BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κη.

Πῶς τὰ πατρικὰ αἴτια

πῶς τὰ μητρικὰ ληπτέον

ἐν τοῖς θεοῖς.

 

λλὰ ταῦτα μὲν εἰς ὕστερον· διωρισμένων δὲ τούτων τὸ ἀγέννητον τῶν θείων νοήσωμεν οἷόν ποτε λέγομεν εἶναι. Καὶ γὰρ τὸ ὂν πᾶν γένεσιν οὐκ ἔχειν φαμέν καὶ τὰς ψυχὰς ἀγεννήτους ὁ ἐν τῶι Φαίδρωι Σωκράτης ἀποδείκνυσι καὶ πρὸ τούτων αὐτοὶ οἱ θεοὶ γενέσεως ὑπερίδρυνται καὶ τῆς κατὰ χρόνον ὑποστάσεως. Πῶς οὖν ἀγέννητον τὸ θεῖον ἀφοριζόμεθα καὶ κατὰ τίνα λόγον; Ἢ ὅτι πάσης ἐξήιρηται γενέσεως οὐ τῆς ἐν μορίωι τοῦ χρόνου γινομένης οἵαν δὴ λέγοιμεν ἂν τὴν τῶν ἐνύλων γένεσιν οὐδὲ τῆς εἰς πάντα τὸν χρόνον ἐκτεινομένης ὁποίαν τὴν τῶν οὐρανίων σωμάτων γένεσιν ὁ Τίμαιος ὑποδείκνυσιν ἀλλὰ καὶ τῆς ψυχικῆς γενέσεως ἐπεὶ καὶ ταύτην ἀγέννητον μὲν κατὰ χρόνον ἀρίστην δὲ τῶν γεννηθέντων ὁ Τίμαιος ἀποκαλεῖ καὶ πάσης ἁπλῶς διαιρέσεως καὶ διακρίσεως οὐσιώδους· ἡ γὰρ τῶν θεῶν πρόοδος καθ' ἕνωσίν ἐστιν ἀεί τῶν δευτέρων ἑνοειδῶς ἐν τοῖς πρὸ ἑαυτῶν ἱδρυμένων καὶ τῶν παραγόντων ἐν αὑτοῖς τὰ παραγόμενα συνεχόντων. Τὸ τοίνυν ἀδιαίρετον καὶ ἀδιάκριτον καὶ ἡνωμένον ἀγέννητόν ἐστιν ὡς ὁ ἀληθὴς λόγος. Ὥστε καὶ εἴ τινες γενέσεις ἐπὶ θεῶν ἐν μυθικοῖς πλάςμασιν ὑπὸ τοῦ Πλάτωνος λέγοιντο καθάπερ ἐν τῶι μύθωι τῆς Διοτίμας ἡ τῆς Ἀφροδίτης γένεσις ὕμνηται καὶ τοῦ Ἔρωτος ἐν γενεθλίοις Ἀφροδίτης ἀπογεννωμένου δεῖ μὴ λανθάνειν ὅπως τὰ τοιαῦτα λέγεται καὶ ὡς ἐνδείξεως ἕνεκα συμβολικῆς ταῦτα σύγκειται καὶ διότι τὴν ἀπὸ τῶν αἰτίων ἄρρητον ἔκφανσιν ἐπικρυπτόμενοι γένεσιν οἱ μῦθοι καλοῦσιν. Τοῖς μὲν γὰρ Ὀρφικοῖς καὶ διὰ τοῦτο τὸ πρώτιστον αἴτιον Χρόνος προσείρηται καὶ γὰρ αὖ δι' ἄλλας αἰτίας ἵνα τὸ κατ' αἰτίαν τῶι κατὰ χρόνον ἦι ταὐτόν καὶ ἡ πρόοδος ἡ τῶν θεῶν ἀπ' αἰτίας προϊοῦσα τῆς ἀρίστης κατὰ χρόνον γένεσις κυρίως ἐπονομάζεται· Πλάτωνι δὲ ἄρα μυθολογοῦντι μὲν τὰ τοιαῦτα πλάττειν ἑπομένως τοῖς θεολόγοις ἥρμοζε διαλεκτικευομένωι δὲ καὶ νοερῶς ἀλλ' οὐ μυστικῶς τὰ θεῖα ζητοῦντι καὶ ἀφηγουμένωι τὸ ἀγέννητον ὑμνεῖν τὸ τῶν θεῶν· πρώτως γὰρ οἱ θεοὶ τῆς ἀγεννησίας ἐν αὑτοῖς ἱδρύσαντο τὸ παράδειγμα δευτέρως δὲ ἡ νοερὰ φύσις ἀγέννητος καὶ μετὰ ταύτην ἡ ψυχικὴ σύστασις ἔσχατον δὲ ἴνδαλμα κἀν τοῖς σώμασίν ἐστι τῆς ἀγεννήτου δυνάμεως ὃ καὶ τῶν μετὰ Πλάτωνά τινες συνιδόντες ἀγέννητον ἀδιορίστως ἀποφαίνονται τὸν ὅλον οὐρανόν. Ἀγέννητοι μὲν οὖν οἱ θεοί τάξις δέ ἐστιν ἐν αὐτοῖς πρώτων τε καὶ μέσων καὶ τελευταίων προόδων καὶ ὑπεροχαὶ δυνάμεων καὶ ὑφέσεις καὶ τῶν μὲν αἰτίων ἑνοειδεῖς περιλήψεις τῶν δὲ αἰτιατῶν ἀπογεννήσεις πολυειδεῖς· καὶ πάντα μὲν συνυφέστηκεν ἐν ἀλλήλοις ὁ δὲ τῆς ὑποστάσεως τρόπος ἐξήλλακται καὶ τὰ μὲν ὡς πληροῦντα προϋπάρχει τῶν δευτέρων τὰ δὲ ὡς πληρούμενα τῶν τελειοτέρων ἐφίεται καὶ μεταλαμβάνοντα τῆς δυνάμεως αὐτῶν γεννητικὰ τῶν μεθ' ἑαυτὰ καὶ τελεσιουργὰ τῆς ὑπάρξεως αὐτῶν ἀποτελεῖται. Πρὸς ταῦτα τοίνυν ἀποβλέποντες καὶ τὰς πατρικὰς αἰτίας τῶν μύθων καὶ τὰς γονίμους τῶν μητέρων δυνάμεις ἐξηγησόμεθα. Πανταχοῦ γὰρ δὴ τὸ μὲν τῆς κρείττονος καὶ ἑνοειδεστέρας φύσεως αἴτιον πατρικὸν καὶ ὑποθησόμεθα τὸ δὲ τῆς καταδεεστέρας καὶ μερικωτέρας ἐν μητρὸς τάξει προϋπάρχειν φήσομεν· ἀνάλογον γὰρ μονάδι μὲν καὶ τῆι τοῦ πέρατος αἰτίαι παρὰ τοῖς θεοῖς ὁ πατήρ δυάδι δὲ καὶ τῆι ἀπείρωι δυνάμει τῆι γεννητικῆι τῶν ὄντων ἡ μήτηρ. Ἀλλὰ τὸ μὲν πατρικὸν μονοειδὲς ἀεὶ παρὰ Πλάτωνι καὶ τῶν ἀπ' αὐτοῦ προϊόντων ὑψηλότερον ἵδρυται καὶ ἐν ἐφετοῦ μοίραι τῶν τικτομένων προϋφέστηκε τὸ δὲ αὖ μητρικὸν δυοειδὲς καὶ ποτὲ μὲν ὡς κρεῖττον τῶν γεννημάτων ποτὲ δὲ ὡς ὑφειμένον κατὰ τὴν οὐσίαν ἐν τοῖς μύθοις προτείνεται καθάπερ ἐν Συμποσίωι τὴν Πενίαν τοῦ Ἔρωτος μητέρα λέγουσι· καὶ οὐκ ἐν τοῖς μυθικοῖς πλάσμασι μόνον ἀλλὰ κἀν τῆι φιλοσόφωι θεωρίαι τῶν ὄντων ὥσπερ ἐν Τιμαίωι γέγραπται· καὶ γὰρ ἐκεῖ τὸ μὲν ὂν πατέρα τὴν δὲ ὕλην μητέρα καὶ τιθήνην ἐπονομάζει τῆς γενέσεωσ. Αἱ μὲν οὖν γόνιμοι καὶ τελεσιουργοὶ τῶν δευτέρων δυνάμεις καὶ ζωῆς χορηγοὶ καὶ διακρίσεως αἴτιοι μητέρες εἰσὶν ὑπεριδρυμέναι τῶν παραγομένων ἀφ' ἑαυτῶν· αἱ δὲ ὑποδεχόμεναι τὰ προϊόντα καὶ πολλαπλασιάζουσαι τὰς ἐνεργείας αὐτῶν καὶ ἐκτείνουσαι καὶ τὴν χείρονα μοῖραν τῶν ἀπογεννηθέντων ἀποκαλοῦνται δὲ καὶ αὗται μητέρες. Τὰ δὲ αὖ γεννήματα τῶν τοιούτων αἰτίων ὁτὲ μὲν καθ' ἕνωσιν ἀπὸ τῶν οἰκείων πρόεισιν ἀρχῶν καὶ πληροῦται παρ' ἀμφοῖν ὁτὲ δὲ συνέχει τὸν σύνδεσμον αὐτῶν ἐν μέσωι τεταγμένα καὶ διαπορθμεύοντα τὰς τῶν πατέρων δόσεις ἐπὶ τοὺς μητρικοὺς κόλπους καὶ ἐπιστρέφοντα τὰς αὐτῶν ὑποδοχὰς εἰς τὰς τῶν πρωτουργῶν αἰτίων ἀποπληρώσεις· τῶν δὲ ὑφισταμένων ἀπὸ τῶν διττῶν ἀρχῶν τῶν προϋπαρχουσῶν τῆς ἀπογεννήσεως τὰ μὲν πρὸς τὴν πατρικὴν ἀφομοιοῦται καὶ ἔστι ποιητικὰ καὶ φρουρητικὰ καὶ συνεκτικὰ τὰ τοιαῦτα γένη τῶν θεῶν καὶ γὰρ τὸ ποιεῖν καὶ τὸ συνέχειν καὶ τὸ φρουρεῖν τῆι τοῦ πέρατος αἰτίαι προσήκει τὰ δὲ πρὸς τὴν μητρικὴν καὶ ἔστι γόνιμα καὶ ζωοποιὰ καὶ κινήσεως χορηγὰ καὶ πολλαπλασιασμοῦ τῶν δυνάμεων καὶ ποικιλίας καὶ προόδων· ἅπαντα γὰρ ταῦτα τῆς ἀπειρίας ἐστὶν ἔκγονα καὶ τοῦ πρωτίστου πλήθους.