Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
κθ.Περὶ τῶν θείων ὀνομάτων καὶτῆς ὀρθότητος αὐτῶν τῆς ἐν Κρατύλωιπαραδεδομένης.
Περὶ μὲν οὖν τῆς ἀγεννήτου τῶν θεῶν ὑπάρξεως καὶ ταῦτα ἱκανά· λείπεται δὲ οἶμαι καὶ περὶ τῶν ὀνομάτων τῶν θείων εἰπεῖν. Καὶ γὰρ ὁ ἐν τῶι Κρατύλωι Σωκράτης τὴν ὀρθότητα τῶν ὀνομάτων ἐν τοῖς θείοις διαφερόντως ἐκφαίνειν ἀξιοῖ· καὶ ὁ Παρμενίδης κατὰ μὲν τὴν πρώτην ὑπόθεσιν ὥσπερ τἆλλα πάντα γνωστὰ καὶ τὰς γνώσεις ἁπάσας οὕτω δὴ καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἀποφάσκει τοῦ ἑνός· κατὰ δὲ τὴν δευτέραν ἐφ' ἅπασι τοῖς ἄλλοις καὶ ὅτι λόγος ἐστὶ τοῦ ἑνὸς τούτου καὶ ὄνομα δείκνυσιν. Ἵν' οὖν συλλήβδην εἴπωμεν τὰ μὲν πρώτιστα καὶ κυριώτατα καὶ ὄντως θεῖα τῶν ὀνομάτων ἐν αὐτοῖς ὑποθετέον ἱδρῦσθαι τοῖς θεοῖς· τὰ δὲ δεύτερα καὶ τούτων ὁμοιώματα νοερῶς ὑφεστηκότα τῆς δαιμονίας μοίρας εἶναι λεκτέον· τὰ δ' αὖ τρίτα μὲν ἀπὸ τῆς ἀληθείας λογικῶς δὲ πλαττόμενα καὶ τῶν θείων ἔμφασιν ἐσχάτως καταδεχόμενα παρὰ τῶν ἐπιστημόνων ἐκφαίνεσθαι φήσομεν ὁτὲ μὲν ἐνθέως ὁτὲ δὲ νοερῶς ἐνεργούντων καὶ τῶν ἔνδον θεαμάτων εἰκόνας ἐν κινήσει φερομένας ἀπογεννώντων. Ὡς γὰρ ὁ νοῦς ὁ δημιουργικὸς τῶν ἐν αὑτῶι πρωτίστων εἰδῶν περὶ τὴν ὕλην ἐμφάσεις ὑφίστησι καὶ τῶν αἰωνίων ἔγχρονα καὶ τῶν ἀμερίστων μεριστὰ καὶ οἷον ἐσκιαγραφημένα τῶν ἀληθινῶς ὄντων εἴδωλα παράγει κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ παρ' ἡμῖν ἐπιστήμη τὴν νοερὰν ἀποτυπουμένη ποίησιν διὰ λόγου δημιουργεῖ τῶν τε ἄλλων πραγμάτων ὁμοιώματα καὶ δὴ καὶ αὐτῶν τῶν θεῶν τὸ μὲν ἀσύνθετον αὐτῶν διὰ συνθέσεως τὸ δὲ ἁπλοῦν διὰ ποικιλίας τὸ δὲ ἡνωμένον διὰ πλήθους ἀπεικάζουσα. Καὶ οὕτω δὴ τὰ ὀνόματα πλάττουσα τῶν θείων εἰκόνας ἐσχάτως ἐπιδείκνυσιν· ἕκαστον γὰρ ὄνομα καθάπερ ἄγαλμα τῶν θεῶν ἀπογεννᾶι· καὶ ὥσπερ ἡ θεουργία διὰ δή τινων συμβόλων εἰς τὴν τῶν τεχνητῶν ἀγαλμάτων ἔλλαμψιν προκαλεῖται τὴν τῶν θεῶν ἄφθονον ἀγαθότητα κατὰ τὰ αὐτὰ δὴ καὶ ἡ νοερὰ τῶν θείων ἐπιστήμη συνθέσεσι καὶ διαιρέσεσι τῶν ἤχων ἐκφαίνει τὴν ἀποκεκρυμμένην οὐσίαν τῶν θεῶν. Εἰκότως ἄρα καὶ ὁ ἐν τῶι Φιλήβωι Σωκράτης περὶ τὰ τῶν θεῶν ὀνόματα πέρα τοῦ μεγίστου φόβου τῆς περὶ αὐτὰ χάριν εὐλαβείας ἐλαύνειν φησί. Δεῖ γὰρ καὶ τὰ ἔσχατα τῶν θεῶν ἀπηχήματα σεμνύνειν καὶ σεβομένους καὶ ταῦτα τοῖς πρωτίστοις αὐτῶν ἐνιδρύεσθαι παραδείγμασι. Τοσαῦτα καὶ περὶ τῶν θείων ὀνομάτων ὥς γε πρὸς τὸ παρὸν ἐξαρκέσει τοῖς τῆς τοῦ Πλάτωνος θεολογίας ἀντιλήψεσθαι μέλλουσι· τὸ δὲ ἀκριβὲς περὶ τῶν αὐτῶν ἀποδώσομεν ὁπότε περὶ τῶν μερικῶν δυνάμεων τὸν λόγον προάγωμεν. |