BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κγ.

Τίς ἡ σοφία τῶν θεῶν καὶ

τίνα ἄν τις αὐτῆς στοιχεῖα λάβοι

παρὰ τοῦ Πλάτωνος.

 

Μετὰ δὲ ταύτην ἡ σοφία δευτέραν ἔλαχε τάξιν νόησις οὖσα τῶν θεῶν μᾶλλον δὲ ὕπαρξις τῆς νοήσεως τῶν θεῶν. Ἡ μὲν γὰρ νόησις γνῶσίς ἐστι νοερά θεῶν δὲ ἡ σοφία γνῶσις ἄρρητος ἥτις ἥνωται πρὸς τὸ γνωστὸν καὶ τὴν νοητὴν ἕνωσιν τῶν θεῶν. Δοκεῖ δέ μοι καὶ ταύτην ἐν τριάδι μάλιστα θεωρεῖν ὁ Πλάτων ὡς ἔστιν ἐκ τῶν πολλαχοῦ διεσπαρμένων περὶ αὐτῆς ἐννοιῶν συλλογίσασθαι. Λέγω δὲ ὅτι ἡ μὲν ἐν Συμποσίωι Διοτίμα τὸ σοφὸν πλῆρες εἶναι βούλεται τοῦ γνωστοῦ καὶ οὐ ζητεῖν οὐδὲ θηρᾶν ἀλλ' ἔχειν τὸ νοητόν· θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδὲ ἐπιθυμεῖ σοφὸς γενέσθαι ἔστι γάρ. Οὐκοῦν τὸ μὲν φιλόσοφον ἀτελές ἐστι καὶ ἐνδεὲς τῆς ἀληθείας τὸ δὲ σοφὸν πλῆρες καὶ ἀνενδεές καὶ πᾶν ὃ βούλεται παρὸν ἔχει καὶ οὐδὲν ποθοῦν ἀλλ' ἐφετὸν καὶ ὀρεκτὸν τῶι φιλοσόφωι προκείμενον. Ὁ δὲ ἐν τῆι Πολιτείαι Σωκράτης τὸ γεννητικὸν ἀληθείας καὶ νοῦ τῆς σοφίας παρέχεται γνώρισμα ταῖς μὲν ἡμετέραις ψυχαῖς διὰ γεννήσεως εἰς τὸ πλῆρες τῆς ἀνόδου γινομένης τοῖς δὲ θεοῖς ἐκ τοῦ πλήρους τῆς γεννήσεως τοῦ νοῦ παρούσης. Οὐ γὰρ ἐκ τῆς ἀτελοῦς ἕξεως ἐπὶ τὸ τέλειον ἐν ἐκείνοις ἡ πρόοδος ἀλλ' ἐκ τῆς αὐτοτελοῦς ὑπάρξεως ἡ γόνιμος τῶν ὑποδεεστέρων δύναμις. Ἐν δὲ αὖ τῶι Θεαιτήτωι τὸ τελεσιουργὸν τῶν ἀτελῶν καὶ τὸ προκλητικὸν τῶν κρυπτομένων ἐν ταῖς ψυχαῖς νοήσεων τῆι σοφίαι προσήκειν ἐνδείκνυται· μαιεύεσθαί με ὁ θεὸς ἀναγκάζει γεννᾶν δὲ ἀπεκώλυσε. Δῆλον οὖν ἐκ τούτων ὅτι τριαδικόν ἐστι τὸ τῆς σοφίας γένος πλῆρες μὲν ὂν τοῦ ὄντος καὶ τῆς ἀληθείας γεννητικὸν δὲ τῆς νοερᾶς ἀληθείας τελειωτικὸν δὲ τῶν κατ' ἐνέργειαν νοερῶν καὶ αὐτὸ κατὰ δύναμιν ἑστώς. Ταῦτα τοίνυν καὶ τῆι τῶν θεῶν σοφίαι προσήκειν ὑπολάβωμεν· καὶ γὰρ ἐκείνη τῆς μὲν ἀγαθότητός ἐστι τῆς θείας πλήρης γεννᾶι δὲ τὴν θείαν ἀλήθειαν τελειοῖ δὲ πάντα τὰ μεθ' ἑαυτήν.