BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Philon Byzantius

floruit 400 p. Chr. n.

 

Περὶ τῶν ἑπτὰ θεαμάτων

 

____________________________________________________________

 

 

 

ςʹ

Ὁ ἐν Ἐφέσωι ναὸς τῆς Ἀρτέμιδος

_________

 

 

[1] τῆς Ἀρτέμιδος ναὸς ἐν Ἐφέσωι μόνος ἐστὶν θεῶν οἶκος. πεισθήσεται γὰρ ὁ θεασάμενος τὸν τόπον ἐνηλλάχθαι καὶ τὸν οὐράνιον τῆς ἀθανασίας κόσμον ἐπὶ γῆς ἀπηρεῖσθαι. γίγαντες γὰρ ἢ τῶν Ἀλωέως παίδων, οἳ τὴν εἰς οὐρανὸν ἀνάβασιν εἰργάσαντο, προσετύγχανον ὄρεσι χωννύοντες τὸν οὐ ναὸν ἀλλ᾿ Ὄλυμπον· ὥστε τῆς μὲν ἐπιβολῆς τολμηρότερον εἶναι τὸν πόνον, τοῦ πόνου δὲ τὴν τέχνην.

[2] Τὸ γὰρ ἔδαφος τῆς ὑποκειμένης γῆς λύσας ὁ τεχνίτης καὶ τὰ βάθη τῶν ὀρυγμάτων καταβιβάσας εἰς ἄπειρον ἐβάλετο τὴν κατώρυγα θεμελίωσιν, ὀρῶν λατομίας δαπανήσας εἰς τὰ κατὰ γῆν καλυπτόμενα τῶν ἔργων· ἐρείσας δὲ τὴν ἀσφάλειαν ἀσάλευτον καὶ προϋποθεὶς τὸν ἄτλαντα τοῖς βάρεσι τῶν μελλόντων ἐπαπερεί­δεσθαι πρῶτον μὲν ἔξωθεν ἐβάλετο κρηπῖδα δεκάβαθμον διεγείρων πρὸς βάσιν μετεωροφανὲς καὶ περὶ . . .