Pseudo-Philon Byzantius
floruit 400 p. Chr. n.
Περὶ τῶν ἑπτὰ θεαμάτων
|
|
____________________________________________________________
|
|
εʹΤείχη Βαβυλῶνος_________
[1] Σεμίραμις ἐς βασιλικὴν ἐπλούτησεν ἐπίνοιαν. τοιγαροῦν ἀπέθανεν θεάματος θησαυρὸν ἀπολείπουσα. Βαβυλῶνα γὰρ ἐτείχισεν τριακοσίων ἑξήκοντα σταδίων βαλλομένη θεμελίωσιν, ὥστε τὴν περίμετρον τῆς πόλεως ἡμεροδρόμου κόπον ἔχειν. ἔστι δ᾿ οὐκ ἐν τῶι μεγέθει μόνον τὸ θαυμαστόν, ἀλλὰ καὶ περὶ τὴν ἀσφάλειαν τῆς οἰκοδομίας καὶ περὶ τὰ πλάτη τῶν μέσων τόπων· ὀπτῆι γὰρ πλίνθωι {ἀσφάλτωι} δεδώμηται.[2] Καὶ τὸ μὲν ὕψος ἐστὶ τοῦ τείχους πλέον ἢ πεντήκοντα πήχεων, τὰ δὲ πλάτη τῶν παραδρομίδων ἅρματα τέτρωρα τέσσαρα κατὰ τὸν αὐτὸν καιρὸν διιππεύει. πολύστατοι δὲ καὶ συνεχεῖς οἱ πύργοι δέξασθαι τοῖς χωρήμασι δυνάμενοι στρατοπέδου πλῆθος. τοιγαροῦν ἡ πόλις ἐστὶν τῆς Περσίδος προτείχισμα καὶ λέληθεν ἐν αὐτῆι τὴν οἰκουμένην κατακεκλεικυῖα.[3] Τοσαῦται μυριάδες ἀνθρώπων τὸν ὅλον αὐτῆς κύκλον κατοικοῦσιν. τηλικαύτην δὲ δυσκόλως ἄλληι χώραν γεωργοῦσιν, τηλικαύτην Βαβυλὼν οἰκουμένην ἔχει, καὶ παρὰ μόνοις ἐκείνοις ἐντὸς τοῦ τείχους ἀποδημοῦσιν κατοικοῦντες. |