν τὸ θεῖον οὔτε διανοητὸν οὔτε νοητόν. πᾶν γὰρ τὸ ὂν ἢ αἰσθητόν ἐστι, καὶ διὰ τοῦτο δοξαστόν· ἢ ὄντως ὄν, καὶ διὰ τοῦτο νοητόν· ἢ μεταξὺ τούτων, ὂν ἅμα καὶ γενητόν, καὶ διὰ τοῦτο διανοητόν. εἰ οὖν οἱ θεοὶ ὑπερούσιοι καὶ πρὸ τῶν ὄντων ὑφεστήκασιν, οὔτε δόξα ἔστιν αὐτῶν οὔτε ἐπιστήμη καὶ διάνοια οὔτε νόησις. 

ἀλλ᾽ ἀπὸ τῶν ἐξηρτημένων οἷαί πέρ εἰσιν αὐτῶν αἱ ἰδιότητες γνωρίζονται, καὶ τοῦτο ἀναγκαίως. κατὰ γὰρ τὰς τῶν μετεχομένων ἰδιότητας καὶ αἱ τῶν μετεχόντων συνδιαιροῦνται διαφορότητες, καὶ οὔτε πᾶν μετέχει παντός <οὐ γὰρ ἔστι σύνταξις τῶν πάντηι ἀνομοίων> οὔτε τὸ τυχὸν τοῦ τυχόντος μετέχει, ἀλλὰ τὸ συγγενὲς ἑκάστωι συνῆπται καὶ ἀφ᾽ ἑκάστου πρόεισιν. 

 

124

Πᾶς θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, τὰ δὲ μὴ ἀναγκαῖα ἀναγκαίως, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως, καὶ ὅλως πάντα κρειττόνως ἢ κατὰ τὴν αὐτῶν τάξιν. 

εἰ γὰρ ἅπαν, ὅ τι περ ἂν ἦι παρὰ τοῖς θεοῖς, κατὰ τὴν αὐτῶν ἔστιν ἰδιότητα, δῆλον δήπουθεν ὡς οὐχὶ κατὰ τὴν τῶν χειρόνων φύσιν ἐν τοῖς θεοῖς οὖσα ἡ γνῶσις αὐτῶν ἔσται, ἀλλὰ κατὰ τὴν αὐτῶν ἐκείνων ἐξηιρημένην ὑπεροχήν. ἑνοειδὴς ἄρα καὶ ἀπαθὴς ἡ γνῶσις ἔσται τῶν πεπληθυσμένων καὶ παθητῶν. εἰ ἄρα καὶ τὸ γνωστὸν εἴη μεριστόν, ἀλλ᾽ ἡ θεία γνῶσις ἀμέριστος καὶ ἡ τῶν μεριστῶν· καὶ εἰ μεταβλητόν, ἀμετάβλητος· καὶ εἰ ἐνδεχόμενον, ἀναγκαία· καὶ εἰ ἀόριστον, ὡρισμένη. οὐ γὰρ ἀπὸ τῶν χειρόνων εἰσδέχεται τὸ θεῖον τὴν γνῶσιν, ἵνα οὕτως ἡ γνῶσις ἔχηι, ὡς τὸ γνωστὸν ἔχει φύσεως. ἀλλὰ τὰ χείρονα περὶ τὸ ὡρισμένον τῶν θεῶν ἀορισταίνει, καὶ περὶ τὸ ἀμετάβλητον μεταβάλλει, καὶ τὸ ἀπαθὲς παθητικῶς ὑποδέχεται καὶ τὸ ἄχρονον ἐγχρόνως. τοῖς μὲν γὰρ χείροσιν ἀπὸ τῶν κρειττόνων παρεκβαίνειν δυνατόν, τοῖς δὲ θεοῖς εἰσδέχεσθαί τι παρὰ τῶν χειρόνων οὐ θέμις. 

 

125

Πᾶς θεός, ἀφ᾽ ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτόν, πρόεισι διὰ πάντων τῶν δευτέρων, ἀεὶ μὲν πληθύνων τὰς ἑαυτοῦ μεταδόσεις καὶ μερίζων, φυλάττων δὲ τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως. 

αἱ μὲν γὰρ πρόοδοι δι᾽ ὑφέσεως γινόμεναι τὰ πρῶτα πανταχοῦ πληθύνουσιν εἰς τὰς τῶν δευτέρων ὑποβάσεις, τὰ δὲ προϊόντα κατὰ τὴν πρὸς τὰ παράγοντα ὁμοιότητα τὴν ἑαυτῶν ὑποδέχεται διάταξιν, ὥστε τὸ ὅλον ταὐτόν πως εἶναι, καὶ ἕτερον τὸ προϊὸν τῶι μένοντι, διὰ μὲν τὴν ὕφεσιν ἀλλοῖον φαινόμενον, διὰ δὲ τὴν συνέχειαν τὴν πρὸς ἐκεῖνο τῆς ταυτότητος οὐκ ἐξιστάμενον, οἷον δέ ἐστιν ἐκεῖνο ἐν τοῖς πρώτοις, τοιοῦτον ἐν τοῖς δευτέροις ὑφιστάμενον αὐτό, καὶ τῆς σειρᾶς τὴν ἀδιάλυτον κοινωνίαν διαφυλάττον. ἐκφαίνεται μὲν οὖν ἕκαστος τῶν θεῶν οἰκείως ταῖς τάξεσιν, ἐν αἷς ποιεῖται τὴν ἔκφανσιν, πρόεισι δὲ ἐντεῦθεν ἄχρι τῶν ἐσχάτων διὰ τὴν γεννητικὴν τῶν πρώτων δύναμιν· πληθύνεται δὲ ἀεὶ διὰ τὴν πρόοδον ἀφ᾽ ἑνὸς εἰς πλῆθος γινομένην, φυλάττει δὲ τὸ ταὐτὸν ἐν τῆι προόδωι διὰ τὴν ὁμοιότητα τῶν προϊόντων πρὸς τὸ ἑκάστης σειρᾶς ἡγεμονοῦν καὶ πρωτουργὸν αἴτιον. 

 

126

Πᾶς θεὸς ὁλικώτερος μέν ἐστιν ὁ τοῦ ἑνὸς ἐγγυτέρω, μερικώτερος δὲ ὁ πορρώτερον. 

τοῦ γὰρ πάντα παράγοντος ὁ πλειόνων αἴτιος ἐγγυτέρω, ὁ δὲ ἐλαττόνων πορρωτέρω· καὶ ὁ μὲν πλειόνων αἴτιος ὁλικώτερος, ὁ δὲ ἐλαττόνων μερικώτερος. καὶ ἑκάτερος μὲν ἑνάς ἐστιν· ἀλλ᾽ ὁ μὲν δυνάμει μείζων, ὁ δὲ ἐλάττων κατὰ τὴν δύναμιν. καὶ οἱ μερικώτεροι γεννῶνται ἐκ τῶν ὁλικωτέρων οὔτε μεριζομένων ἐκείνων <ἑνάδες γά>ρ οὔτε ἀλλοιουμένων <ἀκίνητοι γά>ρ οὔτε σχέσει πληθυνομένων <ἀμιγεῖς γά>ρ, ἀλλ᾽ ἀφ᾽ ἑαυτῶν δευτέρας ἀπογεννώντων προόδους διὰ δυνάμεως περιουσίαν, ὑφειμένας τῶν πρὸ αὐτῶν. 

 

127

Πᾶν τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα, καὶ διὰ τοῦτο αὐταρκέστατον. 

ὅτι μὲν γὰρ ἁπλοῦν, ἐκ τῆς ἑνώσεως φανερόν· ἑνικώτατον γάρ ἐστι πᾶν, τὸ δὲ τοιοῦτον διαφερόντως ἁπλοῦν. ὅτι δὲ αὐταρκέστατον, μάθοι τις ἂν ἐννοήσας ὅτι τὸ μὲν σύνθετον ἐνδεές ἐστιν, εἰ καὶ μὴ τῶν ἄλλων, ὧν ἐστιν ἔξω, ἀλλ᾽ ἐκείνων γε, ἐξ ὧν συνετέθη· τὸ δὲ ἁπλούστατον καὶ ἑνιαῖον καὶ τὸ ἓν τῶι ἀγαθῶι ταὐτὸν προστησάμενον αὐταρκέστατον· τοιοῦτον δὲ τὸ θεῖον πᾶν. οὔτε οὖν τῶν ἄλλων δεῖται, αὐτοαγαθότης ὑπάρχον, οὔτε ἐξ ὧν ὑφέστηκεν, ἑνιαῖον ὑπάρχον. 

 

128

Πᾶς θεός, ὑπὸ μὲν τῶν ἐγγυτέρω μετεχόμενος, ἀμέσως μετέχεται· ὑπὸ δὲ τῶν πορρωτέρω, διὰ μέσων ἢ ἐλαττόνων ἢ πλειόνων τινῶν. 

τὰ μὲν γάρ, διὰ συγγένειαν ἑνοειδῆ καὶ αὐτὰ ὄντα, μετέχειν αὐτόθεν δύναται τῶν θείων ἑνάδων· τὰ δὲ δι᾽ ὕφεσιν καὶ τὴν εἰς πλῆθος ἔκτασιν ἄλλων δεῖται τῶν μᾶλλον ἡνωμένων ἵνα μετάσχηι τῶν αὐτοενάδων οὐσῶν, ἀλλ᾽ οὐχ ἡνωμένων. τῆς γὰρ ἑνάδος μεταξὺ καὶ τοῦ διηιρημένου πλήθους ἐστὶ τὸ ἡνωμένον πλῆθος, συμφύεσθαι μὲν τῆι ἑνάδι δυνάμενον διὰ τὴν ἕνωσιν, συγγενὲς δέ πως ὂν καὶ τῶι διηιρημένωι πλήθει διὰ τὴν τοῦ πλήθους ἔμφασιν. 

 

129

Πᾶν μὲν σῶμα θεῖον διὰ ψυχῆς ἐστι θεῖον τῆς ἐκθεουμένης, πᾶσα δὲ ψυχὴ θεία διὰ τοῦ θείου νοῦ, πᾶς δὲ νοῦς θεῖος κατὰ μέθεξιν τῆς θείας ἑνάδος· καὶ ἡ μὲν ἑνὰς αὐτόθεν θεός, ὁ δὲ νοῦς θειότατον, ἡ δὲ ψυχὴ θεία, τὸ δὲ σῶμα θεοειδές. 

εἰ γὰρ ὑπὲρ νοῦν ἐστιν ἅπας ὁ τῶν θεῶν ἀριθμός, αἱ δὲ μεθέξεις διὰ τῶν συγγενῶν καὶ τῶν ὁμοίων ἐπιτελοῦνται, ἡ μὲν ἀμέριστος οὐσία μεθέξει πρώτως τῶν ὑπερουσίων ἑνάδων, δευτέρως δὲ ἡ γενέσεως ἐφαπτομένη, τρίτως δὲ ἡ γένεσις· καὶ ἕκαστα διὰ τῶν προσεχῶς ὑπερκειμένων. καὶ φοιτᾶι μὲν ἄχρι τῶν ἐσχάτων ἐν τοῖς μετέχουσιν ἡ τῶν θεῶν ἰδιότης, διὰ μέσων δὲ τῶν πρὸς ἑαυτὴν συγγενῶν. ἡ γὰρ ἑνὰς πρώτωι μὲν τῶι νῶι δίδωσι τὴν ἑαυτῆς ἐξαίρετον ἐν τοῖς θείοις δύναμιν, καὶ ἀποτελεῖ κἀκεῖνον τοιοῦτον νοῦν, οἵα ἐστὶ καὶ αὐτὴ κατὰ τὸ ἑνιαῖον πλῆθος. διὰ δὲ νοῦ καὶ ψυχῆι πάρεστι, συνεξάπτουσα κἀκείνην τῶι νῶι καὶ συνεκπυροῦσα, εἰ ὁ νοῦς οὗτος εἴη μεθεκτός. διὰ δὲ ψυχῆς ἀπήχημα τῆς οἰκείας ἰδιότητος καὶ τῶι σώματι δίδωσιν, εἰ μετέχοι τι σῶμα ψυχῆς· καὶ οὕτω γίνεται τὸ σῶμα οὐ μόνον ἔμψυχον καὶ νοερόν, ἀλλὰ καὶ θεῖον, ζωὴν μὲν καὶ κίνησιν λαβὸν παρὰ ψυχῆς, διαμονὴν δὲ ἄλυτον ἀπὸ νοῦ, ἕνωσιν δὲ θείαν ἀπὸ τῆς μετεχομένης ἑνάδος· ἕκαστον γὰρ τῆς ἑαυτοῦ ὑπάρξεως μεταδίδωσι τοῖς ἐφεξῆς. 

 

130

Πάσης θείας τάξεως τὰ πρῶτα μειζόνως ἐξήιρηται τῶν προσεχῶς ὑπ᾽ αὐτὰ τεταγμένων ἢ ταῦτα τῶν ἐφεξῆς, καὶ μειζόνως ἐξέχεται τὰ δεύτερα τῶν προσεχῶς ὑπερκειμένων ἢ τούτων τὰ μετὰ ταῦτα. 

ὅσωι γὰρ ἂν ἑνικώτερον ἦι τι καὶ ὁλικώτερον, τοσούτωι καὶ τὴν ὑπεροχὴν ἔλαχε μείζονα πρὸς τὰ ἐφεξῆς, ὅσωι δ᾽ ἂν ὑφειμένον κατὰ τὴν δύναμιν, τοσούτωι μᾶλλόν ἐστι τοῖς μετ᾽ αὐτὸ συμφυέστερον· καὶ τὰ μὲν ὑψηλότερα μᾶλλον ἑνίζεται τοῖς ἑαυτῶν αἰτιωτέροις, τὰ δὲ καταδεέστερα ἧττον. δυνάμεως γάρ ἐστι μείζονος τὸ μᾶλλον ἐξηιρῆσθαι τῶν ὑφειμένων καὶ μᾶλλον ἡνῶσθαι τοῖς κρείττοσιν· ὥσπερ αὖ ἔμπαλιν τὸ τῶν μὲν ἀφίστασθαι μᾶλλον, τοῖς δὲ συμπάσχειν, ἐλάττωσίς ἐστι δυνάμεως, ὃ δὴ συμβαίνει τοῖς δευτέροις καθ᾽ ἑκάστην τάξιν, ἀλλ᾽ οὐ τοῖς πρώτοις. 

 

131

Πᾶς θεὸς ἀφ᾽ ἑαυτοῦ τῆς οἰκείας ἐνεργείας ἄρχεται. 

τὴν γὰρ ἰδιότητα τῆς εἰς τὰ δεύτερα παρουσίας ἐν ἑαυτῶι πρῶτον ἐπιδείκνυσι· διότι δὴ καὶ τοῖς ἄλλοις ἑαυτοῦ μεταδίδωσι, κατὰ τὸ ὑπέρπληρες ἑαυτοῦ. οὔτε γὰρ τὸ ἐλλεῖπον οἰκεῖον τοῖς θεοῖς οὔτε τὸ πλῆρες μόνον. τὸ μὲν γὰρ ἐλλεῖπον πᾶν ἀτελὲς ὑπάρχει, καὶ ἄλλο τέλειον ποιεῖν, αὐτὸ μὴ τέλειον ὑπάρχον, ἀμήχανον· τὸ δὲ πλῆρες αὔταρκες μόνον, οὔπω δὲ εἰς μετάδοσιν ἕτοιμον. ὑπέρπληρες ἄρα εἶναι δεῖ τὸ πληρωτικὸν ἄλλων καὶ εἰς ἄλλα διατεῖνον τὰς ἑαυτοῦ χορηγίας. εἰ οὖν τὸ θεῖον ἅπαντα ἀφ᾽ ἑαυτοῦ πληροῖ τῶν ἀγαθῶν τῶν ἐν αὐτῶι, ἕκαστον ὑπέρπληρές ἐστιν· εἰ δὲ τοῦτο, ἐν ἑαυτῶι πρώτωι τὴν ἰδιότητα ἱδρυσάμενον ὧν δίδωσι τοῖς ἄλλοις, οὕτω δὴ κἀκείνοις ἐπορέγει τὰς μεταδόσεις τῆς ὑπερπλήρους ἀγαθότητος. 

 

132

Πᾶσαι τῶν θεῶν αἱ τάξεις μεσότητι συνδέδενται. 

καὶ γὰρ πᾶσαι τῶν ὄντων αἱ πρόοδοι διὰ τῶν ὁμοίων ἀποτελοῦνται· καὶ πολλῶι δὴ μᾶλλον αἱ τῶν θεῶν διακοσμήσεις ἀδιάλυτον κέκτηνται τὴν συνέχειαν, ἅτε ἑνοειδῶς ὑφεστηκυῖαι καὶ κατὰ τὸ ἓν ἀφωρισμέναι τὸ ἀρχηγικὸν αὐτῶν αἴτιον. ἡνωμένως οὖν αἱ ὑφέσεις γίνονται καὶ μειζόνως ἢ κατὰ τὴν ἐν τοῖς οὖσι τῶν δευτέρων πρὸς τὰ πρῶτα ὁμοιότητα, ὅσωι δὴ καὶ ἡ τῶν θεῶν ὕπαρξις ἐν τῶι ἡνῶσθαι τῶν ὄντων μᾶλλον ὑφέστηκε. 

πάντα οὖν τὰ θεῖα γένη συνδέδεται ταῖς οἰκείαις μεσότησι, καὶ οὐκ ἀμέσως ἐπὶ τὰς διαφερούσας πάντηι προόδους χωρεῖ τὰ πρῶτα, ἀλλὰ διὰ τῶν ἑκατέροις κοινῶν γενῶν, ἀφ᾽ ὧν τε πρόεισι καὶ ὧν ἐστιν ἀμέσως αἴτια· ταῦτα γὰρ συνάγει τὰ ἄκρα κατὰ μίαν ἕνωσιν, τοῖς μὲν ὑπεστρωμένα συμφυῶς, τῶν δὲ ἐξηιρημένα προσεχῶς, καὶ τὴν εὔτακτον διαφυλάττει τῶν θείων ἀπογέννησιν. 

 

133

Πᾶς μὲν θεὸς ἑνάς ἐστιν ἀγαθουργὸς ἢ ἀγαθότης ἑνοποιός, καὶ ταύτην ἔχει τὴν ὕπαρξιν καθόσον ἕκαστος θεός· ἀλλ᾽ ὁ μὲν πρώτιστος ἁπλῶς τἀγαθὸν καὶ ἁπλῶς ἕν, τῶν δὲ μετὰ τὸν πρῶτον ἕκαστος τὶς ἀγαθότης ἐστὶ καὶ τὶς ἑνάς. 

ἡ γὰρ ἰδιότης ἡ θεία διέστησε τὰς ἑνάδας καὶ τὰς ἀγαθότητας τῶν θεῶν, ὥστε ἕκαστον κατά τι τῆς ἀγαθότητος ἰδίωμα πάντα ἀγαθύνειν, οἷον τελεσιουργεῖν ἢ συνέχειν ἢ φρουρεῖν· τούτων γὰρ ἕκαστον τὶ ἀγαθόν ἐστιν, ἀλλ᾽ οὐ πᾶν τὸ ἀγαθόν, οὗ τὴν ἑνιαίαν αἰτίαν τὸ πρῶτον προεστήσατο· διὸ καὶ τἀγαθόν ἐστιν ἐκεῖνο, ὡς πάσης ἀγαθότητος ὑποστατικόν. οὐδὲ γὰρ αἱ πᾶσαι τῶν θεῶν ὑπάρξεις ἅμα παρισοῦνται τῶι ἑνί· τοσαύτην ἐκεῖνο πρὸς τὸ πλῆθος τῶν θεῶν ἔλαχεν ὑπερβολήν. 

 

134

Πᾶς θεῖος νοῦς νοεῖ μὲν ὡς νοῦς, προνοεῖ δὲ ὡς θεός. 

τοῦ μὲν γὰρ νοῦ τὸ γινώσκειν τὰ ὄντα καὶ ἐν νοήσεσιν ἔχειν τὸ τέλειον ἐξαίρετόν ἐστι· τοῦ δὲ θεοῦ τὸ προνοεῖν καὶ ἀγαθῶν πάντα πληροῦν. ἡ δὲ μετάδοσις αὕτη καὶ ἡ πλήρωσις δι᾽ ἕνωσιν γίνεται τῶν πληρουμένων πρὸς τὰ πρὸ αὐτῶν· ἣν καὶ ὁ νοῦς μιμούμενος εἰς ταὐτὸν ἔρχεται τοῖς νοητοῖς. ἧι οὖν προνοεῖ, θεός, ἐν τῆι πρὸ νοῦ ἐνεργείαι τῆς προνοίας ἱσταμένης. 

διὸ καὶ πᾶσι μὲν ἑαυτοῦ μεταδίδωσιν ὡς θεοῦ, οὐ πᾶσι δὲ πάρεστιν ὡς νοῦς· καὶ γὰρ ἐφ᾽ ἃ τὸ νοερὸν ἰδίωμα μὴ πρόεισιν, ἐπὶ ταῦτα φθάνει τὸ θεῖον. καὶ γὰρ τὰ μὴ νοοῦντα προνοεῖσθαι βούλεται καὶ ἀγαθοῦ τινος μεταλαγχάνειν· τοῦτο δὲ διότι νοῦ μὲν οὐ πάντα ἐφίεται, οὐδὲ οἷς μετασχεῖν δυνατόν, τοῦ δὲ ἀγαθοῦ πάντα ἐφίεται καὶ σπεύδει τυχεῖν. 

 

135

Πᾶσα θεία ἑνὰς ὑφ᾽ ἑνός τινος μετέχεται τῶν ὄντων ἀμέσως, καὶ πᾶν τὸ ἐκθεούμενον εἰς μίαν ἑνάδα θείαν ἀνατείνεται· καὶ ὅσαι αἱ μετεχόμεναι ἑνάδες, τοσαῦτα καὶ τὰ μετέχοντα γένη τῶν ὄντων. 

οὔτε γὰρ δύο ἢ πλείους ἑνάδες ὑφ᾽ ἑνὸς μετέχονται <πῶς γάρ, τῶν ἐν αὐταῖς ἰδιοτήτων ἐξηλλαγμένων, οὐχὶ καὶ τὸ ἑκάστηι συμφυόμενον ἐξήλλακται, δι᾽ ὁμοιότητος τῆς συναφῆς γινομένης;> οὔτε μία ἑνὰς ὑπὸ πλειόνων μετέχεται διηιρημένως. 

ἀσύναπτα γὰρ τὰ πολλὰ ὄντα τῆι ἑνάδι, καὶ ὡς ὄντα τῆι πρὸ τῶν ὄντων καὶ ὡς πολλὰ ἑνάδι· δεῖ δὲ τὸ μετέχον πῆι μὲν ὅμοιον εἶναι τῶι μετεχομένωι, πῆι δὲ ἕτερον καὶ ἀνόμοιον. ἐπεὶ οὖν τὸ μετέχον τῶν ὄντων τί ἐστιν, ἡ δὲ ἑνὰς ὑπερούσιος, καὶ κατὰ τοῦτο ἀνωμοίωνται, ἓν ἄρα εἶναι χρὴ τὸ μετέχον, ἵνα καὶ κατὰ τοῦτο ὅμοιον ἦι τῶι μετεχομένωι ἑνί, εἰ καὶ τὸ μὲν οὕτως ἓν ὡς ἑνάς, τὸ δὲ ὡς πεπονθὸς τὸ ἓν καὶ ἡνωμένον διὰ τὴν ἐκείνης μέθεξιν. 

 

136

Πᾶς θεὸς ὁλικώτερος μὲν ὑπάρχων καὶ ἐγγυτέρω τοῦ πρώτου τεταγμένος ὑπὸ ὁλικωτέρου γένους τῶν ὄντων μετέχεται, μερικώτερος δὲ καὶ πορρώτερον, ὑπὸ μερικωτέρου· καὶ ὡς τὸ ὂν πρὸς τὸ ὄν, οὕτως ἡ ἑνὰς πρὸς τὴν ἑνάδα τὴν θείαν. 

εἰ γὰρ ὅσα τὰ ὄντα, τοσαῦται καὶ αἱ ἑνάδες, καὶ ἔμπαλιν, μιᾶς ὑφ᾽ ἑνὸς μετεχομένης, δῆλον δὴ ὅτι κατὰ τὴν τῶν ἑνάδων τάξιν ἡ τῶν ὄντων πρόεισι τάξις, ὁμοιουμένη τῆι πρὸ αὐτῆς, καὶ ταῖς μὲν ὁλικωτέραις τὰ ὁλικώτερα συμφύεται, ταῖς δὲ μερικωτέραις ἑνάσι τὰ μερικώτερα ὄντα. εἰ γὰρ μή, πάλιν τὰ ἀνόμοια τοῖς ἀνομοίοις συνάψει, καὶ ἡ κατ᾽ ἀξίαν διανομὴ οὐκ ἔσται. ταῦτα δὲ ἀδύνατα, εἴπερ καὶ τοῖς ἄλλοις ἅπασι τὸ ἓν καὶ τὸ οἰκεῖον μέτρον ἐκεῖθεν ἐπιλάμπεται καὶ ἀπ᾽ ἐκείνων ἐφήκει· πολλῶι δὴ οὖν μᾶλλον ἐν αὐτοῖς τάξις ἔσται τῆς μεθέξεως, τὰ ὅμοια κατὰ τὴν δύναμιν τῶν ὁμοίων ἐξάπτουσα. 

 

137

Πᾶσα ἑνὰς συνυφίστησι τῶι ἑνὶ τὸ μετέχον αὐτῆς ὄν. 

τὸ μὲν γὰρ ἕν, ὡς πάντων ἐστὶν ὑποστατικόν, οὕτω καὶ τῶν ἑνάδων τῶν μετεχομένων καὶ τῶν ὄντων τῶν εἰς τὰς ἑνάδας ἀνηρτημένων αἴτιον, τὸ δὲ ἑκάστης ἐξημμένον ἡ ἑνὰς ἡ εἰς αὐτὸ ἐλλάμπουσα παράγει· ἁπλῶς μὲν εἶναι τοῦ ἑνὸς ποιοῦντος, τὸ δὲ συμφυὲς εἶναι τῆς ἑνάδος ἀπεργαζομένης, ἧι ἐστι συμφυές. 

αὕτη οὖν ἐστιν ἡ καθ᾽ ἑαυτὴν ἀφορίζουσα τὸ μετέχον αὐτῆς ὂν καὶ τὴν ἰδιότητα τὴν ὑπερούσιον ἐν αὐτῶι δεικνύουσα οὐσιωδῶς· ἐκ γὰρ τοῦ πρώτως πανταχοῦ τῶι δευτέρως ὑπάρχει τὸ εἶναι τοῦτο, ὅ ἐστιν. ἥτις οὖν ἐστι τῆς θεότητος ὑπερούσιος ἰδιότης, αὕτη καὶ τοῦ ὄντος ἐστί, τοῦ μετέχοντος αὐτῆς, οὐσιωδῶς. 

 

138

Πάντων τῶν μετεχόντων τῆς θείας ἰδιότητος καὶ ἐκθεουμένων πρώτιστόν ἐστι καὶ ἀκρότατον τὸ ὄν. 

εἰ γὰρ καὶ τοῦ νοῦ καὶ τῆς ζωῆς ἐπέκεινα τὸ ὄν, ὡς δέδεικται, εἴπερ πλείστων τοῦτο μετὰ τὸ ἓν αἴτιον, ἀκρότατον ἂν εἴη τὸ ὄν. τούτων μὲν γὰρ ἑνικώτερον, καὶ διὰ τοῦτο πάντως σεμνότερον· ἄλλο δὲ πρὸ αὐτοῦ οὐκ ἔστι πλὴν τοῦ ἑνός. πρὸ γὰρ τοῦ ἑνιαίου πλήθους τί ἄλλο ἢ τὸ ἕν; πλῆθος δὲ ἑνιαῖον τὸ ὄν, ὡς ἐκ πέρατος ὂν καὶ ἀπείρου. καὶ ὅλως πρὸ τῆς οὐσίας τὸ ὑπερούσιον μόνον· ἐπεὶ καὶ ἐν ταῖς εἰς τὰ δεύτερα ἐλλάμψεσι μόνον τὸ ἓν ἐπέκεινα φθάνει τοῦ ὄντος, τὸ δὲ ὂν εὐθὺς μετὰ τὸ ἕν. τὸ γὰρ δυνάμει ὄν, οὔπω δὲ ὄν, ἕν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· καὶ τὸ μετὰ τοῦτο ἤδη ἐνεργείαι ὄν. καὶ ἐν ταῖς ἀρχαῖς ἄρα τοῦ ὄντος ἐπέκεινα εὐθὺς τὸ μὴ ὂν ὡς κρεῖττον τοῦ ὄντος καὶ ἕν. 

 

139

Πάντα τὰ μετέχοντα τῶν θείων ἑνάδων, ἀρχόμενα ἀπὸ τοῦ ὄντος, εἰς τὴν σωματικὴν τελευτᾶι φύσιν· τὸ γὰρ πρῶτόν ἐστι τῶν μετεχόντων τὸ ὄν, ἔσχατον δὲ τὸ σῶμα <καὶ γὰρ σώματα θεῖα εἶναί φαμεν>. 

πάντων γὰρ τῶν γενῶν τὰ ἀκρότατα τοῖς θεοῖς ἀνεῖται, σωμάτων, ψυχῶν, νόων, ἵνα ἐν πάσηι τάξει τὰ τοῖς θεοῖς ἀναλογοῦντα συνεκτικὰ καὶ σωστικὰ τῶν δευτέρων ὑπάρχηι, καὶ ἕκαστος ἀριθμὸς ὅλος ἦι κατὰ τὸ ἐν τῶι μέρει ὅλον, ἔχων ἐν ἑαυτῶι πάντα καὶ πρὸ τῶν ἄλλων τὴν θείαν ἰδιότητα. ἔστιν οὖν καὶ σωματικῶς καὶ ψυχικῶς καὶ νοερῶς τὸ θεῖον γένος. καὶ δῆλον ὅτι πάντα ταῦτα θεῖα κατὰ μέθεξιν· τὸ γὰρ πρώτως θεῖον ἐν ταῖς ἑνάσιν ὑφέστηκε. τὰ ἄρα μετέχοντα τῶν θείων ἑνάδων ἄρχεται μὲν ἀπὸ τοῦ ὄντος, λήγει δὲ εἰς τὴν σωματικὴν φύσιν. 

 

140

Πᾶσαι τῶν θεῶν αἱ δυνάμεις ἄνωθεν ἀρχόμεναι καὶ διὰ τῶν οἰκείων προϊοῦσαι μεσοτήτων μέχρι τῶν ἐσχάτων καθήκουσι καὶ τῶν περὶ γῆν τόπων. 

οὔτε γὰρ ἐκείνας διείργει τι καὶ ἀποκωλύει τῆς εἰς πάντα παρουσίας <οὐδὲ γὰρ δέονται τόπων καὶ διαστάσεων, διὰ τὴν ἄσχετον πρὸς πάντα ὑπεροχὴν καὶ τὴν ἄμικτον πανταχοῦ παρουσίαν>, οὔτε τὸ μετέχειν αὐτῶν ἐπιτήδειον κωλύεται τῆς μεθέξεως, ἀλλ᾽ ἅμα τέ τι πρὸς τὴν μετουσίαν ἕτοιμον γίνεται κἀκεῖναι πάρεισιν, οὔτε τότε παραγενόμεναι οὔτε πρότερον ἀποῦσαι, ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχουσαι. ἐὰν οὖν τι τῶν περὶ γῆν ἐπιτήδειον ἦι μετέχειν, καὶ τούτωι πάρεισι· καὶ πάντα πεπληρώκασιν ἑαυτῶν, καὶ τοῖς μὲν ὑπερτέροις μειζόνως πάρεισι, τοῖς δὲ μέσοις κατὰ τὴν αὐτῶν τάξιν, τοῖς δὲ ἐσχάτοις ἐσχάτως. ἄνωθεν οὖν μέχρι τῶν τελευταίων ἐκτείνουσιν ἑαυτάς· ὅθεν καὶ ἐν τούτοις εἰσὶ τῶν πρώτων ἐμφάσεις, καὶ συμπαθῆ πάντα πᾶσιν, ἐν μὲν τοῖς πρώτοις τῶν δευτέρων προϋπαρχόντων, ἐν δὲ τοῖς δευτέροις τῶν πρώτων ἐμφαινομένων· τριχῶς γὰρ ἦν ἕκαστον, ἢ κατ᾽ αἰτίαν ἢ καθ᾽ ὕπαρξιν ἢ κατὰ μέθεξιν. 

 

141

Πᾶσα πρόνοια θείων ἡ μὲν ἐξηιρημένη τῶν προνοουμένων ἐστίν, ἡ δὲ συντεταγμένη. 

τὰ μὲν γὰρ κατὰ τὴν ὕπαρξιν καὶ τὴν τῆς τάξεως ἰδιότητα παντελῶς ὑπερήπλωται τῶν ἐλλαμπομένων· τὰ δὲ τῆς αὐτῆς ὄντα διακοσμήσεως προνοεῖ τῶν ὑφειμένων τῆς αὐτῆς συστοιχίας, μιμούμενα καὶ ταῦτα τὴν τῶν ἐξηιρημένων θεῶν προνοητικὴν ἐνέργειαν καὶ πληροῦν ἐφιέμενα τὰ δεύτερα τῶν ἀγαθῶν, ὧν δύνανται. 

 

142

Πᾶσι μὲν οἱ θεοὶ πάρεισιν ὡσαύτως· οὐ πάντα δὲ ὡσαύτως τοῖς θεοῖς πάρεστιν, ἀλλ᾽ ἕκαστα κατὰ τὴν αὐτῶν τάξιν τε καὶ δύναμιν μεταλαγχάνει τῆς ἐκείνων παρουσίας, τὰ μὲν ἑνοειδῶς, τὰ δὲ πεπληθυσμένως, καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν ἀσωμάτως, τὰ δὲ σωματικῶς. 

ἀνάγκη γὰρ τὴν διάφορον μέθεξιν τῶν αὐτῶν ἢ παρὰ τὸ μετέχον γίνεσθαι διάφορον ἢ παρὰ τὸ μετεχόμενον. ἀλλὰ τὸ θεῖον πᾶν ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν, καὶ ἄσχετόν ἐστι πρὸς πάντα καὶ ἄμικτον. παρὰ τὸ μετέχον ἄρα μόνον λείπεται τὴν ἐξαλλαγὴν ὑφίστασθαι, καὶ τὸ οὐχ ὡσαύτως ἐν τούτοις εἶναι, καὶ ταῦτα ἄλλοτε ἄλλως καὶ ἄλλα ἄλλως παρεῖναι τοῖς θεοῖς· ὥστε πᾶσιν ἐκείνων ὡσαύτως παρόντων, τὰ πάντα οὐχ ὡσαύτως πάρεστιν ἐκείνοις, ἀλλ᾽ ὡς ἕκαστα δύναται, πάρεστι, καὶ ὡς πάρεστιν, οὕτως ἐκείνων ἀπολαύει· κατὰ γὰρ τὸ μέτρον τῆς τούτων παρουσίας ἡ μέθεξις. 

 

143

Πάντα τὰ καταδεέστερα τῆι παρουσίαι τῶν θεῶν ὑπεξίσταται· κἂν ἐπιτήδειον ἦι τὸ μετέχον, πᾶν μὲν τὸ ἀλλότριον τοῦ θείου φωτὸς ἐκποδὼν γίνεται, καταλάμπεται δὲ πάντα ἀθρόως ὑπὸ τῶν θεῶν. 

ἀεὶ μὲν γὰρ τὰ θεῖα περιληπτικώτερα καὶ δυνατώτερα τῶν ἀπ᾽ αὐτῶν προελθόντων ἐστίν, ἡ δὲ τῶν μετεχόντων ἀνεπιτηδειότης τῆς ἐλλείψεως τοῦ θείου φωτὸς αἰτία γίνεται· ἀμυδροῖ γὰρ κἀκεῖνο τῆι ἑαυτῆς ἀσθενείαι. ἐκείνου δὲ ἀμυδρουμένου ἄλλο τι δοκεῖ τὴν ἐπικράτειαν μεταλαμβάνειν, οὐ κατὰ τὴν αὐτοῦ δύναμιν, ἀλλὰ κατὰ τὴν τοῦ μετέχοντος ἀδυναμίαν κατεξανίστασθαι δοκοῦν τοῦ θείου τῆς ἐλλάμψεως εἴδους. 

 

144

Πάντα τὰ ὄντα καὶ πᾶσαι τῶν ὄντων αἱ διακοσμήσεις ἐπὶ τοσοῦτον προεληλύθασιν, ἐφ᾽ ὅσον καὶ αἱ τῶν θεῶν διατάξεις. 

καὶ γὰρ ἑαυτοῖς οἱ θεοὶ τὰ ὄντα συμπαρήγαγον, καὶ οὐδὲν οἷόν τε ἦν ὑποστῆναι καὶ μέτρου καὶ τάξεως τυχεῖν ἔξω τῶν θεῶν· καὶ γὰρ τελειοῦνται πάντα κατὰ τὴν αὐτῶν δύναμιν, καὶ τάττεται καὶ μετρεῖται παρὰ τῶν θεῶν. καὶ πρὸ τῶν ἐσχάτων οὖν ἐν τοῖς οὖσι γενῶν προϋπάρχουσιν οἱ καὶ ταῦτα κοσμοῦντες θεοὶ καὶ διδόντες καὶ τούτοις ζωὴν καὶ εἰδοποιίαν καὶ τελειότητα καὶ ἐπιστρέφοντες καὶ ταῦτα πρὸς τὸ ἀγαθόν, καὶ πρὸ τῶν μέσων ὡσαύτως, καὶ πρὸ τῶν πρώτων. καὶ πάντα ἐνδέδεται καὶ ἐνερρίζωται τοῖς θεοῖς, καὶ σώζεται διὰ ταύτην τὴν αἰτίαν· ἀποστὰν δέ τι τῶν θεῶν, καὶ ἔρημον γενόμενον παντελῶς, εἰς τὸ μὴ ὂν ὑπεξίσταται καὶ ἀφανίζεται, τῶν συνεχόντων αὐτὸ πάντηι στερούμενον. 

 

145

Πάσης θείας τάξεως <<ἡ ἰδιότης διὰ πάντων φοιτᾶι τῶν δευτέρων, καὶ δίδωσιν ἑαυτὴν ἅπασι τοῖς καταδεεστέροις γένεσιν. 

εἰ γὰρ ἄχρι τοσούτου τὰ ὄντα πρόεισιν, ἕως οὗ καὶ τῶν θεῶν οἱ διάκοσμοι προεληλύθασιν, ἐν ἑκάστοις γένεσίν ἐστιν ἡ τῶν θείων δυνάμεων ἰδιότης, ἄνωθεν ἐλλαμπομένη· κομίζεται γὰρ ἕκαστον ἀπὸ τῆς οἰκείας προσεχοῦς αἰτίας τὴν ἰδιότητα, καθ᾽ ἣν ἐκείνη τὴν ὑπόστασιν ἔλαχε. λέγω δὲ οἷον εἴ τις ἔστι θεότης καθαρτική, καὶ ἐν ψυχαῖς ἔστι κάθαρσις καὶ ἐν ζώοις καὶ ἐν φυτοῖς καὶ ἐν λίθοις· καὶ εἴ τις φρουρητική, ὡσαύτως, καὶ εἴ τις ἐπιστρεπτική, καὶ εἰ τελεσιουργός, καὶ εἰ ζωοποιός, ὁμοίως. καὶ ὁ μὲν λίθος μετέχει τῆς καθαρτικῆς δυνάμεως σωματικῶς μόνον, τὸ δὲ φυτὸν ἔτι τρανέστερον κατὰ τὴν ζωήν, τὸ δὲ ζῶον ἔχει καὶ κατὰ τὴν ὁρμὴν τὸ εἶδος τοῦτο, ψυχὴ δὲ λογικὴ λογικῶς, νοῦς δὲ νοερῶς, οἱ δὲ θεοὶ ὑπερουσίως καὶ ἑνιαίως· καὶ πᾶσα ἡ σειρὰ τὴν αὐτὴν ἔχει δύναμιν ἀπὸ μιᾶς τῆς θείας αἰτίας. καὶ ἐπὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος. 

πάντα γὰρ ἐξῆπται τῶν θεῶν, καὶ τὰ μὲν ἐξ ἄλλων, τὰ δὲ ἐξ ἄλλων προλάμπεται, καὶ αἱ σειραὶ μέχρι τῶν ἐσχάτων καθήκουσι· καὶ τὰ μὲν ἀμέσως, τὰ δὲ διὰ μέσων πλειόνων ἢ ἐλαττόνων εἰς ἐκείνους ἀνήρτηται· μεστὰ δὲ πάντα θεῶν, καὶ ὃ ἕκαστον ἔχει κατὰ φύσιν, ἐκεῖθεν ἔχει. 

 

146

Πασῶν τῶν θείων προόδων τὰ τέλη πρὸς τὰς ἑαυτῶν ἀρχὰς ὁμοιοῦται, κύκλον ἄναρχον καὶ ἀτελεύτητον σώζοντα διὰ τῆς πρὸς τὰς ἀρχὰς ἐπιστροφῆς. 

εἰ γὰρ καὶ ἕκαστον τῶν προελθόντων ἐπιστρέφεται πρὸς τὴν οἰκείαν ἀρχήν, ἀφ᾽ ἧς προελήλυθε, πολλῶι δήπου μᾶλλον αἱ ὅλαι τάξεις, ἀπὸ τῆς ἑαυτῶν ἀκρότητος προελθοῦσαι, πάλιν ἐπιστρέφονται πρὸς ἐκείνην. ἡ δὲ ἐπιστροφὴ τοῦ τέλους εἰς τὴν ἀρχὴν μίαν ἀπεργάζεται πᾶσαν καὶ ὡρισμένην καὶ εἰς ἑαυτὴν συννεύουσαν καὶ ἐν τῶι πλήθει τὸ ἑνοειδὲς ἐπιδεικνυμένην διὰ τῆς συννεύσεως. 

 

147

Πάντων τῶν θείων διακόσμων τὰ ἀκρότατα τοῖς πέρασιν ὁμοιοῦται τῶν ὑπερκειμένων. 

εἰ γὰρ δεῖ συνέχειαν εἶναι τῆς θείας προόδου καὶ ταῖς οἰκείαις ἑκάστην τάξιν συνδεδέσθαι μεσότησιν, ἀνάγκη τὰς ἀκρότητας τῶν δευτέρων συνάπτειν ταῖς ἀποπερατώσεσι τῶν πρώτων· ἡ δὲ συναφὴ δι᾽ ὁμοιότητος. ὁμοιότης ἄρα ἔσται τῶν ἀρχῶν τῆς ὑφειμένης τάξεως πρὸς τὰ τέλη τῆς ὑπεριδρυμένης. 

 

148

Πᾶσα θεία τάξις ἑαυτῆι συνήνωται τριχῶς, ἀπό τε τῆς ἀκρότητος τῆς ἐν αὐτῆι καὶ ἀπὸ τῆς μεσότητος καὶ ἀπὸ τοῦ τέλους. 

ἡ μὲν γάρ, ἑνικωτάτην ἔχουσα δύναμιν, εἰς πᾶσαν αὐτὴν διαπέμπει τὴν ἕνωσιν καὶ ἑνοῖ πᾶσαν ἄνωθεν, μένουσα ἐφ᾽ ἑαυτῆς. ἡ δὲ μεσότης, ἐπ᾽ ἄμφω τὰ ἄκρα διατείνουσα, συνδεῖ πᾶσαν περὶ ἑαυτήν, τῶν μὲν πρώτων διαπορθμεύουσα τὰς δόσεις, τῶν δὲ τελευταίων ἀνατείνουσα τὰς δυνάμεις, καὶ πᾶσι κοινωνίαν ἐντιθεῖσα καὶ σύνδεσιν πρὸς ἄλληλα· μία γὰρ οὕτως ἡ ὅλη γίνεται διάταξις ἔκ τε τῶν πληρούντων καὶ τῶν πληρουμένων, ὥσπερ εἴς τι κέντρον εἰς τὴν μεσότητα συννευόντων. 

ἡ δὲ ἀποπεράτωσις, ἐπιστρέφουσα πάλιν εἰς τὴν ἀρχὴν καὶ τὰς προελθούσας ἐπανάγουσα δυνάμεις, ὁμοιότητα καὶ σύννευσιν τῆι ὅληι τάξει παρέχεται. καὶ οὕτως ὁ σύμπας διάκοσμος εἷς ἐστι διὰ τῆς ἑνοποιοῦ τῶν πρώτων δυνάμεως <κα>ὶ διὰ τῆς ἐν τῆι μεσότητι συνοχῆς καὶ διὰ τῆς τοῦ τέλους εἰς τὴν ἀρχὴν τῶν προόδων ἐπιστροφῆς. 

 

149

Πᾶν τὸ πλῆθος τῶν θείων ἑνάδων πεπερασμένον ἐστὶ κατὰ ἀριθμόν. 

εἰ γὰρ ἐγγυτάτω τοῦ ἑνός ἐστιν, οὐκ ἂν ἄπειρον ὑπάρχοι· οὐ γὰρ συμφυὲς τῶι ἑνὶ τὸ ἄπειρον, ἀλλὰ ἀλλότριον. εἰ γὰρ καὶ τὸ πλῆθος καθ᾽ αὑτὸ ἀφίσταται τοῦ ἑνός, τὸ ἄπειρον πλῆθος δῆλον ὡς παντελῶς ἔρημον ἐκείνου· διὸ καὶ ἀδύναμον καὶ ἀδρανές. οὐκ ἄρα ἄπειρον τὸ τῶν θεῶν πλῆθος. ἑνοειδὲς ἄρα καὶ πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους μᾶλλον πεπερασμένον· παντὸς γὰρ ἄλλου πλήθους μᾶλλον τῶι ἑνὶ συγγενές. 

εἰ μὲν οὖν ἡ ἀρχὴ πλῆθος, ἔδει τὸ ἐγγυτέρω τῆς ἀρχῆς τοῦ πορρώτερον μᾶλλον εἶναι πλῆθος <ὁμοιότερον γὰρ τὸ ἐγγύτερον>· ἐπεὶ δὲ ἕν ἐστι τὸ πρῶτον, τὸ ἐκείνωι συναφὲς πλῆθος ἧττον πλῆθος τοῦ πορρώτερον· τὸ δὲ ἄπειρον οὐχ ἧττον πλῆθος, ἀλλὰ μάλιστα πλῆθος. 

 

150

Πᾶν τὸ προϊὸν ἐν ταῖς θείαις τάξεσι πάσας ὑποδέχεσθαι τὰς τοῦ παράγοντος δυνάμεις οὐ πέφυκεν, οὐδὲ ὅλως τὰ δεύτερα πάσας τὰς τῶν πρὸ αὐτῶν, ἀλλ᾽ ἔχει τινὰς ἐκεῖνα τῶν καταδεεστέρων ἐξηιρημένας δυνάμεις καὶ ἀπεριλήπτους τοῖς μετ᾽ αὐτά. 

εἰ γὰρ αἱ τῶν θεῶν ἰδιότητες διαφέρουσιν, αἱ μὲν τῶν ὑφειμένων ἐν τοῖς ὑπερτέροις προϋπάρχουσιν, αἱ δὲ τῶν ὑπερτέρων, ὁλικωτέρων ὄντων, ἐν τοῖς ὑφειμένοις οὔκ εἰσιν, ἀλλὰ τὰς μὲν ἐνδίδωσι τὰ κρείττονα τοῖς ἀπ᾽ αὐτῶν παραγομένοις, τὰς δὲ ἐν αὐτοῖς προείληφεν ἐξηιρημένως. δέδεικται γὰρ ὅτι ὁλικώτεροι μέν εἰσιν οἱ ἐγγυτέρω τοῦ ἑνός, μερικώτεροι δὲ οἱ πορρώτερον· οἱ δὲ ὁλικώτεροι τῶν μερικωτέρων περιληπτικωτέρας ἔχουσι δυνάμεις· οὐκ ἄρα τὴν ἐκείνων δύναμιν οἱ δευτέραν ἔχοντες τάξιν καὶ μερικωτέραν περιλήψονται. ἔστιν ἄρα ἐν τοῖς ὑπερτέροις ἀπερίληπτόν τι καὶ ἀπερίγραφον τοῖς ὑφειμένοις. 

καὶ γὰρ ἄπειρον ἕκαστον τῶν θείων οὕτως οὔτε ἑαυτῶι δέδεικται ὂν οὔτε τοῖς ὑπὲρ αὐτὸ πολλῶι πρότερον, ἀλλὰ τοῖς μεθ᾽ ἑαυτὸ πᾶσιν· ἡ δὲ ἀπειρία κατὰ τὴν δύναμιν ἐν ἐκείνοις· τὸ δὲ ἄπειρον ἀπερίληπτον, οἷς ἐστιν ἄπειρον· οὐκ ἄρα πασῶν μετέχει τῶν δυνάμεων τὰ καταδεέστερα, ὧν ἐν ἑαυτοῖς τὰ κρείττονα προείληφεν <ἦν γὰρ ἂν ἐκεῖνα περιληπτὰ τοῖς δευτέροις, ὥσπερ δὴ καὶ αὐτοῖς τὰ δεύτερ>α. οὔτε οὖν πάσας ἔχει ταῦτα τὰς ἐκείνων, διὰ τὸ μερικώτερον· οὔτε ἃς ἔχει, τὸν αὐτὸν ἐκείνοις ἔχει τρόπον, διὰ τὴν ἀπειρίαν τὴν ἐκεῖνα ὑπερφέρειν τῶν καταδεεστέρων ποιοῦσαν. 

 

151

Πᾶν τὸ πατρικὸν ἐν τοῖς θεοῖς πρωτουργόν ἐστι καὶ ἐν τἀγαθοῦ τάξει προϊστάμενον κατὰ πάσας τὰς θείας διακοσμήσεις. 

τὰς γὰρ ὑπάρξεις τῶν δευτέρων καὶ τὰς δυνάμεις ὅλας καὶ τὰς οὐσίας αὐτὸ παράγει κατὰ μίαν ἄρρητον ὑπεροχήν· διὸ καὶ πατρικὸν ἐπονομάζεται, τὴν ἡνωμένην καὶ ἀγαθοειδῆ τοῦ ἑνὸς δύναμιν ἐμφαῖνον καὶ τὴν ὑποστατικὴν τῶν δευτέρων αἰτίαν. 

καὶ καθ᾽ ἑκάστην τῶν θεῶν τάξιν τὸ πατρικὸν ἡγεῖται γένος, παράγον ἀφ᾽ ἑαυτοῦ πάντα καὶ κοσμοῦν, ἅτε τῶι ἀγαθῶι τεταγμένον ἀνάλογον. καὶ πατέρες οἱ μὲν ὁλικώτεροι, οἱ δὲ μερικώτεροι, καθάπερ καὶ αὐταὶ τῶν θεῶν αἱ τάξεις τῶι ὁλικωτέρωι καὶ μερικωτέρωι διαφέρουσι, κατὰ τὸν τῆς αἰτίας λόγον· ὅσαι οὖν αἱ ὅλαι τῶν θεῶν πρόοδοι, τοσαῦται καὶ αἱ τῶν πατέρων διαφορότητες. εἰ γὰρ ἔστι τι κατὰ πᾶσαν τάξιν ἀνάλογον τἀγαθῶι, δεῖ τὸ πατρικὸν ἐν πάσαις εἶναι, καὶ προϊέναι ἀπὸ τῆς πατρικῆς ἑνώσεως ἑκάστην. 

 

152

Πᾶν τὸ γεννητικὸν τῶν θεῶν κατὰ τὴν ἀπειρίαν τῆς θείας δυνάμεως πρόεισι, πολλαπλασιάζον ἑαυτὸ καὶ διὰ πάντων χωροῦν, καὶ τὸ ἀνέκλειπτον ἐν ταῖς τῶν δευτέρων προόδοις διαφερόντως ἐπιδεικνύμενον. 

τὸ γὰρ πληθύνειν τὰ προϊόντα καὶ ἀπὸ τῆς ἐν ταῖς αἰτίαις κρυφίας περιοχῆς προάγειν εἰς ἀπογεννήσεις τίνος ἐξαίρετόν ἐστιν ἢ τῆς ἀπείρου τῶν θεῶν δυνάμεως, δι᾽ ἣν πάντα γονίμων ἀγαθῶν πεπλήρωται τὰ θεῖα, παντὸς τοῦ πλήρους ἄλλ᾽ ἀφ᾽ ἑαυτοῦ παράγοντος κατὰ τὴν ὑπερπλήρη δύναμιν; γεννητικῆς οὖν θεότητος ἴδιον ἡ τῆς δυνάμεως ἐπικράτεια, πολλαπλασιάζουσα τὰς τῶν γεννωμένων δυνάμεις καὶ γονίμους ἀπεργαζομένη καὶ ἀνεγείρουσα πρὸς τὸ γεννᾶν ἄλλα καὶ ὑφιστάνειν. 

εἰ γὰρ ἕκαστον τῆς οἰκείας ἰδιότητος, ἣν ἔχει πρώτως, τοῖς ἄλλοις μεταδίδωσι, πᾶν δήπου τὸ γόνιμον καὶ τοῖς μεθ᾽ ἑαυτὸ τὴν γόνιμον ἐνδίδωσι πρόοδον καὶ τὴν ἀπειρίαν ἐνεικονίζεται τὴν τῶν ὅλων ἀρχέγονον, ἀφ᾽ ἧς πᾶσα γεννητικὴ προῆλθε δύναμις, τὰς ἀεννάους τῶν θείων προόδους ἐξηιρημένως ἀπορρέουσα. 

 

153

Πᾶν τὸ τέλειον ἐν τοῖς θεοῖς τῆς θείας ἐστὶ τελειότητος αἴτιον. 

ὡς γὰρ ἄλλαι τῶν ὄντων εἰσὶν ὑποστάσεις, ἄλλαι τῶν ὑπερουσίων, οὕτω δὴ καὶ τελειότητες ἄλλαι μὲν αἱ τῶν θεῶν αὐτῶν κατὰ τὴν ὕπαρξιν, ἄλλαι δὲ αἱ τῶν ὄντων δεύτεραι μετ᾽ ἐκείνας· καὶ αἱ μὲν αὐτοτελεῖς καὶ πρωτουργοί, διότι καὶ τὸ ἀγαθὸν ἐν ἐκείνοις πρώτως, αἱ δὲ κατὰ μέθεξιν ἔχουσαι τὸ τέλειον. ἄλλη μὲν οὖν διὰ ταῦτα ἡ τῶν θεῶν τελειότης καὶ ἄλλη τῶν ἐκθεουμένων. τὸ δὲ ἐν τοῖς θεοῖς πρώτως τέλειον οὐ μόνον τοῖς ἐκθεουμένοις τῆς τελειότητος αἴτιον, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτοῖς. 

εἰ γάρ, ἧι τέλειον ἕκαστον, ἐπέστραπται πρὸς τὴν οἰκείαν ἀρχήν, τὸ πάσης τῆς θείας ἐπιστροφῆς αἴτιον τελεσιουργόν ἐστι τοῦ τῶν θεῶν γένους. 

 

154

Πᾶν τὸ φρουρητικὸν ἐν τοῖς θεοῖς ἕκαστον ἐν τῆι οἰκείαι τάξει διαφυλάττει τῶν δευτέρων ἑνοειδῶς ἐξηιρημένον καὶ τοῖς πρώτοις ἐνιδρυμένον. 

εἰ γὰρ ἡ φρουρὰ τὸ τῆς ἑκάστου τάξεως μέτρον ἀτρέπτως διασώζει καὶ συνέχει πάντα τὰ φρουρούμενα ἐν τῆι οἰκείαι τελειότητι, πᾶσιν ἐνδίδωσι τὴν ἀπὸ τῶν καταδεεστέρων ὑπεροχήν, καὶ ἄμικτον ἕκαστον ἵστησιν ἐφ᾽ ἑαυτοῦ μονίμως, καθαρότητος ἀχράντου τοῖς φρουρουμένοις αἴτιον ὑπάρχον, καὶ ἐνιδρύει τοῖς ὑπερτέροις. τέλειον γὰρ πᾶν ἐστι τῶν μὲν πρώτων ἀντεχόμενον, ἐν ἑαυτῶι δὲ μένον, καὶ τῶν καταδεεστέρων ὑπερηπλωμένον. 

 

155

Πᾶν μὲν τὸ ζωογόνον ἐν τοῖς θείοις γένεσιν αἴτιον γεννητικόν ἐστιν, οὐ πᾶσα δὲ ἡ γόνιμος τάξις ζωογόνος ἐστίν· ὁλικωτέρα γὰρ ἡ γεννητικὴ τῆς ζωογονικῆς καὶ ἐγγυτέρω τῆς ἀρχῆς. 

ἡ μὲν γὰρ γέννησις τὴν εἰς πλῆθος τὰ ὄντα προάγουσαν αἰτίαν δηλοῖ, ἡ δὲ ζωογονία τὴν χορηγὸν ἁπάσης ζωῆς θεότητα παρίστησιν. εἰ οὖν ἡ μὲν τῶν ὄντων πολλαπλασιάζει τὰς ὑποστάσεις, ἡ δὲ τὰς τῆς ζωῆς προόδους ὑφίστησιν, ὡς ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως ἡ γεννητικὴ τάξις ἕξει πρὸς τὴν ζωογόνον σειράν. ὁλικωτέρα δὴ οὖν ἔσται καὶ πλειόνων αἰτία, καὶ διὰ τοῦτο ἐγγυτέρω τῆς ἀρχῆς. 

 

156

Πᾶν μὲν τὸ τῆς καθαρότητος αἴτιον ἐν τῆι φρουρητικῆι περιέχεται τάξει, οὐκ ἔμπαλιν δὲ πᾶν τὸ φρουρητικὸν τῶι καθαρτικῶι γένει ταὐτόν. 

ἡ μὲν γὰρ καθαρότης τὸ ἀμιγὲς ἐνδίδωσι πρὸς τὰ χείρονα πᾶσι τοῖς θεοῖς καὶ τὸ ἄχραντον ἐν τῆι προνοίαι τῶν δευτέρων, ἡ δὲ φρουρὰ καὶ τοῦτο ἀπεργάζεται καὶ ἐν ἑαυτοῖς πάντα συνέχει καὶ σταθερῶς ἐντίθησι τοῖς ὑπερτέροις. ὁλικώτερον ἄρα τοῦ καθαρτικοῦ τὸ φρουρητικόν ἐστιν· ἴδιον γὰρ ἁπλῶς φρουρᾶς μὲν τὸ τὴν αὐτὴν ἑκάστου τάξιν διατηρεῖν πρός τε ἑαυτὸ καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ᾽ αὐτό, καθαρότητος δὲ τὸ ἐξαιρεῖν τῶν καταδεεστέρων τὰ κρείττονα. ταῦτα δέ ἐστι πρώτως ἐν τοῖς θεοῖς. 

τοῦ γὰρ ἐν πᾶσιν ὄντος δεῖ μίαν αἰτίαν προηγεῖσθαι· καὶ ὅλως πάντων τῶν ἀγαθῶν τὰ ἑνοειδῆ μέτρα παρ᾽ ἐκείνοις προείληπται, καὶ οὐδέν ἐστιν ἐν τοῖς δευτέροις ἀγαθόν, ὃ μὴ προϋφέστηκεν ἐν τοῖς θεοῖς <πόθεν γὰρ ἔσται τοῦτο, καὶ τίνα ἕξει τὴν αἰτίαν;>. 

ἐν ἐκείνοις ἄρα καὶ ἡ καθαρότης πρώτως, ἀγαθὸν οὖσα, καὶ ἡ φρουρὰ καὶ πᾶν ὅ τι τοιοῦτον. 

 

157

Πᾶν μὲν τὸ πατρικὸν αἴτιον τοῦ εἶναι πᾶσίν ἐστι χορηγὸν καὶ τὰς ὑπάρξεις τῶν ὄντων ὑφίστησι· πᾶν δὲ τὸ δημιουργικὸν τῆς εἰδοποιίας τῶν συνθέτων προέστηκε καὶ τῆς τάξεως καὶ τῆς κατ᾽ ἀριθμὸν αὐτῶν διαιρέσεως, καὶ ἔστι τῆς αὐτῆς τῶι πατρικῶι συστοιχίας ἐν μερικωτέροις γένεσιν. 

ἑκάτερον γὰρ τῆς τοῦ πέρατός ἐστι τάξεως, ἐπεὶ καὶ ἡ ὕπαρξις καὶ ὁ ἀριθμὸς καὶ τὸ εἶδος περατοειδῆ πάντα ἐστίν· ὥστε ταύτηι σύστοιχα ἀλλήλοις. ἀλλὰ τὸ μὲν δημιουργικὸν εἰς πλῆθος προάγει τὴν ποίησιν, τὸ δὲ ἑνοειδῶς παρέχεται τὰς τῶν ὄντων προόδους· καὶ τὸ μὲν εἰδοποιόν ἐστι, τὸ δὲ οὐσιοποιόν. ἧι οὖν ταῦτα διέστηκεν ἀλλήλων, τό τε εἶδος καὶ τὸ ὄν, ταύτηι τοῦ δημιουργικοῦ τὸ πατρικὸν διέστηκεν. ἔστι δέ τι ὂν τὸ εἶδος. 

ὁλικώτερον ἄρα καὶ αἰτιώτερον <ὄν,> τὸ πατρικόν ἐστιν ἐπέκεινα τοῦ δημιουργικοῦ γένους, ὡς τὸ ὂν τοῦ εἴδους. 

 

158

Πᾶν τὸ ἀναγωγὸν αἴτιον ἐν τοῖς θεοῖς καὶ τοῦ καθαρτικοῦ διαφέρει καὶ τῶν ἐπιστρεπτικῶν γενῶν. 

ὅτι μὲν γὰρ εἶναι δεῖ καὶ τοῦτο πρώτως ἐν ἐκείνοις δῆλον, ἐπειδὴ τῶν ὅλων ἀγαθῶν ἐκεῖ τὰ αἴτια πάντα προϋφέστηκεν. 

ἀλλὰ τοῦ μὲν καθαρτικοῦ προϋπάρχει, διότι τὸ μὲν ἀπολύει τῶν χειρόνων, τοῦτο δὲ συνάπτει τοῖς κρείττοσι· τοῦ δὲ ἐπιστρεπτικοῦ μερικωτέραν ἔχει τάξιν, διότι πᾶν τὸ ἐπιστρέφον ἢ πρὸς ἑαυτὸ ἐπιστρέφει ἢ πρὸς τὸ κρεῖττον, τοῦ δὲ ἀναγωγοῦ τὸ ἐνέργημα κατὰ τὴν πρὸς τὸ κρεῖττον ἐπιστροφὴν χαρακτηρίζεται, ὡς εἰς τὸ ἄνω καὶ τὸ θειότερον ἄγον τὸ ἐπιστρεφόμενον. 

 

159

Πᾶσα τάξις θεῶν ἐκ τῶν πρώτων ἐστὶν ἀρχῶν, πέρατος καὶ ἀπειρίας· ἀλλ᾽ ἡ μὲν πρὸς τῆς τοῦ πέρατος αἰτίας μᾶλλον, ἡ δὲ πρὸς τῆς ἀπειρίας. 

πᾶσα μὲν γὰρ ἐξ ἀμφοτέρων πρόεισι, διότι τῶν πρώτων αἰτίων αἱ μεταδόσεις διήκουσι διὰ πάντων τῶν δευτέρων. ἀλλ᾽ ὅπου μὲν τὸ πέρας ἐνδυναστεύει κατὰ τὴν μῖξιν, ὅπου δὲ τὸ ἄπειρον· καὶ οὕτω δὴ τὸ μὲν περατοειδὲς ἀποτελεῖται γένος, ἐν ὧι τὰ τοῦ πέρατος κρατεῖ· τὸ δὲ ἀπειροειδές, ἐν ὧι τὰ τῆς ἀπειρίας. 

 

160

Πᾶς ὁ θεῖος νοῦς ἑνοειδής ἐστι καὶ τέλειος καὶ πρώτως νοῦς, ἀφ᾽ ἑαυτοῦ καὶ τοὺς ἄλλους νόας παράγων. 

εἰ γὰρ θεῖός ἐστι, πεπλήρωται τῶν θείων ἑνάδων καὶ ἔστιν ἑνοειδής· εἰ δὲ τοῦτο, καὶ τέλειος, τῆς ἀγαθότητος τῆς θείας πλήρης ὑπάρχων. εἰ δὲ ταῦτα, καὶ πρώτως ἐστὶ νοῦς, ἅτε τοῖς θεοῖς ἡνωμένος· παντὸς γὰρ νοῦ κρείττων ὁ ἐκθεούμενος νοῦς. 

πρώτως δὲ ὢν νοῦς, καὶ τοῖς ἄλλοις αὐτὸς δίδωσι τὴν ὑπόστασιν· ἀπὸ γὰρ τῶν πρώτως ὄντων πάντα τὰ δευτέρως ὄντα τὴν ὕπαρξιν κέκτηται. 

 

161

Πᾶν τὸ ὄντως ὂν τὸ τῶν θεῶν ἐξημμένον θεῖόν ἐστι νοητὸν καὶ ἀμέθεκτον. 

ἐπεὶ γὰρ πρῶτόν ἐστι τῶν τῆς θείας ἑνώσεως μετεχόντων τὸ ὄντως ὄν, ὡς δέδεικται, καὶ πληροῖ τὸν νοῦν ἀφ᾽ ἑαυτοῦ <καὶ γὰρ ὁ νοῦς ὄν ἐστιν, ὡς τοῦ ὄντος πληρούμενο>ς, θεῖόν ἐστι δήπου νοητόν· ὡς μὲν ἐκθεούμενον, θεῖον, ὡς δὲ πληρωτικὸν τοῦ νοῦ καὶ ὑπ᾽ αὐτοῦ μετεχόμενον, νοητόν. 

καὶ ὁ μὲν νοῦς ὂν διὰ τὸ πρώτως ὄν, αὐτὸ δὲ τὸ πρώτως ὂν χωριστόν ἐστιν ἀπὸ τοῦ νοῦ, διότι μετὰ τὸ ὄν ἐστιν ὁ νοῦς. 

δὲ ἀμέθεκτα πρὸ τῶν μετεχομένων ὑφέστηκεν· ὥστε καὶ τοῦ συζύγου πρὸς τὸν νοῦν ὄντος προϋπάρχει τὸ καθ᾽ αὑτὸ καὶ ἀμεθέκτως ὄν. νοητὸν γάρ ἐστιν οὐχ ὡς τῶι νῶι συντεταγμένον, ἀλλ᾽ ὡς τελειοῦν ἐξηιρημένως τὸν νοῦν, διότι κἀκείνωι τοῦ εἶναι μεταδίδωσι καὶ πληροῖ κἀκεῖνον τῆς ὄντως οὔσης οὐσίας. 

 

162

Πᾶν τὸ καταλάμπον τὸ ὄντως ὂν πλῆθος τῶν ἑνάδων κρύφιον καὶ νοητόν ἐστι· κρύφιον μὲν ὡς τῶι ἑνὶ συνημμένον, νοητὸν δὲ ὡς ὑπὸ τοῦ ὄντος μετεχόμενον. 

ἀπὸ γὰρ τῶν ἐξημμένων πάντες οἱ θεοὶ καλοῦνται, διότι καὶ τὰς ὑποστάσεις αὐτῶν τὰς διαφόρους ἀπὸ τούτων, ἀγνώστους ὑπαρχούσας, γνῶναι δυνατόν. ἄρρητον γὰρ καθ᾽ αὑτὸ πᾶν τὸ θεῖον καὶ ἄγνωστον, ὡς τῶι ἑνὶ τῶι ἀρρήτωι συμφυές· ἀπὸ δὲ τῆς τῶν μετεχόντων ἐξαλλαγῆς καὶ τὰς ἐκείνων ἰδιότητας γνωρίζεσθαι συμβαίνει. νοητοὶ δὴ οὖν εἰσιν οἱ τὸ ὄντως ὂν καταλάμποντες, διότι δὴ τὸ ὄντως ὂν νοητόν ἐστι θεῖον καὶ ἀμέθεκτον, τοῦ νοῦ προϋφεστηκός. οὐ γὰρ ἂν τοῦτο τῶν πρωτίστων ἐξῆπτο θεῶν, εἰ μὴ κἀκεῖνοι πρωτουργὸν εἶχον ὑπόστασιν καὶ δύναμιν τελειωτικὴν τῶν ἄλλων θεῶν, εἴπερ ὡς τὰ μετέχοντα πρὸς ἄλληλα, οὕτω καὶ αἱ τῶν μετεχομένων ἔχουσιν ὑπάρξεις. 

 

163

Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τοῦ ἀμεθέκτου νοῦ νοερόν ἐστιν. 

ὡς γὰρ ἔχει νοῦς πρὸς τὸ ὄντως ὄν, οὕτως αἱ ἑνάδες αὗται πρὸς τὰς ἑνάδας τὰς νοητὰς ἔχουσιν. ἧιπερ οὖν καὶ ἐκεῖναι, καταλάμπουσαι τὸ ὄν, νοηταί εἰσι, ταύτηι καὶ αὗται, καταλάμπουσαι τὸν θεῖον καὶ ἀμέθεκτον νοῦν, νοεραί εἰσιν, ἀλλ᾽ οὐχ οὕτω νοεραὶ ὡς ἐν νῶι ὑφεστηκυῖαι, ἀλλ᾽ ὡς κατ᾽ αἰτίαν τοῦ νοῦ προϋπάρχουσαι καὶ ἀπογεννῶσαι τὸν νοῦν. 

 

164

Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τῆς ἀμεθέκτου πάσης ψυχῆς ὑπερκόσμιόν ἐστι. 

διότι γὰρ ἡ ἀμέθεκτος ψυχὴ πρώτως ὑπὲρ τὸν κόσμον ἐστί, καὶ οἱ μετεχόμενοι ὑπ᾽ αὐτῆς θεοὶ ὑπερκόσμιοί εἰσιν, ἀνὰ λόγον ὄντες πρὸς τοὺς νοεροὺς καὶ νοητούς, ὃν ἔχει ψυχὴ πρὸς νοῦν καὶ νοῦς πρὸς τὸ ὄντως ὄν. ὡς οὖν ψυχὴ πᾶσα εἰς νοῦς ἀνήρτηται καὶ νοῦς εἰς τὸ νοητὸν ἐπέστραπται, οὕτω δὴ καὶ οἱ ὑπερκόσμιοι θεοὶ τῶν νοερῶν ἐξέχονται, καθάπερ δὴ καὶ οὗτοι τῶν νοητῶν. 

 

165

Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τῶν μετεχομένων ὑπό τινος αἰσθητοῦ σώματος ἐγκόσμιόν ἐστιν. 

ἐλλάμπει γὰρ εἴς τι τῶν τοῦ κόσμου μερῶν διὰ μέσων τοῦ νοῦ καὶ τῆς ψυχῆς. οὔτε γὰρ νοῦς ἄνευ ψυχῆς πάρεστί τινι τῶν ἐγκοσμίων σωμάτων οὔτε θεότης ἀμέσως συνάπτεται ψυχῆι <διὰ γὰρ τῶν ὁμοίων αἱ μεθέξει>ς· καὶ αὐτὸς ὁ νοῦς κατὰ τὸ νοητὸν τὸ ἑαυτοῦ καὶ τὸ ἀκρότατον μετέχει τῆς ἑνάδος. ἐγκός- μιοι οὖν αἱ ἑνάδες ὡς συμπληροῦσαι τὸν ὅλον κόσμον καὶ ὡς ἐκθεωτικαὶ τῶν ἐμφανῶν σωμάτων. θεῖον γὰρ καὶ τούτων ἕκαστόν ἐστιν, οὐ διὰ τὴν ψυχήν <οὐ γὰρ πρώτως αὕτη θεό>ς, οὐδὲ διὰ τὸν νοῦν <οὐδὲ γὰρ οὗτος τῶι ἑνὶ ὁ αὐτό>ς, ἀλλ᾽ ἔμψυχον μὲν καὶ ἐξ ἑαυτοῦ κινούμενον διὰ ψυχήν, ἀεὶ δὲ ὡσαύτως ἔχον καὶ τάξει τῆι ἀρίστηι φερόμενον διὰ τὸν νοῦν, θεῖον δὲ διὰ τὴν ἕνωσιν· καὶ εἰ δύναμιν ἔχει προνοητικήν, διὰ ταύτην ἐστὶ τὴν αἰτίαν τοιοῦτον. 

 

166

Πᾶς νοῦς ἢ ἀμέθεκτός ἐστιν ἢ μεθεκτός· καὶ εἰ μεθεκτός, ἢ ὑπὸ τῶν ὑπερκοσμίων ψυχῶν μετεχόμενος ἢ ὑπὸ τῶν ἐγκοσμίων. 

παντὸς μὲν γὰρ τοῦ πλήθους τῶν νόων ὁ ἀμέθεκτος ἡγεῖται, πρωτίστην ἔχων ὕπαρξιν· τῶν δὲ μετεχομένων οἱ μὲν τὴν ὑπερκόσμιον καὶ ἀμέθεκτον ἐλλάμπουσι ψυχήν, οἱ δὲ τὴν ἐγκόσμιον. 

οὔτε γὰρ ἀπὸ τοῦ ἀμεθέκτου τὸ πλῆθος εὐθὺς τὸ ἐγκόσμιον, εἴπερ αἱ πρόοδοι διὰ τῶν ὁμοίων, ὁμοιότερον δὲ τῶι ἀμεθέκτωι τὸ χωριστὸν τοῦ κόσμου μᾶλλον ἢ τὸ διηιρημένον περὶ αὐτόν· οὔτε μόνον τὸ ὑπερκόσμιον ὑπέστη πλῆθος, ἀλλ᾽ εἰσὶ καὶ ἐγκόσμιοι, εἴπερ καὶ θεῶν ἐγκοσμίων πλῆθος, καὶ αὐτὸς ὁ κόσμος ἔμψυχος ἅμα καὶ ἔννους ἐστί, καὶ ἡ μέθεξις ταῖς ἐγκοσμίοις ψυχαῖς τῶν ὑπερκοσμίων νόων διὰ μέσων ἐστὶ τῶν ἐγκοσμίων νόων. 

 

167

Πᾶς νοῦς ἑαυτὸν νοεῖ· ἀλλ᾽ ὁ μὲν πρώτιστος ἑαυτὸν μόνον, καὶ ἓν κατ᾽ ἀριθμὸν ἐν τούτωι νοῦς καὶ νοητόν· ἕκαστος δὲ τῶν ἐφεξῆς ἑαυτὸν ἅμα καὶ τὰ πρὸ αὐτοῦ, καὶ νοητόν ἐστι τούτωι τὸ μὲν ὅ ἐστι, τὸ δὲ ἀφ᾽ οὗ ἐστιν. 

ἢ γὰρ ἑαυτὸν νοεῖ πᾶς νοῦς ἢ τὸ ὑπὲρ ἑαυτὸν ἢ τὸ μεθ᾽ ἑαυτόν. 

ἀλλ᾽ εἰ μὲν τὸ μεθ᾽ ἑαυτόν, πρὸς τὸ χεῖρον ἐπιστρέψει νοῦς ὤν. καὶ οὐδὲ οὕτως ἐκεῖνο αὐτὸ γνώσεται, πρὸς ὃ ἐπέστρεψεν, ἅτε οὐκ ὢν ἐν αὐτῶι, ἀλλ᾽ ἔξω αὐτοῦ, τὸν δὲ ἀπ᾽ αὐτοῦ τύπον μόνον, ὃς ἐν αὐτῶι γέγονεν ἀπ᾽ ἐκείνου· ὃ γὰρ ἔχει, οἶδε, καὶ ὃ πέπονθεν, οὐχ ὃ μὴ ἔχει καὶ ἀφ᾽ οὗ οὐ πέπονθεν. εἰ δὲ τὸ ὑπὲρ αὐτόν, εἰ μὲν διὰ τῆς ἑαυτοῦ γνώσεως, ἑαυτὸν ἅμα κἀκεῖνο γνώσεται· εἰ δὲ ἐκεῖνο μόνον, ἑαυτὸν ἀγνοήσει νοῦς ὤν. ὅλως δέ, τὸ πρὸ αὐτοῦ γινώσκων, οἶδεν ἄρα ὅτι καὶ αἴτιόν ἐστιν ἐκεῖνο, καὶ ὧν αἴτιον· εἰ γὰρ ταῦτα ἀγνοήσει, κἀκεῖνο ἀγνοήσει τὸ τῶι εἶναι παράγον, ἃ παράγει, καὶ ἃ παράγει μὴ γινώσκων. ὃ δὲ ὑφίστησι καὶ ὧν αἴτιον τὸ πρὸ αὐτοῦ γινώσκων, καὶ ἑαυτὸν ἐκεῖθεν ὑποστάντα γνώσεται. πάντως ἄρα τὸ πρὸ αὐτοῦ γινώσκων γνώσεται καὶ ἑαυτόν. 

εἰ οὖν τις ἔστι νοῦς νοητός, ἐκεῖνος ἑαυτὸν εἰδὼς καὶ τὸ νοητὸν οἶδε, νοητὸς ὤν, ὅ ἐστιν αὐτός· ἕκαστος δὲ τῶν μετ᾽ ἐκεῖνον τὸ ἐν αὐτῶι νοητὸν νοεῖ ἅμα καὶ τὸ πρὸ αὐτοῦ. ἔστιν ἄρα καὶ ἐν τῶι νῶι νοητὸν καὶ ἐν τῶι νοητῶι νοῦς· ἀλλ᾽ ὁ μὲν τῶι νοητῶι ὁ αὐτός, ὁ δὲ τῶι νοοῦντι τῶι μὲν ἐν αὐτῶι ὁ αὐτός, τῶι πρὸ αὐτοῦ δὲ οὐχ ὁ αὐτός· ἄλλο γὰρ τὸ ἁπλῶς νοητὸν καὶ ἄλλο τὸ ἐν τῶι νοοῦντι νοητόν. 

 

168

Πᾶς νοῦς κατ᾽ ἐνέργειαν οἶδεν ὅτι νοεῖ· καὶ οὐκ ἄλλου μὲν ἴδιον τὸ νοεῖν, ἄλλου δὲ τὸ νοεῖν ὅτι νοεῖ. 

εἰ γάρ ἐστι κατ᾽ ἐνέργειαν νοῦς καὶ νοεῖ ἑαυτὸν οὐκ ἄλλον ὄντα παρὰ τὸ νοούμενον, οἶδεν ἑαυτὸν καὶ ὁρᾶι ἑαυτόν. ὁρῶν δὲ νοοῦντα καὶ ὁρῶντα γινώσκων, οἶδεν ὅτι νοῦς ἐστι κατ᾽ ἐνέργειαν· τοῦτο δὲ εἰδώς, οἶδεν ὅτι νοεῖ, καὶ οὐχ ἃ νοεῖ μόνον. ἅμα ἄρα ἄμφω οἶδε, καὶ τὸ νοητὸν καὶ ὅτι νοεῖ ἐκεῖνο καὶ νοεῖται ὑφ᾽ ἑαυτοῦ νοοῦντος. 

 

169

Πᾶς νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. 

εἰ γὰρ ἑαυτὸν νοεῖ καὶ ταὐτὸν νοῦς καὶ νοητόν, καὶ ἡ νόησις τῶι νῶι ταὐτὸν καὶ τῶι νοητῶι· μέση γὰρ οὖσα τοῦ τε νοοῦντος καὶ τοῦ νοουμένου, τῶν αὐτῶν ἐκείνων ὄντων, ἔσται δήπου καὶ ἡ νόησις ἡ αὐτὴ πρὸς ἄμφω. ἀλλὰ μὴν ὅτι ἡ οὐσία τοῦ νοῦ αἰώνιος, <δῆλον>· ὅλη γὰρ ἅμα ἐστί. καὶ ἡ νόησις ὡσαύτως, εἴπερ τῆι οὐσίαι ταὐτόν· εἰ γὰρ ἀκίνητος ὁ νοῦς, οὐκ ἂν ὑπὸ χρόνου μετροῖτο οὔτε κατὰ τὸ εἶναι οὔτε κατὰ τὴν ἐνέργειαν. 

τούτων δὲ ὡσαύτως ἐχόντων, καὶ ἡ δύναμις αἰώνιος. 

 

170

Πᾶς νοῦς πάντα ἅμα νοεῖ· ἀλλ᾽ ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα, τῶν δὲ μετ᾽ ἐκεῖνον ἕκαστος καθ᾽ ἓν πάντα. 

εἰ γὰρ ἅπας νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἱδρύσατο τὴν ἑαυτοῦ καὶ ἅμα τῆι οὐσίαι τὴν ἐνέργειαν, πάντα ἅμα νοήσει πᾶς. εἰ γὰρ κατὰ μέρος καὶ ἄλλο καὶ ἄλλο τῶν ἐφεξῆς, οὐκ ἐν αἰῶνι· τὸ γὰρ ἐφεξῆς ἐν χρόνωι πᾶν· πρότερον γὰρ καὶ ὕστερον τὸ ἐφεξῆς, ἀλλ᾽ οὐχ ὁμοῦ πᾶν. 

εἰ μὲν οὖν ὁμοίως πάντα νοήσουσι πάντες, οὐ διοίσουσιν ἀλλήλων. εἰ γὰρ ὁμοίως πάντα νοοῦσιν, ὁμοίως πάντα εἰσίν, ἃ νοοῦσιν ὄντες· ὁμοίως δὲ πάντα ὄντες, οὐχ ὁ μὲν ἀμέθεκτος, ὁ δὲ οὔ. ὧν γὰρ αἱ νοήσεις αἱ αὐταί, καὶ αἱ οὐσίαι, εἴπερ ἡ νόησις ἡ ἑκάστου ταὐτὸν τῶι ἑκάστωι εἶναι, καὶ ἕκαστος ἄμφω, καὶ ἡ νόησις καὶ τὸ εἶναι. 

λείπεται δὴ οὖν, εἰ μὴ ὁμοίως, ἢ <μ>ὴ πάντα νοεῖν ἕκαστον, ἀλλ᾽ ἕν· ἢ πλείω, μὴ πάντα δὲ ὅμως· ἢ πάντα καθ᾽ ἕν. ἀλλὰ τὸ μὲν μὴ πάντα νοεῖν λέγειν νοῦν ἐστι ποιεῖν ἀγνοοῦντά τι τῶν ὄντων· οὐδὲ γὰρ μεταβήσεται καὶ νοήσει ἃ μὴ πρότερον, ἀκίνητος ὤν· καὶ ἔσται ψυχῆς χείρων τῆς ἐν τῶι κινεῖσθαι πάντα νοούσης, διὰ τὸ μένειν ἓν μόνον νοῶν. 

πάντα ἄρα νοήσει καθ᾽ ἕν <ἢ γὰρ πάντα ἢ ἓν ἢ πάντα καθ᾽ ἕν>, τῆς νοήσεως ἀεὶ μὲν καὶ ἐν πᾶσι πάντων οὔσης, τὰ δὲ πάντα ἑνὶ τῶν πάντων ὁριζούσης· ὥστε εἶναί τι κρατοῦν ἐν τῆι νοήσει καὶ τοῖς νοουμένοις ἕν, πάντων ἅμα κατὰ τὸ ἓν νοουμένων, καὶ τοῦ ἑνὸς αὐτῶι τὰ πάντα χαρακτηρίζοντος. 

 

171

Πᾶς νοῦς ἀμέριστός ἐστιν οὐσία. 

εἰ γὰρ ἀμεγέθης καὶ ἀσώματος καὶ ἀκίνητος, ἀμέριστός ἐστι. πᾶν γὰρ τὸ ὁπωσοῦν μεριστὸν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἢ κατὰ τὰς ἐνεργείας ἐστὶ μεριστὸν ἐν χρόνωι φερομένας· ὁ δὲ νοῦς κατὰ πάντα αἰώνιος, καὶ ἐπέκεινα σωμάτων, καὶ ἥνωται τὸ ἐν αὐτῶι πλῆθος· ἀμέριστος ἄρα ἐστίν. 

ὅτι μὲν οὖν ἀσώματος ὁ νοῦς, ἡ πρὸς ἑαυτὸν ἐπιστροφὴ δηλοῖ· τῶν γὰρ σωμάτων οὐδὲν πρὸς ἑαυτὸ ἐπιστρέφεται. ὅτι δὲ αἰώνιος, ἡ τῆς ἐνεργείας πρὸς τὴν οὐσίαν ταυτότης· οὕτω γὰρ δέδεικται πρότερον. ὅτι δὲ ἥνωται τὸ πλῆθος, ἡ πρὸς τὰς ἑνάδας τὰς θείας τοῦ νοεροῦ πλήθους συνέχεια· αἱ μὲν γάρ εἰσι πρῶτον πλῆθος, οἱ δὲ νόες μετ᾽ ἐκείνας. εἰ οὖν καὶ πλῆθος ἅπας νοῦς, ἀλλ᾽ ἡνωμένον πλῆθος· πρὸ γὰρ τοῦ διηιρημένου τὸ συνεπτυγμένον καὶ ἐγγυτέρω τοῦ ἑνός. 

 

172

Πᾶς νοῦς ἀϊδίων ἐστὶ προσεχῶς καὶ ἀμεταβλήτων κατ᾽ οὐσίαν ὑποστάτης. 

τὸ γὰρ ἀπὸ ἀκινήτου παραγόμενον αἰτίας ἅπαν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν· νοῦς δὲ ἀκίνητος, αἰώνιος πάντηι ὢν καὶ ἐν αἰῶνι μένων. καὶ τῶι εἶναι παράγει ἃ ἂν παράγηι· εἰ δὲ ἀεὶ ἔστι καὶ ὡσαύτως ἔστιν, ἀεὶ παράγει καὶ ὡσαύτως· οὐκ ἄρα ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων αἴτιος, ἀλλὰ τῶν ἀεὶ ὄντων. 

 

173

Πᾶς νοῦς νοερῶς ἐστι καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ᾽ αὐτόν· τὰ μὲν γάρ ἐστι κατ᾽ αἰτίαν, ὅσα μετ᾽ αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ· νοῦς δὲ αὐτός ἐστι καὶ νοερὰν ἔλαχεν οὐσίαν· κατὰ τὴν ἑαυτοῦ ἄρα ὕπαρξιν ἀφορίζει πάντα, καὶ ἃ κατ᾽ αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν. 

καὶ γὰρ ἕκαστον, ὡς πέφυκεν, οὕτω μετέχει τῶν κρειττόνων, ἀλλ᾽ οὐχ ὡς ἐκεῖνα ἔστιν. ἤδη γὰρ ἂν ὡσαύτως ὑπὸ πάντων μετείχετο· μετέχει δὲ ἄλλα ἄλλως· κατὰ τὴν ἰδιότητα ἄρα τῶν μετεχόντων καὶ δύναμιν αἱ μεθέξεις. νοερῶς ἄρα ἐν τῶι νῶι τὰ πρὸ αὐτοῦ. ἀλλὰ μὴν καὶ τὰ μετ᾽ αὐτὸν νοερῶς ἐστιν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἐστίν, οὐδὲ ἐκεῖνα ἔχει ἐν ἑαυτῶι, ἀλλὰ τὰς αἰτίας τὰς ἐκείνων· ἔστι δὲ πάντων τῶι εἶναι αἴτιος· τὸ δὲ εἶναι αὐτοῦ νοερόν· καὶ τὰ αἴτια ἄρα νοερῶς ἔχει τῶν πάντων. 

ὥστε πάντα νοερῶς ἐστι πᾶς νοῦς, καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ᾽ αὐτόν. ὡς οὖν τὰ νοητὰ νοερῶς ἔχει πᾶς, οὕτω καὶ τὰ αἰσθητὰ νοερῶς. 

 

174

Πᾶς νοῦς τῶι νοεῖν ὑφίστησι τὰ μετ᾽ αὐτόν, καὶ ἡ ποίησις ἐν τῶι νοεῖν, καὶ ἡ νόησις ἐν τῶι ποιεῖν. 

εἰ γὰρ νοητόν ἐστι καὶ νοῦς ταὐτὸν καὶ τὸ εἶναι ἑκάστου τῆι νοήσει τῆι ἐν ἑαυτῶι ταὐτόν, ποιεῖ δὲ ἃ ποιεῖ τῶι εἶναι, καὶ παράγει κατὰ τὸ εἶναι ὅ ἐστι, καὶ τῶι νοεῖν ἂν παράγοι τὰ παραγόμενα. τὸ γὰρ εἶναι καὶ τὸ νοεῖν ἓν ἄμφω· καὶ γὰρ ὁ νοῦς καὶ πᾶν τὸ ὂν τὸ ἐν αὐτῶι ταὐτόν. εἰ οὖν ποιεῖ τῶι εἶναι, τὸ δὲ εἶναι νοεῖν ἐστι, ποιεῖ τῶι νοεῖν. 

καὶ ἡ νόησις ἡ κατ᾽ ἐνέργειαν ἐν τῶι νοεῖν· τοῦτο δὲ τῶι εἶναι ταὐτόν· τὸ δὲ εἶναι ἐν τῶι ποιεῖν <τὸ γὰρ ἀκινήτως ποιοῦν τὸ εἶναι ἐν τῶι ποιεῖν ἀεὶ ἔχε>ι· καὶ ἡ νόησις ἄρα ἐν τῶι ποιεῖν. 

 

175

Πᾶς νοῦς ὑπὸ τῶν κατ᾽ οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρώτως. 

ἀνάγκη γὰρ ἢ ὑπὸ τούτων ἢ ὑπ᾽ ἄλλων τῶν νοερὰν μὲν ἐχόντων τὴν οὐσίαν, μὴ ἀεὶ δὲ νοούντων. ἀλλ᾽ ὑπ᾽ ἐκείνων ἀδύνατον. καὶ γὰρ ἡ ἐνέργεια τοῦ νοῦ ἀκίνητος· καὶ ὑφ᾽ ὧν ἄρα μετέχεται, ταῦτα ἀεὶ νοοῦντα ἀεὶ μετέχει, τῆς νοερᾶς ἐνεργείας ἀεὶ νοερὰ τὰ μετέχοντα ποιούσης. τῶι γὰρ αἰωνίωι τῆς ἐνεργείας τὸ ἐν μέρει τινὶ τοῦ χρόνου τὴν ἐνέργειαν ἔχον ἀσύναπτον· μεταξὺ δέ, ὥσπερ ἐν ταῖς οὐσίαις, οὕτω δὴ καὶ ἐν ταῖς τῶν ἐνεργειῶν ἐξαλλαγαῖς τῆς αἰωνίου πάσης ἐνεργείας καὶ τῆς ἐν τινὶ χρόνωι τελείας ἡ κατὰ πάντα τὸν χρόνον ἔχουσα τὸ τέλειον. οὐδαμοῦ γὰρ αἱ πρόοδοι γίνονται ἀμέσως, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ ὁμοίων κατά τε τὰς ὑποστάσεις καὶ τὰς τῶν ἐνεργειῶν τελειότητας ὡσαύτως. πᾶς ἄρα νοῦς ὑπ᾽ ἐκείνων μετέχεται πρώτως τῶν κατὰ πάντα χρόνον νοεῖν δυναμένων καὶ ἀεὶ νοούντων, εἰ καὶ κατὰ χρόνον ἀλλὰ μὴ αἰωνίως ἡ νόησις. ἐκ δὴ τούτου φανερὸν ὅτι ψυχὴν ποτὲ νοοῦσαν, ποτὲ δὲ μή, νοῦ προσεχῶς μετέχειν ἀδύνατον. 

 

176

Πάντα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις εἰσὶ καὶ καθ᾽ αὑτὸ ἕκαστον. 

εἰ γὰρ ἀμέριστος πᾶς νοῦς καὶ ἡνωμένον διὰ τὴν νοερὰν ἀμέρειαν καὶ τὸ ἐν αὐτῶι πλῆθος, ἐν ἑνὶ πάντα ὄντα καὶ ἀμερεῖ ἥνωται ἀλλήλοις, καὶ φοιτᾶι πάντα διὰ πάντων· εἰ δὲ ἀΰλως ἔστι πάντα καὶ ἀσωμάτως, ἀσύγχυτά ἐστι πρὸς ἄλληλα, καὶ χωρὶς ἕκαστον φυλάττον τὴν ἑαυτοῦ καθαρότητα μένει ὅ ἐστι. 

δηλοῖ δὲ τὸ μὲν ἀσύγχυτον τῶν νοερῶν εἰδῶν ἡ τῶν ἑκάστου διακεκριμένως μετεχόντων ἰδιάζουσα μέθεξις. εἰ μὴ γὰρ τὰ μετεχόμενα διεκέκριτο καὶ ἦν χωρὶς ἀλλήλων, οὐδ᾽ ἂν τὰ μετέχοντα αὐτῶν ἑκάστου μετεῖχε διακεκριμένως, ἀλλ᾽ ἦν ἂν πολλῶι μᾶλλον ἐν τοῖς καταδεεστέροις ἀδιάκριτος σύγχυσις, χείροσιν οὖσι κατὰ τὴν τάξιν· πόθεν γὰρ ἂν ἐγίνετο διάκρισις, τῶν ὑφιστάντων αὐτὰ καὶ τελειούντων ἀδιακρίτων ὄντων καὶ συγκεχυμένων; τὸ δὲ αὖ ἡνωμένον τῶν εἰδῶν ἡ τοῦ περιέχοντος ἀμερὴς ὑπόστασις τεκμηριοῦται καὶ ἡ ἑνοειδὴς οὐσία. τὰ γὰρ ἐν ἀμερεῖ καὶ ἑνοειδεῖ τὴν ὕπαρξιν ἔχοντα, ἐν τῶι αὐτῶι ἀμερίστως ὄντα <πῶς γὰρ ἂν μερίσαις τὸ ἀμερὲς καὶ τὸ ἕν;>, ὁμοῦ ἐστι καὶ ἐν ἀλλήλοις, ὅλα δι᾽ ὅλων φοιτῶντα ἀδιαστάτως. οὐ γὰρ διαστατὸν τὸ περιέχον, καὶ ὡς ἐν διαστατῶι τὸ μὲν ἐν τωιδί, τὸ δὲ ἀλλαχοῦ, ἀλλ᾽ ἅμα ἐν τῶι ἀμερεῖ καὶ ἑνὶ πᾶν· ὥστε καὶ ἐν ἀλλήλοις. 

πάντα ἄρα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις ἐστὶν ἡνωμένως καὶ χωρὶς ἕκαστον διακεκριμένως. εἰ δέ τις ἐπὶ ταῖσδε ταῖς ἀποδείξεσι καὶ παραδειγμάτων δέοιτο, τὰ θεωρήματα νοείτω τὰ ἐν μιᾶι ψυχῆι· ἃ δὴ πάντα ἐν τῆι αὐτῆι ὄντα ἀμεγέθει οὐσίαι καὶ ἥνωται ἀλλήλοις <τὸ γὰρ ἀμέγεθες οὐ τοπικῶς ἔχει τὰ ἐν αὐτῶι, ἀλλ᾽ ἀμερίστως καὶ ἀδιαστάτω>ς καὶ ἥνωται καὶ διακέκριται· πάντα γὰρ εἰλικρινῶς ἡ ψυχὴ προάγει καὶ χωρὶς ἕκαστον, μηδὲν ἐφέλκουσα ἀπὸ τῶν λοιπῶν, ἃ εἰ μὴ διεκέκριτο ἀεὶ κατὰ τὴν ἕξιν οὐδ᾽ ἂν ἡ ἐνέργεια διέκρινε τῆς ψυχῆς. 

 

177

Πᾶς νοῦς πλήρωμα ὢν εἰδῶν, ὁ μὲν ὁλικωτέρων, ὁ δὲ μερικωτέρων ἐστὶ περιεκτικὸς εἰδῶν· καὶ οἱ μὲν ἀνωτέρω νόες ὁλικώτερον ἔχουσιν ὅσα μερικώτερον οἱ μετ᾽ αὐτούς, οἱ δὲ κατωτέρω μερικώτερον ὅσα ὁλικώτερον οἱ πρὸ αὐτῶν. 

οἱ μὲν γὰρ ἀνωτέρω δυνάμεσι χρῶνται μείζοσιν, ἑνοειδέστεροι τῶν δευτέρων ὄντες· οἱ δὲ κατωτέρω, πληθυνόμενοι μᾶλλον, ἐλαττοῦσι τὰς δυνάμεις ἃς ἔχουσι. τὰ γὰρ τῶι ἑνὶ συγγενέςτερα, τῶι ποσῶι συνεσταλμένα, τῆι δυνάμει τὰ μετ᾽ αὐτὰ ὑπεραίρει· καὶ τὰ τοῦ ἑνὸς πορρώτερον ἔμπαλιν. δύναμιν οὖν οἱ ἀνωτέρω προστησάμενοι μείζονα, πλῆθος δὲ ἔλαττον, δι᾽ ἐλαττόνων κατὰ τὸ ποσὸν εἰδῶν πλείω παράγουσι διὰ τὴν δύναμιν· οἱ δὲ μετ᾽ ἐκείνους διὰ πλειόνων ἐλάττω κατὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. εἰ οὖν ἐκεῖνοι δι᾽ ἐλαττόνων πλείονα παράγουσιν, ὁλικώτερα τὰ ἐν αὐτοῖς εἴδη· καὶ εἰ οἵδε διὰ πλειόνων ἐλάττονα, μερικώτερα τὰ ἐν τούτοις. 

ἐξ ὧν δὴ συμβαίνει τὰ καθ᾽ ἓν εἶδος ἐκ τῶν ὑπερτέρων ἀπογεννώμενα κατὰ πλείους ἰδέας ἐκ τῶν δευτέρων διηιρημένως παράγεσθαι, καὶ ἔμπαλιν τὰ διὰ πολλῶν καὶ διακεκριμένων ἰδεῶν ὑπὸ τῶν καταδεεστέρων παραγόμενα δι᾽ ἐλαττόνων καὶ ὁλικωτέρων ὑπὸ τῶν ἀνωτέρω παράγεσθαι· καὶ τὸ μὲν ὅλον καὶ κοινὸν πᾶσι τοῖς μετέχουσιν ἄνωθεν παραγίνεσθαι, τὸ δὲ μεμερισμένον καὶ τὸ ἴδιον ἐκ τῶν δευτέρων. ὅθεν οἱ δεύτεροι νόες ταῖς τῶν εἰδῶν μερικωτέραις διακρίσεσιν ἐπιδιαρθροῦσί πως καὶ λεπτουργοῦσι τὰς τῶν πρώτων εἰδοποιΐας. 

 

178

Πᾶν νοερὸν εἶδος ἀϊδίων ἐστὶν ὑποστατικόν. 

εἰ γὰρ αἰώνιόν ἐστι καὶ ἀκίνητον πᾶν, ἀμεταβλήτων ἐστὶ κατ᾽ οὐσίαν αἴτιον καὶ ἀϊδίων ὑποστάσεων, ἀλλ᾽ οὐ γινομένων καὶ φθειρομένων· ὥστε πᾶν τὸ κατ᾽ εἶδος νοερὸν ὑποστὰν νοερὸν ἀΐδιόν ἐστι. 

καὶ γὰρ εἰ αὐτῶι τῶι εἶναι πάντα τὰ εἴδη παράγει τὰ μετ᾽ αὐτά, τὸ δὲ εἶναι αὐτῶν ἀεὶ ὡσαύτως ἔχει, καὶ τὰ παραγόμενα ἀπ᾽ αὐτῶν ὡσαύτως ἕξει καὶ ἀΐδια ἔσται. οὔτε ἄρα τὰ γενητὰ κατά τινα χρόνον ἀπ᾽ αἰτίας ὑφέστηκεν εἰδητικῆς οὔτε τὰ φθαρτά, ἧι φθαρτά, εἶδος ἔχει νοερὸν προϋπάρχον· ἦν γὰρ ἂν ἄφθαρτα καὶ ἀγένητα, πρὸς ἐκεῖνα τὴν ὑπόστασιν ἔχοντα. 

 

179

Πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται. 

εἰ γὰρ ἔστι μετ᾽ αὐτὸν ἄλλο πλῆθος κατ᾽ οὐσίαν ὑφειμένον, καὶ οὗτος ἐγγυτέρω τοῦ ἑνός, ἐκεῖνο δὲ πορρώτερον, τὸ δὲ ἐγγυτέρω τοῦ ἑνὸς ἔλαττον κατὰ τὸ ποσόν, πλεῖον δὲ τὸ πορρώτερον, καὶ ὁ νοερὸς ἀριθμὸς ἐλάττων ἂν εἴη παντὸς τοῦ μετ᾽ αὐτὸν πλήθους. οὐκ ἄρα ἄπειρός ἐστι· πεπέρασται ἄρα τὸ πλῆθος τῶν νόων. τὸ γὰρ τινὸς ἔλαττον οὐκ ἄπειρον, διότι τὸ ἄπειρον οὐδενὸς ἔλαττον, ἧι ἄπειρον. 

 

180

Πᾶς νοῦς ὅλος ἐστίν, <οὐχ> ὡς ἐκ μερῶν ὑποστάς ἕκαστος καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ᾽ αὐτῶν, ἀλλ᾽ ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος, ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῶι, τῶν δὲ μερικῶν ἕκαστος ὡς ἐν μέρει τὸ ὅλον ἔχει, καὶ οὕτως πάντα ἐστὶ μερικῶς. 

εἰ γὰρ καθ᾽ ἓν πάντα, τὸ δὲ καθ᾽ ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ μερικῶς, τὸ ἄρα ὅλον οὕτως ἐστὶν ἐν ἑκάστωι τούτων μερικῶς, καθ᾽ ἕν τι τῶν μερικῶν ἐπικρατοῦν ἐν τοῖς πᾶσιν ἀφοριζόμενον. 

 

181

Πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν, ὡς θεῶν ἐξημμένος, ἢ νοερὸς μόνον. 

εἰ γὰρ ἔστιν ὁ θεῖος καὶ ἀμέθεκτος νοῦς πρώτως, τούτωι δήπου συγγενής ἐστιν οὐχ ὁ κατ᾽ ἀμφότερα διαφέρων, καὶ τῶι μὴ εἶναι θεῖος καὶ τῶι μὴ ἀμέθεκτος εἶναι· τὰ γὰρ κατ᾽ ἄμφω ἀνόμοια ἀσύναπτα ἀλλήλοις. δῆλον δὴ οὖν ὅτι τῆι μὲν ὅμοιόν ἐστι τῶι πρώτως ὄντι νῶι τὸ μέσον, τῆι δὲ ἀνόμοιον. ἢ οὖν ἀμέθεκτόν ἐστι καὶ οὐ θεῖον ἢ μετεχόμενον καὶ θεῖον. ἀλλὰ πᾶν τὸ ἀμέθεκτον θεῖον, ὡς τῶι ἑνὶ τὴν ἀνάλογον τάξιν ἐν τῶι πλήθει λαχόν. ἔσται ἄρα τις νοῦς θεῖος ἅμα καὶ μετεχόμενος. 

ἀλλὰ μὴν εἶναι δεῖ νοῦν καὶ μὴ μετέχοντα τῶν θείων ἑνάδων, ἀλλὰ νοοῦντα μόνον· καθ᾽ ἑκάστην γὰρ σειρὰν τὰ μὲν πρῶτα καὶ τῆι ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῆι ὑπερκειμένηι προσεχῶς τάξει, τὰ δὲ πολλοστὰ ἀπὸ τῆς ἀρχικῆς μονάδος οὐχ οἷά τέ ἐστιν ἐκείνων ἐξῆφθαι. ἔστιν ἄρα καὶ νοῦς θεῖος καὶ νοῦς τις νοερὸς μόνον, ὁ μὲν κατὰ τὴν ἰδιότητα τὴν νοερὰν ἱστάμενος, ἣν ἀπὸ τῆς ἑαυτοῦ μονάδος ἔχει καὶ τοῦ ἀμεθέκτου· ὁ δὲ κατὰ τὴν ἕνωσιν, ἣν ἀπὸ τῆς μετεχομένης ἑνάδος ὑπεδέξατο. 

 

182

Πᾶς θεῖος νοῦς μετεχόμενος ὑπὸ ψυχῶν μετέχεται θείων. 

εἰ γὰρ ἡ μέθεξις ἐξομοιοῖ τῶι μετεχομένωι τὸ μετέχον καὶ συμφυὲς ἀποτελεῖ, δῆλον δὴ ὅτι θείαν εἶναι ψυχὴν ἀνάγκη τὴν τοῦ θείου νοῦ μετέχουσαν καὶ εἰς θεῖον νοῦν ἀνηρτημένην, καὶ διὰ μέσου τοῦ νοῦ τῆς ἐν αὐτῶι θεότητος μετέχειν. ἡ γὰρ θεότης συνεξάπτει τῶι νῶι τὴν μετέχουσαν αὐτοῦ ψυχὴν καὶ συνδεῖ τῶι θείωι τὸ θεῖον. 

 

183

Πᾶς νοῦς μετεχόμενος μέν, νοερὸς δὲ μόνον ὤν, μετέχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῆι γινομένων. 

οὔτε γὰρ θεῖαι ψυχαί εἰσιν αἱ τοιαῦται, οὐδὲ νοῦ μετέχουσαι <θείο>υ· θεῶν γὰρ αἱ ψυχαὶ διὰ νοῦ μετέχουσιν, ὡς δέδεικται πρότερον· οὔτε αἱ μεταβολῆς δεκτικαί· πᾶς γὰρ νοῦς ὑπὸ τῶν κατ᾽ οὐσίαν ἀεὶ καὶ κατ᾽ ἐνέργειαν νοερῶν μετέχεται <καὶ γὰρ τοῦτο δῆλον ἐκ τῶν ἔμπροσθεν>. 

 

184

Πᾶσα ψυχὴ ἢ θεία ἐστίν, ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν, ἢ μεταξὺ τούτων ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. 

εἰ γὰρ ὁ μὲν θεῖος νοῦς ὑπὸ θείων μετέχεται ψυχῶν, ὁ δὲ νοερὸς μόνον ὑπὸ τῶν μήτε θείων μήτε μεταβολῆς δεκτικῶν ἀπὸ νοήσεως εἰς ἄνοιαν, εἰσὶ δὲ καὶ αἱ τοῦτο πάσχουσαι καὶ ποτὲ μὲν νοοῦσαι, ποτὲ δὲ μή, φανερὸν ὅτι τρία γένη τῶν ψυχῶν εἰσιν· καὶ πρῶται μὲν αἱ θεῖαι, δεύτεραι δὲ τῶν μὴ θείων αἱ ἀεὶ νοῦ μετέχουσαι, τρίται δὲ αἱ ποτὲ μὲν εἰς νοῦν, ποτὲ δὲ εἰς ἄνοιαν μεταβάλλουσαι. 

 

185

Πᾶσαι μὲν αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὁπαδοὶ ἀεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὁπαδοὶ ποτέ. 

εἰ γὰρ αἱ μὲν ἔχουσι τὸ θεῖον φῶς ἄνωθεν ἐπιλάμπον, αἱ δὲ ἀεὶ νοοῦσιν, αἱ δὲ ποτὲ ταύτης μεταλαγχάνουσι τῆς τελειότητος, αἱ μὲν ἐν τῶι πλήθει τῶν ψυχῶν ἀνάλογον ἵστανται θεοῖς· αἱ δὲ ἀεὶ συνέπονται θεοῖς, κατὰ νοῦν ἐνεργοῦσαι ἀεί, καὶ τῶν θείων ἐξήρτηνται ψυχῶν, τοῦτον ἔχουσαι πρὸς αὐτὰς λόγον, ὃν τὸ νοερὸν πρὸς τὸ θεῖον· αἱ δὲ ποτὲ νοοῦσαι καὶ ἕπονται ποτὲ θεοῖς, οὔτε νοῦ μετέχειν ἀεὶ ὡσαύτως οὔτε ταῖς θείαις συνεπιστρέφεσθαι ψυχαῖς ἀεὶ δυνάμεναι <τὸ γὰρ ποτὲ νοῦ μεταλαγχάνον οὐδεμία μηχανὴ τοῖς θεοῖς ἀεὶ συνάπτεσθα>ι. 

 

186

Πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωριστὴ σώματος. 

εἰ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον οὔτε σῶμά ἐστι <πᾶν γὰρ σῶμα πρὸς ἑαυτὸ ἀνεπίστροφον> οὔτε σώματος ἀχώριστον <καὶ γὰρ τὸ σώματος ἀχώριστον οὐ πέφυκε πρὸς ἑαυτὸ ἐπιστρέφειν· χωρίζοιτο γὰρ ἂν ταύτηι σώματο>ς, ἡ ἄρα ψυχὴ οὔτε σωματική ἐστιν οὐσία οὔτε σώματος ἀχώριστος. 

ἀλλὰ μὴν ὅτι γινώσκει ἑαυτήν, φανερόν· εἰ γὰρ καὶ τὰ ὑπὲρ αὐτὴν γινώσκει, καὶ ἑαυτὴν πέφυκε γινώσκειν πολλῶι μειζόνως, ἀπ᾽ αἰτίων τῶν πρὸ αὐτῆς γινώσκουσα ἑαυτήν. 

 

187

Πᾶσα ψυχὴ ἀνώλεθρός ἐστι καὶ ἄφθαρτος. 

πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστι καὶ σύνθετον ἢ ἐν ὑποκειμένωι τὴν ὑπόστασιν ἔλαχε· καὶ τὸ μὲν διαλυόμενον, ὡς ἐκ πολλῶν ὑπάρχον, φθείρεται· τὸ δὲ ἐν ἑτέρωι εἶναι πεφυκὸς τοῦ ὑποκειμένου χωριζόμενον ἀφανίζεται εἰς τὸ μὴ ὄν. ἀλλὰ μὴν ἡ ψυχὴ καὶ ἀσώματός ἐστι καὶ ἔξω παντὸς ὑποκειμένου, ἐν ἑαυτῆι οὖσα καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. ἀνώλεθρος ἄρα ἐστὶ καὶ ἄφθαρτος. 

 

188

Πᾶσα ψυχὴ καὶ ζωή ἐστι καὶ ζῶν. 

ὧι γὰρ ἂν παραγένηται ψυχή, τοῦτο ζῆι ἐξ ἀνάγκης· καὶ τὸ ψυχῆς ἐστερημένον ζωῆς εὐθὺς ἄμοιρον ἀπολείπεται. ἢ οὖν διὰ ψυχὴν ζῆι, ἢ δι᾽ ἄλλο τι καὶ οὐ διὰ ψυχήν. ἀλλὰ δι᾽ ἄλλο τι μόνον, ἀδύνατον. πᾶν γὰρ τὸ μετεχόμενον ἢ ἑαυτὸ ἢ ἑαυτοῦ τι τῶι μετέχοντι δίδωσι, μηδέτερον δὲ παρέχον, οὐδ᾽ ἂν μετέχοιτο· ψυχὴ δὲ μετέχεται ὑπ᾽ ἐκείνου, ὧι ἂν παρῆι, καὶ ἔμψυχον ἐκεῖνο λέγεται τὸ ψυχῆς μετέχον. 

εἰ οὖν ζωὴν ἐπιφέρει τοῖς ἐμψύχοις, ἢ ζωή ἐστιν ἢ ζῶν μόνον ἢ τὸ συνάμφω, ζωὴ ἅμα καὶ ζῶν. ἀλλ᾽ εἰ μὲν ζῶν μόνον, οὐκέτι δὲ ζωή, ἔσται ἐκ ζωῆς καὶ μὴ ζωῆς· οὐκ ἄρα γινώσκει ἑαυτὴν οὐδὲ ἐπιστρέφεται πρὸς ἑαυτήν· ζωὴ γὰρ ἡ γνῶσις, καὶ τὸ γνωστικόν, ἧι τοιοῦτον, ζῆι· εἰ οὖν τι ἐν αὐτῆι ἄζων ἐστί, τοῦτο οὐκ ἔχει καθ᾽ αὑτὸ τὴν τοῦ γινώσκειν δύναμιν. 

εἰ δὲ ζωὴ μόνον ἐστίν, οὐκέτι μεθέξει τῆς νοερᾶς ζωῆς. τὸ γὰρ ζωῆς μετέχον ζῶν ἐστι καὶ οὐ ζωὴ μόνον· ζωὴ γὰρ μόνον ἡ πρώτη καὶ ἀμέθεκτος, ἡ δὲ μετ᾽ ἐκείνην ζῶν ἅμα καὶ ζωή· ψυχὴ δὲ οὐκ ἔστιν ἡ ἀμέθεκτος ζωή. ἅμα ἄρα ζωή ἐστι καὶ ζῶν ἡ ψυχή. 

 

189

Πᾶσα ψυχὴ αὐτόζως ἐστίν. 

εἰ γὰρ ἐπιστρεπτικὴ πρὸς ἑαυτήν, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν πᾶν αὐθυπόστατον, καὶ ἡ ψυχὴ ἄρα αὐθυπόστατος καὶ ἑαυτὴν ὑφίστησιν. ἀλλὰ μὴν καὶ ζωή ἐστι καὶ ζῶν, καὶ ἡ ὕπαρξις αὐτῆς κατὰ τὸ ζωτικόν· καὶ γὰρ οἷς ἂν παρῆι ζωῆς μεταδίδωσιν αὐτῶι τῶι εἶναι, κἂν ἦι τὸ μετέχον ἐπιτήδειον, εὐθὺς ἔμψυχον γίνεται καὶ ζῶν, οὐ λογισαμένης τῆς ψυχῆς καὶ προελομένης, οὐδὲ λογισμῶι καὶ κρίσει ζωοποιούσης, ἀλλ᾽ αὐτῶι τῶι εἶναι ὅ ἐστι τὴν ζωὴν τῶι μεθεκτικῶι χορηγούσης. τὸ ἄρα εἶναι αὐτῆς ταὐτὸν τῶι ζῆν. εἰ οὖν τὸ εἶναι παρ᾽ ἑαυτῆς ἔχει, τοῦτο δὲ τῶι ζῆν ταὐτὸν καὶ ἔχει κατ᾽ οὐσίαν τὸ ζῆν, καὶ τὴν ζωὴν ἂν ἑαυτῆι παρέχοι καὶ παρ᾽ ἑαυτῆς ἔχοι. εἰ δὲ τοῦτο, αὐτόζως ἂν εἴη ἡ ψυχή. 

 

190

Πᾶσα ψυχὴ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ τοῖς σώμασι μεριστῶν. 

εἰ γὰρ αὐτόζως ἐστὶ καὶ αὐθυπόστατος καὶ χωριστὴν ἔχει σωμάτων τὴν ὕπαρξιν, ἐξήιρηται κρείττων οὖσα τῶν μεριστῶν πάντων περὶ τοῖς σώμασιν· ἐκεῖνα γὰρ ἀχώριστα πάντηι τῶν ὑποκειμένων ἐστί, συμμερισθέντα τοῖς μεριστοῖς ὄγκοις, καὶ ἑαυτῶν μὲν ἐκστάντα καὶ τῆς ἑαυτῶν ἀμερείας συνδιαστάντα δὲ τοῖς σώμασι, κἂν ἐν ζωαῖς ὑφεστήκηι, οὐχ ἑαυτῶν ζωαὶ ὄντα, ἀλλὰ τῶν μετασχόντων, κἂν ἐν οὐσίαι καὶ ἐν εἴδεσιν ὑπάρχηι, οὐχ ἑαυτῶν ὄντα εἴδη, ἀλλὰ τῶν εἰδοπεποιημένων. 

εἰ δὲ μὴ ταῦτα μόνον ἐστὶν ἡ ψυχή, οὐσία αὐθυπόστατος καὶ ζωὴ αὐτόζως καὶ γνῶσις ἑαυτῆς γνωστική, καὶ χωριστὴ κατὰ πάντα ταῦτα σωμάτων, ἀλλὰ καὶ μετέχον ζωῆς, εἰ δὲ τοῦτο, καὶ οὐσίας μετέχον, μετέχει δὲ καὶ γνώσεως ἀπ᾽ ἄλλων αἰτίων, δῆλον δὴ ὅτι καταδεεστέρα τῶν ἀμερίστων ἐστίν. ὅτι μὲν οὖν ζωῆς ἀλλαχόθεν πληροῦται <ἀλλὰ καὶ οὐσίας, εἴπερ καὶ ζωῆ>ς, δῆλον· πρὸ γὰρ ψυχῆς καὶ ἡ ἀμέθεκτος ζωὴ καὶ ἡ ἀμέθεκτος οὐσία. ὅτι δὲ καὶ τὸ πρώτως γνωστικὸν οὐκ ἔστι, φανερόν, εἴπερ καθὸ μὲν ψυχή, πᾶσα ζῆι, οὐ καθὸ δὲ ψυχή, πᾶσα γνῶσιν ἔχει· καὶ γὰρ ἀγνοεῖ τὰ ὄντα ψυχή τις μένουσα ψυχή. οὐκ ἄρα πρώτως ἐστὶ γνωστικόν, οὐδὲ αὐτῶι τῶι εἶναι γνῶσίς ἐστι. 

δευτέραν ἄρα τὴν οὐσίαν ἔχει τῶν πρώτως καὶ αὐτῶι τῶι εἶναι γνωστικῶν. ἐπεὶ δὲ ταύτης τὸ εἶναι διήιρηται τῆς γνώσεως, οὐκ ἄρα τῶν ἀμερίστων ἐστὶν ἡ ψυχή. δέδεικται δὲ ὅτι οὐδὲ τῶν περὶ τοῖς σώμασι μεριστῶν. μέση ἄρα ἀμφοτέρων ἐστίν. 

 

191

Πᾶσα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. 

ἢ γὰρ ἄμφω αἰωνίως ἕξει, ἢ ἄμφω κατὰ χρόνον, ἢ τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον. ἀλλ᾽ οὔτε ἄμφω αἰωνίως <ἔσται γὰρ ἀμέριστος οὐσία, καὶ οὐδὲν διοίσει τῆς νοερᾶς ὑποστάσεως ἡ ψυχῆς φύσις, τῆς ἀκινήτου ἡ αὐτοκίνητο>ς οὔτε ἄμφω κατὰ χρόνον· εἴη γὰρ ἂν γενητὴ μόνον καὶ οὔτε αὐτόζως οὔτε αὐθυπόστατος· οὐδὲν γὰρ τῶν ὑπὸ χρόνου κατ᾽ οὐσίαν μετρουμένων αὐθυπόστατον. ἡ δὲ ψυχὴ αὐθυπόστατος· τὸ γὰρ κατ᾽ ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρέφον καὶ κατ᾽ οὐσίαν ἐπιστρεπτικόν ἐστι πρὸς ἑαυτὸ καὶ ἀφ᾽ ἑαυτοῦ προϊόν. 

λείπεται ἄρα τῆι μὲν αἰώνιον εἶναι ψυχὴν πᾶσαν, τῆι δὲ χρόνου μετέχουσαν. ἢ οὖν κατ᾽ οὐσίαν αἰώνιός ἐστι, κατ᾽ ἐνέργειαν δὲ χρόνου μέτοχος· ἢ ἔμπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον. 

πᾶσα ἄρα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔλαχε, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. 

 

192

Πᾶσα ψυχὴ μεθεκτὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ πρώτη τῶν γενητῶν. 

εἰ γὰρ αἰώνιός ἐστι κατ᾽ οὐσίαν, ὄντως ὄν ἐστι κατὰ τὴν ὕπαρξιν καὶ ἀεὶ ὄν· τὸ γὰρ αἰῶνος μετέχον τοῦ ἀεὶ εἶναι μετείληφεν. εἰ δὲ κατὰ τὴν ἐνέργειάν ἐστιν ἐν χρόνωι, γενητή ἐστι· πᾶν γὰρ τὸ χρόνου μετέχον, γινόμενον ἀεὶ κατὰ τὸ πρότερον καὶ ὕστερον τοῦ χρόνου καὶ οὐχὶ ἅμα ὅ ἐστιν ὂν ὅλον, γενητόν ἐστιν. 

εἰ δέ πηι γενητή ἐστι πᾶσα ψυχή, κατ᾽ ἐνέργειαν, πρώτη ἂν εἴη τῶν γενητῶν· τὸ γὰρ πάντηι γενητὸν πορρωτέρω τῶν αἰωνίων. 

 

193

Πᾶσα ψυχὴ προσεχῶς ἀπὸ νοῦ ὑφέστηκεν. 

εἰ γὰρ ἀμετάβλητον ἔχει τὴν οὐσίαν καὶ αἰώνιον, ἀπὸ ἀκινήτου πρόεισιν αἰτίας· τὸ γὰρ ἀπὸ κινουμένης προϊὸν αἰτίας πᾶν μεταβάλλει κατὰ τὴν οὐσίαν. ἀκίνητον ἄρα τὸ τῆς ψυχῆς πάσης αἴτιον. εἰ δὲ προσεχῶς ὑπὸ νοῦ τελειοῦται, καὶ ἐπιστρέφεται πρὸς νοῦν· καὶ εἰ μετέχει τῆς γνώσεως, ἣν ὁ νοῦς δίδωσι τοῖς μετέχειν δυναμένοις <πᾶσα γὰρ γνῶσις ἀπὸ νοῦ πᾶσίν ἐστιν, οἷς ἐστιν>, εἰς ὃ δὲ πάντα ἐπιστρέφεται κατὰ φύσιν, ἀπὸ τούτου καὶ τὴν πρόοδον ἔχει κατ᾽ οὐσίαν, πᾶσα ἄρα ψυχὴ ἀπὸ νοῦ πρόεισιν. 

 

194

Πᾶσα ψυχὴ πάντα ἔχει τὰ εἴδη, ἃ ὁ νοῦς πρώτως ἔχει. 

εἰ γὰρ ἀπὸ νοῦ πρόεισι καὶ νοῦς ὑποστάτης ψυχῆς, καὶ αὐτῶι τῶι εἶναι ἀκίνητος ὢν πάντα ὁ νοῦς παράγει, δώσει καὶ τῆι ψυχῆι τῆι ὑφισταμένηι τῶν ἐν αὐτῶι πάντων οὐσιώδεις λόγους· πᾶν γὰρ τὸ τῶι εἶναι ποιοῦν, ὅ ἐστι πρώτως, τοῦτο τῶι γινομένωι δευτέρως ἐνδίδωσι. τῶν νοερῶν ἄρα εἰδῶν ψυχὴ δευτέρως ἔχει τὰς ἐμφάσεις. 

 

195

Πᾶσα ψυχὴ πάντα ἐστὶ τὰ πράγματα, παραδειγματικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. 

μέση γὰρ οὖσα τῶν ἀμερίστων καὶ τῶν περὶ τὸ σῶμα μεριστῶν, τὰ μὲν παράγει καὶ ὑφίστησι, τὰ δὲ αἴτια προεστήσατο ἑαυτῆς, ἀφ᾽ ὧν προελήλυθεν. ὧν μὲν οὖν αἰτία προϋπάρχει, ταῦτα προείληφε παραδειγματικῶς· ἀφ᾽ ὧν δὲ ὑπέστη, ταῦτα κατὰ μέθεξιν ἔχει καὶ ὡς γεννήματα τῶν πρώτων. τὰ μὲν ἄρα αἰσθητὰ πάντα κατ᾽ αἰτίαν προείληφε, καὶ τοὺς λόγους τῶν ἐνύλων ἀΰλως καὶ τῶν σωματικῶν ἀσωμάτως καὶ τῶν διαστατῶν ἀδιαστάτως ἔχει· τὰ δὲ νοητὰ εἰκονικῶς, καὶ τὰ εἴδη τὰ ἐκείνων μεριστῶς μὲν τῶν ἀμερίστων, πεπληθυσμένως δὲ τῶν ἑνιαίων, αὐτοκινήτως δὲ τῶν ἀκινήτων ὑπεδέξατο. πάντα ἄρα ἐστὶ τὰ ὄντα, τὰ μὲν κατὰ μέθεξιν, τὰ πρῶτα· τὰ δὲ παραδειγματικῶς, τὰ μετ᾽ αὐτήν. 

 

196

Πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτωι ἀϊδίωι καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν καὶ ἄφθαρτον. 

εἰ γὰρ πᾶσα ψυχὴ κατ᾽ οὐσίαν ἐστὶν ἀΐδιος καὶ αὐτῶι τῶι εἶναι πρώτως ψυχοῖ τι τῶν σωμάτων, ἀεὶ αὐτὸ ψυχοῖ· τὸ γὰρ εἶναι πάσης ψυχῆς ἀμετάβλητον. εἰ δὲ τοῦτο, καὶ τὸ ψυχούμενον ἀεὶ ψυχοῦται καὶ ἀεὶ μετέχει ζωῆς· τὸ δὲ ἀεὶ ζῶν πολλῶι πρότερον ἀεὶ ἔστι· τὸ δὲ ἀεὶ ὂν ἀΐδιον· τὸ ἄρα πρώτως ἔμψυχον σῶμα καὶ πρώτως ἐξημμένον ἑκάστης πάσης ψυχῆς ἀΐδιόν ἐστιν. 

ἀλλὰ μὴν πᾶσα μεθεκτὴ ψυχὴ ὑπὸ σώματός τινος μετέχεται πρώτως, εἴπερ καὶ μεθεκτή ἐστιν, ἀλλ᾽ οὐκ ἀμέθεκτος, καὶ αὐτῶι τῶι εἶναι ψυχοῖ τὸ μετέχον. πᾶσα ἄρα ψυχὴ μετεχομένη σώματι χρῆται πρώτωι ἀϊδίωι καὶ ἀγενήτωι καὶ ἀφθάρτωι κατὰ τὴν οὐσίαν. 

 

197

Πᾶσα ψυχὴ οὐσία ἐστὶ ζωτικὴ καὶ γνωστική, καὶ ζωὴ οὐσιώδης καὶ γνωστική, καὶ γνῶσις ὡς οὐσία καὶ ζωή· καὶ ἅμα ἐν αὐτῆι πάντα, τὸ οὐσιῶδες, τὸ ζωτικόν, τὸ γνωστικόν, καὶ πάντα ἐν πᾶσι καὶ χωρὶς ἕκαστον. 

εἰ γὰρ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ σῶμα μεριζομένων εἰδῶν, οὔτε οὕτως ἀμέριστός ἐστιν ὡς τὰ νοερὰ πάντα οὔτε οὕτω μεριστὴ ὡς τὰ σωματοειδῆ. διηιρημένων οὖν ἐν τοῖς σωματικοῖς τῶν οὐσιῶν καὶ ζωῶν καὶ γνώσεων, ἀμερίστως ἐστὶν ἐν ψυχαῖς ταῦτα καὶ ἡνωμένως καὶ ἀσωμάτως, καὶ ὁμοῦ πάντα διὰ τὴν ἀϋλίαν καὶ τὴν ἀμέρειαν· καὶ ἐν τοῖς νοεροῖς πάντων καθ᾽ ἕνωσιν ὄντων, διακέκριται ἐν ψυχαῖς καὶ μεμέρισται. 

πάντα ἄρα καὶ ὁμοῦ καὶ χωρίς. εἰ δὲ ὁμοῦ καὶ ἐν ἑνὶ πάντα ἀμερεῖ, δι᾽ ἀλλήλων πεφοίτηκε· καὶ εἰ χωρίς, διήιρηται πάλιν ἀσυγχύτως· ὥστε καὶ ἐφ᾽ ἑαυτοῦ ἕκαστον καὶ πάντα ἐν πᾶσι. 

καὶ γὰρ ἐν τῆι οὐσίαι ἡ ζωὴ καὶ ἡ γνῶσις· εἰ γὰρ μή, οὐ γνώσεται πᾶσα ἑαυτήν, εἴπερ ἡ οὐσία ἡ ἄζως καὶ γνώσεως ἐστέρηται καθ᾽ αὑτήν. καὶ ἐν τῆι ζωῆι ἥ τε οὐσία καὶ ἡ γνῶσις· ἡ γὰρ ἀνούσιος ζωὴ καὶ ἡ ἄνευ γνώσεως ταῖς ἐνύλοις προσήκει ζωαῖς, αἳ μήτε γινώσκειν ἑαυτὰς δύνανται μήτε οὐσίαι εἰσὶν εἰλικρινεῖς. καὶ ἡ γνῶσις ἡ ἀνούσιος καὶ ἄζως ἀνυπόστατος· πᾶσα γὰρ γνῶσις καὶ ζῶντός ἐστι καὶ οὐσίαν καθ᾽ αὑτὸ λαχόντος. 

 

198

Πᾶν τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον, περιόδοις μετρεῖται. 

διότι μὲν γὰρ χρόνου μετέχει, μέτρου καὶ ὅρου μετείληφεν ἡ κίνησις, καὶ κατ᾽ ἀριθμὸν πορεύεται· διότι δὲ ἀεὶ κινεῖται, καὶ τὸ ἀεὶ τοῦτο οὐκ αἰώνιόν ἐστιν, ἀλλὰ χρονικόν, ἀνάγκη χρῆσθαι περιόδοις. ἡ μὲν γὰρ κίνησις μεταβολή τίς ἐστιν ἀφ᾽ ἑτέρων εἰς ἕτερα· τὰ δὲ ὄντα ὥρισται καὶ τοῖς πλήθεσι καὶ τοῖς μεγέθεσι· τούτων δὲ ὡρισμένων, οὔτε κατ᾽ εὐθεῖαν ἄπειρον ἡ μετάβασίς ἐστιν οὔτε τὸ ἀεὶ κινούμενον πεπερασμένως μεταβαίνειν δυνατόν. ἀπὸ τῶν αὐτῶν ἄρα ἐπὶ τὰ αὐτὰ πάλιν ἥξει τὸ ἀεὶ κινούμενον, ὥστε ποιῆσαι περίοδον. 

 

199

Πᾶσα ψυχὴ ἐγκόσμιος περιόδοις χρῆται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσιν. 

εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται καὶ μεταβατικῶς ἐνεργεῖ, καὶ ἔστιν αὐτῆς ἰδία κίνησις, πᾶν δὲ τὸ κινούμενον καὶ χρόνου μετέχον, ἀΐδιον ὄν, χρῆται περιόδοις καὶ περιοδικῶς ἀνακυκλεῖται καὶ ἀποκαθίσταται ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτά, δῆλον ὅτι καὶ πᾶσα ψυχὴ ἐγκόσμιος, κίνησιν ἔχουσα καὶ ἐνεργοῦσα κατὰ χρόνον, περιόδους τε τῶν κινήσεων ἕξει καὶ ἀποκαταστάσεις· πᾶσα γὰρ περίοδος τῶν ἀϊδίων ἀποκαταστατική ἐστιν. 

 

200

Πᾶσα ψυχῆς περίοδος χρόνωι μετρεῖται· ἀλλ᾽ ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ χρόνωι μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῶι σύμπαντι χρόνωι. 

εἰ γὰρ καὶ πᾶσαι αἱ κινήσεις τὸ πρότερον ἔχουσι καὶ ὕστερον, καὶ αἱ περίοδοι ἄρα· καὶ διὰ τοῦτο χρόνου μετέχουσι, καὶ τὸ μετροῦν ἁπάσας τὰς περιόδους τῶν ψυχῶν χρόνος ἐστίν. ἀλλ᾽ εἰ μὲν αἱ αὐταὶ πασῶν ἦσαν περίοδοι καὶ περὶ τὰ αὐτά, καὶ χρόνος ἂν ἦν πασῶν ὁ αὐτός· εἰ δὲ ἄλλαι ἄλλων ἀποκαταστάσεις, καὶ χρόνος περιοδικὸς ἄλλος ἄλλων καὶ ἀποκαταστατικός. 

ὅτι μὲν οὖν ἡ πρώτως ὑπὸ χρόνου μετρουμένη ψυχὴ τῶι σύμπαντι χρόνωι μετρεῖται, δῆλον. εἰ γὰρ μέτρον ὁ χρόνος κινήσεως ἁπάσης, τὸ πρώτως κινούμενον ἔσται παντὸς τοῦ χρόνου μετέχον καὶ ὑπὸ παντὸς μεμετρημένον· μὴ γὰρ τὸ πρώτως μετέχον μετρήσας ὁ σύμπας χρόνος οὐδὲ ἄλλο μετρήσει καθ᾽ ὅλον ἑαυτὸν οὐδέν. 

ὅτι δὲ καὶ πᾶσαι αἱ ἄλλαι ψυχαὶ μερικωτέροις τοῦ σύμπαντος χρόνου μετροῦνταί τισι μέτροις, φανερὸν ἐκ τούτων. εἰ γὰρ μερικώτεραι τῆς ψυχῆς εἰσι τῆς πρώτως χρόνου μετεχούσης, οὐδὲ χρόνωι τῶι σύμπαντι τὰς ἑαυτῶν ἐφαρμόσουσι περιόδους, ἀλλ᾽ αἱ πολλαὶ αὐτῶν ἀποκαταστάσεις μέρη ἔσονται μιᾶς περιόδου καὶ ἀποκαταστάσεως, ἣν ἡ χρόνου μετέχουσα πρώτως ἀποκαθίσταται· τῆς γὰρ ἐλάττονος δυνάμεως ἡ μερικωτέρα μέθεξις, τῆς δὲ μείζονος ἡ ὁλικωτέρα. ὅλον οὖν τὸ χρονικὸν μέτρον κατὰ μίαν ζωὴν αἱ ἄλλαι ψυχαὶ δέχεσθαι οὐ πεφύκασι, τῆς πρώτως <ὑπ>ὸ χρόνου μετρουμένης ὑφειμένην λαχοῦσαι τάξιν. 

 

201

Πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι· καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώσκουσι δὲ τὰ πάντα κατὰ τὴν νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. 

διότι γὰρ συμφυῶς μετέχουσι τῶν ὑπερκειμένων καί εἰσιν οὐ ψυχαὶ ἁπλῶς, ἀλλὰ θεῖαι ψυχαί, τὴν ἀνάλογον τοῖς θεοῖς ἐν τῶι ψυχικῶι πλάτει προστησάμεναι τάξιν, ἐνεργοῦσιν οὐ ψυχικῶς μόνον, ἀλλὰ καὶ θείως, τὴν ἀκρότητα τῆς ἑαυτῶν οὐσίας ἔνθεον λαχοῦσαι. καὶ διότι νοερὰν ὑπόστασιν ἔχουσι, δι᾽ ἣν καὶ ὑπεστρωμέναι ταῖς νοεραῖς οὐσίαις τυγχάνουσιν, ἐνεργοῦσιν οὖν οὐ θείως μόνον, ἀλλὰ καὶ νοερῶς, τὴν μὲν κατὰ τὸ ἓν τὸ ἐν αὐταῖς, τὴν δὲ κατὰ τὸν νοῦν ἱδρύσασαι ἐνέργειαν. τρίτη δὲ αὐταῖς πάρεστιν ἡ κατὰ τὴν ἰδίαν ὕπαρξιν ἐνέργεια, κινητικὴ μὲν ὑπάρχουσα τῶν φύσει ἑτεροκινήτων, ζωοποιὸς δὲ τῶν ἐπείσακτον ἐχόντων τὴν ζωήν· πάσης γὰρ ψυχῆς τοῦτό ἐστι τὸ ἴδιον ἐνέργημα, τὰ δὲ ἄλλα κατὰ μέθεξιν, ὡς τὸ νοεῖν καὶ προνοεῖν. 

 

202

Πᾶσαι ψυχαὶ θεῶν ὁπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. 

αἱ μὲν γὰρ θεῖαι καὶ νοῦ μετέχουσι καὶ θεότητος <διὸ νοεραί τέ εἰσιν ἅμα καὶ θεῖα>ι καὶ τῶν ἄλλων ψυχῶν ἡγεμονοῦσι, καθόσον καὶ οἱ θεοὶ τῶν ὄντων ἁπάντων· αἱ δὲ μερικαὶ ψυχαὶ καὶ τῆς εἰς νοῦν ἀναρτήσεως παρήιρηνται, μὴ δυνάμεναι προςεχῶς τῆς νοερᾶς οὐσίας μετέχειν· οὐδὲ γὰρ ἂν τῆς νοερᾶς ἐνεργείας ἀπέπιπτον κατ᾽ οὐσίαν μετέχουσαι τοῦ νοῦ, καθάπερ δέδεικται πρότερον. μέσαι ἄρα εἰσὶν αἱ ἀεὶ θεοῖς ἑπόμεναι ψυχαί, νοῦν μὲν ὑποδεξάμεναι τέλειον καὶ ταύτηι τῶν μερικῶν ὑπερφέρουσαι, οὐκέτι δὲ καὶ θείων ἑνάδων ἐξημμέναι· οὐ γὰρ θεῖος ἦν ὁ μετεχόμενος ὑπ᾽ αὐτῶν νοῦς. 

 

203

Παντὸς τοῦ ψυχικοῦ πλήθους αἱ μὲν θεῖαι ψυχαί, τῆι δυνάμει μείζους οὖσαι τῶν ἄλλων, συνήιρηνται κατὰ τὸν ἀριθμόν· αἱ δὲ ἀεὶ αὐταῖς ἑπόμεναι καὶ τῆι δυνάμει καὶ τῶι ποσῶι μέσην ἔχουσιν ἐν πάσαις τάξιν· αἱ δὲ μερικαὶ τῆι μὲν δυνάμει καταδεέστεραι τῶν ἄλλων εἰσίν, εἰς ἀριθμὸν δὲ πλείονα προεληλύθασιν. 

αἱ μὲν γάρ εἰσι τῶι ἑνὶ συγγενέστεραι διὰ τὴν ὕπαρξιν θείαν οὖσαν, αἱ δὲ μέσαι διὰ τὴν νοῦ μετουσίαν, αἱ δὲ ἔσχαται κατὰ τὴν τάξιν, ἀνομοιώδεις κατὰ τὴν οὐσίαν ταῖς τε μέσαις καὶ ταῖς πρώταις. τὰ δὲ ἐγγυτέρω τοῦ ἑνὸς ἐν τοῖς ἀϊδίοις τῶν πορρωτέρων ἀριθμῶι ἑνικώτερά ἐστι καὶ συνήιρηται κατὰ τὸ πλῆθος, τὰ δὲ πορρωτέρω μᾶλλον πληθύνεται. αἵ τε οὖν δυνάμεις τῶν ἀνωτέρω μείζους, καὶ τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς δευτέρας, ὃν τὸ θεῖον πρὸς τὸ νοερὸν καὶ τοῦτο πρὸς τὸ ψυχικόν· καὶ αἱ ποσότητες τῶν κατωτέρω πλείους· τὸ γὰρ πορρώτερον τοῦ ἑνὸς πλῆθος μᾶλλόν ἐστι καὶ τὸ ἐγγύτερον ἧττον. 

 

204

Πᾶσα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. 

θείαν μὲν γὰρ οὖσαν, πάντων ἡγεμονικὴν τάξιν εἰληχέναι δεῖ καὶ πρωτουργὸν ἐν ταῖς ψυχαῖς <καὶ γὰρ τὸ θεῖον ἐν πᾶσι τοῖς οὖσιν ἡγεῖται τῶν ὅλων>· οὔτε δὲ τῶν ἀεὶ ἑπομένων μόνον ἑκάστην ἄρχειν οὔτε τῶν ποτὲ μόνον. εἰ μὲν γὰρ τῶν ποτὲ ἑπομένων ἡγοῖτό τις μόνων, πῶς ἡ συναφὴ ταύταις ἔσται πρὸς τὴν θείαν ψυχήν, πάντηι διαφερούσαις καὶ μήτε νοῦ προσεχῶς μετεχούσαις μήτε πολλῶι πλέον θεῶν; εἰ δὲ τῶν ἀεὶ ἑπομένων, πῶς μέχρις ἐκείνων ἡ σειρὰ προῆλθεν; ἔσται γὰρ οὕτως ἔσχατα τὰ νοερὰ καὶ ἄγονα, καὶ τελειοῦν ἄλλα καὶ ἀνάγειν οὐ πεφυκότα. 

ἀνάγκη ἄρα πάσης ψυχῆς θείας πρώτως μὲν ἐξηρτῆσθαι τὰς ἀεὶ ἑπομένας ψυχὰς καὶ κατὰ νοῦν ἐνεργούσας καὶ εἰς νόας ἀνηγμένας μερικωτέρους τῶν θείων νόων, δευτέρας δὲ τὰς μερικὰς καὶ διὰ τούτων μέσων νοῦ μετέχειν καὶ τῆς θείας ζωῆς δυναμένας· διὰ γὰρ τῶν ἀεὶ μετεχόντων τῆς κρείττονος μοίρας τὰ ποτὲ μετέχοντα τελειοῦται. 

καὶ αὖ πάλιν πλείους εἶναι περὶ ἑκάστην ψυχὴν θείαν τὰς ποτὲ ἑπομένας ψυχὰς τῶν ἀεὶ ἑπομένων· ἡ γὰρ τῆς μονάδος δύναμις κατὰ τὴν ὕφεσιν εἰς πλῆθος ἀεὶ πρόεισι, τῆι μὲν δυνάμει λειπόμενον, τῶι δὲ ἀριθμῶι πλεονάζον. ἐπεὶ καὶ ἑκάστη ψυχὴ τῶν ἀεὶ θεοῖς ἑπομένων πλειόνων ἡγεῖται μερικῶν ψυχῶν, μιμουμένη τὴν θείαν ψυχήν, καὶ πλείους ἀνέλκει ψυχὰς εἰς τὴν πρωτουργὸν μονάδα τῆς ὅλης σειρᾶς. πᾶσα ἄρα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν τῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ τὴν τάξιν ταύτην δεχομένων. 

 

205

Πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν θείαν ψυχήν, ὑφ᾽ ἣν τέτακται κατ᾽ οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς πρὸς τὸ ἐκείνης ὄχημα. 

εἰ γὰρ κατὰ φύσιν ἡ διανομὴ τῶν ὀχημάτων ἑκάσταις, ἀνάγκη πάσης μερικῆς ψυχῆς ὀχήματι τοῦτον εἶναι τὸν λόγον πρὸς τὸ ὄχημα τῆς ὅλης, ὅς ἐστιν αὐτῆς πρὸς ἐκείνην. ἀλλὰ μὴν ἡ διανομὴ κατὰ φύσιν· τὰ γὰρ πρώτως μετέχοντα αὐτοφυῶς συνῆπται τοῖς μετεχομένοις. εἰ οὖν ὡς ἡ θεία πρὸς τὸ θεῖον σῶμα, οὕτως ἡ μερικὴ πρὸς τὸ μερικόν, αὐτῶι τῶι εἶναι μετεχομένης ἑκατέρας, καὶ τὸ ἐξ ἀρχῆς ἀληθές, ὅτι καὶ τὰ ὀχήματα ταῖς ψυχαῖς τὸν αὐτὸν ἔχει πρὸς ἄλληλα λόγον. 

 

206

Πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ᾽ ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. 

εἰ γὰρ ποτὲ μὲν ἕπεται θεοῖς, ποτὲ δὲ ἀποπίπτει τῆς πρὸς τὸ θεῖον ἀνατάσεως, νοῦ τε καὶ ἀνοίας μετέχει, δῆλον δὴ ὅτι παρὰ μέρος ἔν τε τῆι γενέσει γίνεται καὶ ἐν τοῖς θεοῖς ἔστιν. 

οὐδὲ γὰρ <τὸν ἄπειρον οὖσα χρόνον ἐν σώμασιν ἐνύλοις ἔπειτα ἕτερον τοιοῦτον χρόνον ἔσται ἐν τοῖς θεοῖς, οὐδ>ὲ τὸν ἄπειρον οὖσα χρόνον ἐν τοῖς θεοῖς αὖθις ὅλον τὸν ἐφεξῆς χρόνον ἔσται ἐν τοῖς σώμασι· τὸ γὰρ ἀρχὴν χρονικὴν μὴ ἔχον οὐδὲ τελευτήν ποτε ἕξει, καὶ τὸ μηδεμίαν ἔχον τελευτὴν ἀνάγκη μηδὲ ἀρχὴν ἔχειν. λείπεται ἄρα περιόδους ἑκάστην ποιεῖσθαι ἀνόδων τε ἐκ τῆς γενέσεως καὶ τῶν εἰς γένεσιν καθόδων, καὶ τοῦτο ἄπαυστον εἶναι διὰ τὸν ἄπειρον χρόνον. ἑκάστη ἄρα ψυχὴ μερικὴ κατιέναι τε ἐπ᾽ ἄπειρον δύναται καὶ ἀνιέναι, καὶ τοῦτο οὐ μὴ παύσεται περὶ ἁπάσας τὸ πάθημα γινόμενον. 

 

207

Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἀπὸ αἰτίας ἀκινήτου δεδημιούργηται. 

εἰ γὰρ ἀϊδίως ἐξήρτηται τῆς χρωμένης αὐτῶι ψυχῆς καὶ συμφυῶς, ἀμετάβλητον ὂν κατ᾽ οὐσίαν, ἀπ᾽ αἰτίας ἀκινήτου τὴν ὑπόστασιν ἔλαχε· τὸ γὰρ ἐκ κινουμένων αἰτίων γεγονὸς μεταβάλλει πᾶν κατὰ τὴν οὐσίαν. ἀλλὰ μὴν πᾶσα ψυχὴ ἀΐδιον ἔχει σῶμα, τὸ πρώτως αὐτῆς μετέχον· ὥστε καὶ ἡ μερικὴ ψυχή. 

καὶ τὸ αἴτιον ἄρα τοῦ ὀχήματος αὐτῆς ἀκίνητόν ἐστι, καὶ διὰ τοῦτο ὑπερκόσμιον. 

 

208

Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄϋλόν ἐστι καὶ ἀδιαίρετον κατ᾽ οὐσίαν καὶ ἀπαθές. 

εἰ γὰρ ἐξ ἀκινήτου προῆλθε δημιουργίας καὶ ἔστιν ἀΐδιον, ἄϋλον ὑπόστασιν ἔχει καὶ ἀπαθῆ. τὰ γὰρ πάσχειν κατὰ τὴν οὐσίαν πεφυκότα καὶ μεταβάλλει καὶ ἔνυλα πάντα ἐστί, καὶ ἄλλοτε ἄλλως ἔχοντα τῶν κινουμένων αἰτίων ἐξήρτηται· διὸ καὶ μεταβολὴν ἐπιδέχεται παντοίαν, συγκινούμενα ταῖς ἑαυτῶν ἀρχικαῖς αἰτίαις. 

ἀλλὰ μὴν ὅτι καὶ ἀδιαίρετον, δῆλον. τὸ γὰρ διαιρούμενον πᾶν ταύτηι φθείρεται, ἧι διαιρεῖται, τοῦ τε ὅλου καὶ τῆς συνεχείας ἀφιστάμενον· εἰ οὖν ἀμετάβλητον κατὰ τὴν οὐσίαν καὶ ἀπαθές, ἀδιαίρετον ἂν εἴη. 

 

209

Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα κάτεισι μὲν προσθέσει χιτώνων ἐνυλοτέρων, σ>υν>ανάγεται δὲ τῆι ψυχῆι δι᾽ ἀφαιρέσεως παντὸς τοῦ ἐνύλου καὶ τῆς εἰς τὸ οἰκεῖον εἶδος ἀναδρομῆς, ἀνάλογον τῆι χρωμένηι ψυχῆι· καὶ γὰρ ἐκείνη κάτεισι μὲν ἀλόγους προσλαβοῦσα ζωάς, ἄνεισι δὲ ἀποσκευασαμένη πάσας τὰς γενεσιουργοὺς δυνάμεις, ἃς ἐν τῆι καθόδωι περιεβάλλετο, καὶ γενομένη καθαρὰ καὶ γυμνὴ τῶν τοιούτων πασῶν δυνάμεων ὅσαι πρὸς τὴν τῆς γενέσεως χρείαν ὑπηρετοῦσι. 

τὰ γὰρ συμφυῆ ὀχήματα μιμεῖται τὰς ζωὰς τῶν χρωμένων ψυχῶν, καὶ συγκινεῖται κινουμέναις αὐταῖς πανταχοῦ· καὶ τῶν μὲν τὰς νοήσεις ἀπεικονίζεται ταῖς ἑαυτῶν περιφοραῖς, τῶν δὲ τὰς ἀποπτώσεις ταῖς εἰς τὴν γένεσιν ῥοπαῖς, τῶν δὲ τὰς καθάρσεις ταῖς εἰς τὸ ἄϋλον περιαγωγαῖς. διότι γὰρ αὐτῶι τῶι εἶναι τὰς ψυχὰς ζωοποιεῖται παρ᾽ αὐτῶν καὶ ἔστι συμφυῆ ἐκείναις, παντοίως συμμεταβάλλει ταῖς ἐκείνων ἐνεργείαις καὶ συνέπεται πάντηι, παθαινομέναις τε συμπάσχει καὶ κεκαθαρμέναις συναποκαθίσταται καὶ ἀναγομέναις συνεπαίρεται, τῆς ἑαυτῶν ἐφιέμενα τελειότητος· πᾶν γὰρ τελειοῦται τῆς οἰκείας ὁλότητος τυχόν. 

 

210

Πᾶν ψυχῆς ὄχημα συμφυὲς καὶ σχῆμα τὸ αὐτὸ ἀεὶ καὶ μέγεθος ἔχει, μεῖζον δὲ καὶ ἔλαττον ὁρᾶται καὶ ἀνομοιόσχημον δι᾽ ἄλλων σωμάτων προσθέσεις καὶ ἀφαιρέσεις. 

εἰ γὰρ ἐξ αἰτίας ἀκινήτου τὴν οὐσίαν ἔχει, δῆλον δὴ ὅτι καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῶι παρὰ τῆς αἰτίας ἀφώρισται, καὶ ἔστιν ἀμετάβλητον καὶ ἀνεξάλλακτον ἑκάτερον. ἀλλὰ μὴν ἄλλοτε ἀλλοῖον φαντάζεται καὶ μεῖζον καὶ ἔλαττον. δι᾽ ἄλλα ἄρα σώματα ἀπὸ τῶν ὑλικῶν στοιχείων προστιθέμενα καὶ αὖθις ἀφαιρούμενα τοιόνδε ἢ τοιόνδε καὶ τοσόνδε ἢ τοσόνδε φαίνεται. 

 

211

Πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν ὅλη κάτεισι, καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. 

εἰ γάρ τι μένοι τῆς ψυχῆς ἐν τῶι νοητῶι, ἢ ἀμεταβάτως νοήσει ἀεὶ ἢ μεταβατικῶς. ἀλλ᾽ εἰ μὲν ἀμεταβάτως, νοῦς ἔσται καὶ οὐ μέρος ψυχῆς, καὶ ἔσται ἡ ψυχὴ προσεχῶς νοῦ μετέχουσα· τοῦτο δὲ ἀδύνατον. εἰ δὲ μεταβατικῶς, ἐκ τοῦ ἀεὶ νοοῦντος καὶ <το>ῦ ποτὲ νοοῦντος μία οὐσία ἔσται. ἀλλ᾽ ἀδύνατον· ταῦτα γὰρ εἴδει διαφέρει, ὡς δέδεικται, πρὸς τῶι καὶ ἄτοπον εἶναι τὸ τῆς ψυχῆς ἀκρότατον, ἀεὶ τέλειον ὄν, μὴ κρατεῖν τῶν ἄλλων δυνάμεων κἀκείνας τελείας ποιεῖν. πᾶσα ἄρα ψυχὴ <μερικὴ ὅλ>η κάτεισιν.