BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κδ.

Περὶ τοῦ θείου κάλλους

καὶ τῶν στοιχείων ὧν αὐτοῦ

παραδίδωσιν ὁ Πλάτων.

 

Τὸ δὴ καλὸν ἐπὶ τούτοις σκεψώμεθα τί ποτέ ἐστι καὶ ὅπως ἐν τοῖς θεοῖς πρώτως ὑφέστηκε. Λέγεται μὲν οὖν ἀγαθοειδὲς εἶναι κάλλος καὶ νοητὸν κάλλος καὶ πρεσβύτερον τῆς νοερᾶς καλλονῆς καὶ αὐτοκαλλονή καὶ τῶν ὄντων ἁπάντων αἰτία καλλοποιός καὶ πάντα τὰ τοιαῦτα καὶ ὀρθῶς λέγεται. Χωριστὸν δέ ἐστιν οὐ μόνον τῶν ἐν τοῖς σωματικοῖς ὄγκοις φαινομένων καλῶν οὐδὲ τῆς ἐν τούτοις συμμετρίας ἢ τῆς ψυχικῆς εὐαρμοστίας ἢ τοῦ νοεροῦ φέγγους ἀλλὰ καὶ αὐτῶν τῶν δευτέρων καὶ τρίτων ἐν τοῖς θεοῖς προόδων τὸ πρώτιστον καὶ ἑνιαῖον κάλλος· καὶ ἵδρυται μονοειδῶς ἐν τῆι νοητῆι περιωπῆι καὶ ἀπὸ ταύτης πρόεισιν ἐφ' ἅπαντα τὰ τῶν θεῶν γένη καὶ καταλάμπει τάς τε ὑπερουσίους αὐτῶν ἑνάδας καὶ τὰς ἐξηρτημένας ἁπάσας οὐσίας μέχρι καὶ τῶν ἐμφανῶν ὀχημάτων. καὶ Ὥσπερ οὖν διὰ τὴν πρωτίστην ἀγαθότητα πάντες ἀγαθοειδεῖς οἱ θεοί καὶ διὰ τὴν νοητὴν σοφίαν γνῶσιν ἔχουσιν ἄρρητον καὶ ὑπὲρ νοῦν ἱδρυμένην οὕτως οἶμαι καὶ διὰ τὴν ἀκρότητα τοῦ κάλλους ἐράσμιόν ἐστι τὸ θεῖον πᾶν. Ἐκεῖθεν γὰρ ἐποχετεύονται πάντες οἱ θεοὶ τὸ κάλλος καὶ πληρούμενοι τὰ μεθ' ἑαυτοὺς πληροῦσιν ἀνεγείροντες πάντα καὶ ἐκβακχεύοντες περὶ τὸν ἑαυτῶν ἔρωτα καὶ ἐπαντλοῦντες ἄνωθεν τοῖς πᾶσιν τὴν ἔνθεον ἀπορροὴν τοῦ κάλλουσ. Ἔστι μὲν οὖν ὡς τὸ ὅλον εἰπεῖν τοιοῦτον τὸ θεῖον κάλλος τῆς θείας εὐφροσύνης χορηγὸν καὶ τῆς οἰκειότητος καὶ τῆς φιλίας· κατὰ γὰρ τοῦτο καὶ ἥνωνται ἀλλήλοις οἱ θεοὶ καὶ χαίρουσιν ἀλλήλοις καὶ ἄγανται καὶ εὐφραίνονται ταῖς πρὸς ἀλλήλους κοινωνίαις καὶ ταῖς πληρώσεσιν καὶ οὐκ ἀπολείπουσιν ἣν ἔλαχον ἀεὶ τάξιν ἐν ταῖς ἑαυτῶν διακοσμήσεσι. Τρία δὲ ὁ Πλάτων καὶ τούτου γνωρίσματα παραδίδωσιν. Ἐν Συμποσίωι μὲν τὸ ἁβρόν· τὸ γὰρ τέλειον δήπου καὶ τὸ μακαριστὸν κατὰ τὴν τῆς ἀγαθότητος μετουσίαν ἐφήκει τῶι καλῶι· λέγει δὲ οὕτω πως ἐν ἐκείνοις· ἀλλὰ τὸ τῶι ὄντι καλόν τοῦτό ἐστιν ἁβρὸν καὶ τέλειον καὶ μακαριστόν. Τοῦτο μὲν οὖν τοιοῦτον τοῦ κάλλους ἕν τὸ ἁβρόν ἕτερον δὲ ἐκ τοῦ Φαίδρου λάβωμεν τὸ φανόν. Καὶ γὰρ τοῦτο τῶι κάλλει φέρων ἀνέθηκεν· κάλλος δὲ τότε ἦν ἰδεῖν λαμπρόν καὶ ἐφεξῆς· περὶ δὲ κάλλους ὥσπερ ἔφαμεν μετ' ἐκείνων τε ἔλαμπεν ὄν καὶ πάλιν ἐν τοῖς ἐχομένοις· δεῦρό τε ἐλθόντες κατειλήφαμεν αὐτὸ διὰ τῆς ἐναργεστάτης τῶν αἰσθήσεων στίλβον ἐναργέστατα καὶ τέλος ἐπὶ τούτοις· νῦν δὲ κάλλος μόνον ταύτην ἔσχε μοῖραν ἐκφανέστατόν τε εἶναι καὶ ἐρασμιώτατον. Δύο μὲν οὖν ταῦτα τοῦ κάλλους εἰλήφθω γνωρίσματα. Τρίτον δὲ ἄλλο τὸ ἐραστόν ὃ καὶ νῦν οὗτος ἐραςμιώτατον προσειρηκέναι μοι δοκεῖ καὶ ἄλλοθι πολλαχοῦ δεικνύει τὴν ἐρωτικὴν μανίαν περὶ τὸ καλὸν ἀφοριζόμενος καὶ ὅλως τὸν ἔρωτα τῆς τοῦ κάλλους ἐξάπτων μονάδος· Ἔρως γάρ ἐστι φησίν ἔρως περὶ τὸ καλόν. Διότι μὲν οὖν ἐπιστρέφει πάντα πρὸς ἑαυτὸ καὶ κινεῖ καὶ ἐνθουσιᾶν ποιεῖ καὶ ἀνακαλεῖται δι' ἔρωτος ἐραστόν ἐστι τὸ κάλλος πάσης ἡγεμονοῦν τῆς ἐρωτικῆς σειρᾶς καὶ ἐπ' ἄκροις τοῖς ποσὶ βεβηκὸς καὶ ἐφ' ἑαυτὸ πάντα διὰ πόθου καὶ ἐκπλήξεως ἀνεγεῖρον. Διότι δὲ αὖ μετ' εὐφροσύνης καὶ τῆς θείας ῥαιστώνης ἐπορέγει τοῖς δευτέροις τὰς ἀφ' ἑαυτοῦ πληρώσεις κηλοῦν πάντα καὶ θέλγον καὶ μετεωρίζον τὰ ἀγόμενα καὶ ἐποχετευόμενα τὰς ἐκεῖθεν ἐλλάμψεις ἁβρόν ἐστί τε καὶ λέγεται παρὰ τοῦ Πλάτωνος. Διότι γε μὴν συμπεραίνει τὴν τριάδα ταύτην καὶ προκύπτει τῆς ἀρρήτου τῶν θεῶν ἑνώσεως καὶ οἷον ἐπινήχεται τῶι φωτὶ τῶν εἰδῶν καὶ τὸ νοητὸν φῶς ἐκλάμπει καὶ ἐξαγγέλλει τὸ τῆς ἀγαθότητος κρύφιον λαμπρόν τε καὶ στιλπνὸν καὶ ἐκφανὲς ἐπονομάζεται. Τὸ μὲν γὰρ ἀγαθὸν τῶν θεῶν ἀκρότατόν ἐστι καὶ ἑνοειδέστατον· τὸ δὲ σοφὸν ὠδίνει πως ἤδη τὸ φῶς τὸ νοητὸν καὶ τὰ εἴδη τὰ πρώτιστα· τὸ δὲ αὖ κάλλος ἐπ' ἄκροις ἵδρυται τοῖς εἴδεσι καὶ προλάμπει τὸ θεῖον φῶς καὶ τοῖς ἀνιοῦσι πρῶτον ἐκφαίνεται παντὸς φωσφόρου στιλπνότερον καὶ ἐρασμιώτερον ἰδεῖν καὶ περιπτύξασθαι καὶ μετ' ἐκπλήξεως ἐκφαινόμενον λαβεῖν.