BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Περὶ τῆς καθ' Ἕλληνας

ἱερατικῆς τέχνης

 

Textus:

Proclus, Sur l’art hiératique chez les Grecs

ed.: J. Bidez, Catalogue des Manuscrits

Alchimiques Grecs, VI, Bruxelles, 1928

Facsimile: Internet Archive

 

____________________________________________________________

 

 

 

Περὶ τῆς καθ' Ἕλληνας ἱερατικῆς τέχνης.

 

σπερ οἱ ἐρωτικοὶ ἀπὸ τῶν ἐν αἰσθήσει καλῶν ὁδῶι προϊόντες ἐπ' αὐτὴν καταντῶσι τὴν μίαν τῶν καλῶν πάντων καὶ νοητῶν ἀρχήν, οὕτως καὶ οἱ ἱερατικοὶ ἀπὸ τῆς ἐν τοῖς φαινομένοις ἅπασι συμπαθείας πρός τε ἄλληλα καὶ πρὸς τὰς ἀφανεῖς δυνάμεις, πάντα ἐν πᾶσι κατανοήσαντες, τὴν ἐπιστήμην τὴν ἱερατικὴν συνεστή­σαντο, θαυμάσαντες τῶι βλέπειν ἔν τε τοῖς πρώτοις τὰ ἔσχατα καὶ ἐν τοῖς ἐσχάτοις τὰ πρώτιστα, ἐν οὐρανῶι μὲν τὰ χθόνια κατ' αἰτίαν καὶ οὐρανίως, ἔν τε γῆι τὰ οὐράνια γηΐνως.

Ἢ πόθεν ἡλιοτρόπια μὲν ἡλίωι, σεληνοτρόπια δὲ σελήνηι συγκινεῖται συμπεριπολοῦντα ἐς δύναμιν τοῖς τοῦ κόσμου φωστῆρσιν. Εὔχεται γὰρ πάντα κατὰ τὴν οἰκείαν τάξιν καὶ ὑμνεῖ τοὺς ἡγεμόνας τῶν σειρῶν ὅλων ἢ νοερῶς ἢ λογικῶς ἢ φυσικῶς ἢ αἰσθητῶς· ἐπεὶ καὶ τὸ ἡλιοτρόπιον ὧι ἔστιν εὔλυτον, τούτωι κινεῖται καί, εἰ δή τις αὐτοῦ κατὰ τὴν περιστροφὴν ἀκούειν τὸν ἀέρα πλήσσοντος οἷός τε ἦν, ὕμνον ἄν τινα διὰ τοῦ ἤχου τούτου συνήισθετο τῶι Βασιλεῖ προσάγοντος, ὃν δύναται φυτὸν ὑμνεῖν.

Ἐν μὲν οὖν τῆι γῆι χθονίως ἐστὶν ἡλίους καὶ σελήνας ὁρᾶν, ἐν οὐρανῶι δὲ οὐρανίως τά τε φυτὰ πάντα καὶ λίθους καὶ ζῶια, ζῶντα νοερῶς. Ἃ δὴ κατιδόντες οἱ πάλαι σοφοί, τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις προσάγοντες τῶν οὐρανίων, ἐπήγοντο θείας δυνάμεις εἰς τὸν θνητὸν τόπον καὶ διὰ τῆς ὁμοιότητος ἐφειλκύσαντο· ἱκανὴ γὰρ ἡ ὁμοιότης συνάπτειν τὰ ὄντα ἀλλήλοις· ἐπεὶ καί, εἴ τις θρυαλλίδα προθερμήνας ὑπόσχοι τῶι λυχναίωι φωτὶ μὴ πόρρω τοῦ πυρός, ἴδοι ἂν αὐτὴν ἐξαπτομένην μὴ ψαύουσαν τοῦ πυρός, καὶ τὴν ἔξαψιν ἄνωθεν τοῦ κατωτέρω γινομένην.

Ἀναλόγως οὖν ἡ μὲν προθέρμανσις νοείσθω σοι τῆι συμπαθείαι τῶν τῆιδε πρὸς ἐκεῖνα, ἡ δὲ προσαγωγὴ καὶ ἐν καλῶι θέσις τῆι τῆς ἱερατικῆς τέχνης κατά τε καιρὸν τὸν πρέποντα καὶ τρόπον τὸν οἰκεῖον προσχρήσει τῶν ὑλῶν, ἡ δὲ τοῦ πυρὸς διάδοσις τῆι παρουσίαι τοῦ θείου φωτὸς εἰς τὸ δυνάμενον μετέχειν, ἡ δὲ ἔξαψις τῆι θειώσει τῶν θνητῶν καὶ τῆι περιλάμψει τῶν ἐνύλων, ἃ δὴ κινεῖται πρὸς τὸ ἄνω λοιπὸν κατὰ τὸ μετασχεθὲν ὑπ' αὐτῶν σπέρμα θεῖον, ὥσπερ τὸ τῆς ἐξαφθείσης θρυαλλίδος φῶς.

Καὶ ὁ λωτὸς δὲ παρίστησι τὴν συμπάθειαν, μεμυκὼς μὲν πρὸ τῶν ἡλιακῶν αὐγῶν, διαπτυσσόμενος δέ πως ἠρέμα τοῦ ἡλίου πρῶτον φανέντος, καὶ ὅσον ὑψοῦται τὸ φῶς, ἐξαπλούμενος, καὶ αὖθις συναγόμενος, ἐπὶ δύσιν ἰόντος. Τί δὴ οὖν διαφέρει τοὺς ἀνθρώπους αἴροντας ἢ τιθέντας <τὰς> γένυς ἢ τὰ χείλη ὑμνεῖν τὸν ἥλιον, ἢ τὸν λωτὸν τὰ φύλλα συμπτύσσοντα καὶ ἀναπλοῦντα; Γίγνεται γὰρ ἀντὶ τῶν γενύων ταῦτα τῶι λωτῶι, καὶ ὁ ὕμνος φυσικός. Καὶ τί δεῖ λέγειν περὶ φυτῶν οἷς ὑπάρχει ζωῆς ἴχνος τι γεννητικῆς.

Ἀλλὰ καὶ λίθους ἔστιν ἰδεῖν ταῖς τῶν φωστήρων ἀπορροίαις ἐμπνέοντας, ὡς τὸν μὲν ἡλίτην ταῖς χρυσοειδέσιν ἀκτῖσιν ὁρῶμεν τὰς ἡλιακὰς ἀκτῖνας μιμούμενον, τὸν δὲ Βήλου προσαγορευόμενον ὀφθαλμὸν καὶ σχῆμα παραπλήσιον ἔχοντα κόραις ὀφθαλμῶν καὶ ἐκ μέσης τῆς ἐν αὐτῶι κόρης στιλπνὸν ἀφιέντα φῶς, ὅν φασιν ἡλίου χρῆναι καλεῖν ὀφθαλμόν, τὸν δὲ σεληνίτην τύπωι τε καὶ κινήσει σὺν τῆι σελήνηι τρεπόμενον, τὸν δὲ ἡλιοσέληνον τῆς συνόδου τῶν φωστήρων τούτων οἷον ἄγαλμα ταῖς κατ' οὐρανὸν συνόδοις τε καὶ διαστάσεσιν ἀφομοιωθέν.

Οὕτω μεστὰ πάντα θεῶν, τὰ μὲν ἐν γῆι τῶν οὐρανίων, τὰ δὲ ἐν οὐρανῶι τῶν ὑπὲρ τὸν οὐρανόν, καὶ πρόεισιν ἑκάστη πληθυομένη σειρὰ μέχρι τῶν ἐσχάτων· τὰ γὰρ ἐν ἑνὶ πρὸ τῶν πάντων, ταῦτα ἐν πᾶσιν ἐξεφάνη, ἐν οἷς καὶ ψυχῶν συστάσεις ἄλλων ὑπ' ἄλλοις ταττομένων θεοῖς, ἔπειτα ζώιων ἡλιακῶν εἰ τύχοι πλῆθος, οἷον λέοντες καὶ ἀλεκτρυόνες, μετέχοντες καὶ αὐτοὶ τοῦ θείου κατὰ τὴν ἑαυτῶν τάξιν. Καὶ τὸ θαυμαστὸν ὅπως ἐν τούτοις τὰ ἐλάττονα δυνάμει τε καὶ μεγέθει τοῖς κατ' ἄμφω κρείττοσίν ἐστι φοβερά· ὑποστέλλεται γὰρ ὁ λέων, φασί, τὸν ἀλεκτρυόνα. Τὸ δὲ αἴτιον ἀπὸ μὲν τῆς αἰσθήσεως οὐκ ἔστι λαβεῖν, ἀπὸ δὲ τῆς νοερᾶς ἐπιβλέψεως καὶ τῆς ἐν τοῖς αἰτίοις διαφορᾶς. Ἐνεργεστέρα γοῦν ἐστιν ἡ τῶν ἡλιακῶν συμβόλων εἰς τὸν ἀλεκτρυόνα παρουσία· δηλοῖ δὲ τῶν ἡλιακῶν περιόδων συναισθανόμενος καὶ ἄιδων ὕμνον τῶι φωστῆρι προσιόντι τε καὶ ἐπὶ τὰ λοιπὰ κέντρα τρεπομένωι· διὸ καὶ ἄγγελοί τινες ἡλιακοὶ ὤφθησαν τοιαύτας ἔχοντες μορφάς, καὶ ὄντες ἀμόρφωτοι, φαίνονται τοῖς ἐν μορφῆι κατεχομένοις ἡμῖν μεμορφωμένοι. Ἤδη δέ τινα τῶν ἡλιακῶν δαιμόνων λεοντοπρόσωπον φαινόμενον, ἀλεκτρυόνος δειχθέντος, ἀφανῆ γενέσθαι φασὶν ὑποστελλόμενον τὰ τῶν κρειττόνων συνθήματα· ἐπεὶ καὶ θείων ἀνδρῶν εἰκόνας ὁρῶντες πολλοὶ ἀνεστάλησαν ὑπ' αὐταῖς τι τῶν μιαρῶν ἐνεργεῖν.

Ἁπλῶς δὲ τὰ μὲν ταῖς περιόδοις τοῦ φωστῆρος συγκινεῖται, ὡς τὰ εἰρημένα φυτά, τὰ δὲ τὸ σχῆμα μιμεῖται τῶν ἀκτίνων, ὥσπερ ὁ φοῖνιξ, τὰ δὲ τὴν ἐμπύριον οὐσίαν, ὥσπερ ἡ δάφνη, τὰ δὲ ἄλλο τι. Ἴδοις ἂν οὖν τὰς συνεσπειραμένας ἰδιότητας ἐν ἡλίωι μεριζομένας ἐν τοῖς μετέχουσιν ἀγγέλοις, δαίμοσι, ψυχαῖς, ζώιοις, φυτοῖς, λίθοις.

Ὅθεν οἱ τῆς ἱερατικῆς ἡγεμόνες ἀπὸ τῶν ἐν ὀφθαλμοῖς κειμένων τὴν τῶν ἀνωτέρω δυνάμεων θεραπείαν εὑρήκασι, τὰ μὲν μίξαντες, τὰ δὲ οἰκείως ἀναιρούμενοι· ἡ δὲ μῖξις διὰ τὸ βλέπειν τῶν ἀμίκτων ἕκαστόν τινα ἔχον ἰδιότητα τοῦ θεοῦ, οὐ μὴν ἐξαρκοῦν πρὸς τὴν ἐκείνου πρόκλησιν· διὸ τῆι μίξει τῶν πολλῶν ἑνίζουσι τὰς προειρημένας ἀπορροίας καὶ ἐξομοιοῦσι τὸ ἐκ πάντων ἓν γενόμενον πρὸς ἐκεῖνο τὸ πρὸ τῶν πάντων ὅλον· καὶ ἀγάλματα πολλάκις κατασκευάζουσι σύμμικτα καὶ θυμιάματα, φυράσαντες εἰς ἓν τὰ μερισθέντα συνθήματα καὶ ποιήσαντες τέχνηι ὁποῖον κατ' οὐσίαν τὸ θεῖον περιληπτικὸν καθ' ἕνωσιν τῶν πλειόνων δυνάμεων, ὧν ὁ μὲν μερισμὸς ἠμύδρωσεν ἑκάστην, ἡ δὲ μῖξις ἐπανήγαγεν εἰς τὴν τοῦ παραδείγματος ἰδέαν.

Ἔστι δὲ ὅτε καὶ μία πόα καὶ λίθος εἷς ἀρκεῖ πρὸς τὸ ἔργον· ἀπόχρη γὰρ πρὸς μὲν αὐτοφάνειαν τὸ κνέωρον, πρὸς δὲ φυλακὴν δάφνη, ῥάμνος, σκύλλα, κουράλιον, ἀδάμας καὶ ἴασπις, πρὸς δὲ πρόγνωσιν ἡ τοῦ ἀσπάλακος καρδία, πρὸς δὲ καθάρσεις τὸ θεῖον καὶ τὸ θαλάττιον ὕδωρ. Διὰ μὲν οὖν τῆς συμπαθείας προσήγοντο, διὰ δὲ τῆς ἀντιπαθείας ἀπήλαυνον, καθαίροντες εἰ τύχοι θείωι καὶ ἀσφάλτωι καὶ περιρραίνοντες θαλάττηι· καθαίρει γὰρ τὸ μὲν θεῖον διὰ τὸ δριμὺ τῆς ὀσμῆς, ἡ δὲ θάλαττα διὰ τὸ μετέχειν ἐμπυρίου δυνάμεως.

Καὶ ἐν ταῖς τελεταῖς δὲ καὶ ταῖς ἄλλαις περὶ τοὺς θεοὺς θεραπείαις ζῶιά τε προσήκοντα ἐξελέγοντο καὶ ἕτερ' ἄττα. Ἀπὸ δὴ τούτων καὶ τῶν τοιούτων ὁρμηθέντες, τὰς δαιμονίους δυνάμεις ἔγνωσαν, ὡς προσεχεῖς εἰσιν οὐσίαι τῆς ἐν τῆι φύσει καὶ τοῖς σώμασιν ἐνεργείας, καὶ ἐπηγάγοντο δι' αὐτῶν τούτων εἰς συνουσίαν· ἀπὸ δὲ τούτων ἐπ' αὐτὰς ἤδη τὰς τῶν θεῶν ἀνέδραμον ποιήσεις, τὰ μὲν ἀπ' αὐτῶν διδασκόμενοι, τὰ δὲ καὶ αὐτοὶ κινούμενοι παρ' ἑαυτῶν εὐστόχως εἰς τὴν τῶν οἰκείων συμβόλων ἐπίνοιαν· καὶ οὕτω λοιπόν, τὴν φύσιν καὶ τὰς φυσικὰς ἐνεργείας κάτω καταλιπόντες, ταῖς πρωτουργοῖς καὶ θείαις ἐχρήσαντο δυνάμεσι.