BIBLIOTHECA AUGUSTANA

 

Libanios

ca. 314 - ca. 393

 

Προγυμνάσματα

 

Ἐγκώμια

αʹ βʹ γʹ δʹ εʹ ςʹ ζʹ ηʹ θʹ

 

___________________________________________________

 

 

 

Ἐγκώμιον Θερσίτου

 

[1] Παραιτησάμενος Ὅμηρον ἔχειν μοι συγγνώμην ὅν ἐκεῖνος εἰπεῖν ἐβουλήσθη κακῶς, τοῦτον αὐτος ἐγκωμιάζειν ἐπιχειρῶ, Θερσίτην λέγω. πειράσομαι δὲ περὶ αὐτοῦ διαλεχθῆναι μικρὰ καὶ τὸν Ὅμηρον αὐτον ἔς τινα παρεχόμενος μάρτυρα. 

[2] Πρῶτον μὲν τοὶνυν οὐκ ἐκ φαύλων οὐδὲ ἀνωνύμων ἦν γονέων, εἰ μὴ φαῦλον τις ἡγεῖται τὸν Ἄγριον καὶ τὸν τούτου πατέρα καὶ τὸν ἐκείνου, ἀλλ᾿ οὐδείς ἄν εὖ φρονῶν. ὥστ᾿ εἴπερ ἐβούλετο Θερσίτης ἐν τοῖς Ἕλλησι σεμνύνειν ἑαυτὸν ἀπὸ τῶν προγόνων, ὥσπερ ὁ τούτου συγγενὴς Διομήδης, οὐκ ἄν ἤπόρησεν, ἀλλ᾿ εἶχεν ἄν καὶ αὐτὸς εἶπεῖν· 

 

«Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο.»

 

νῦν δὲ οὐδ᾿ ὅτε ἠδικεῖτο ὑπ᾿ Ὀδυσσέως, ἐμνήσθη τῶν πατέρων, ὡς ἄν τις ἀξιῶν αὐτος ἀπὸ τῶν αὑτοῦ παρὰ τοῖς ἄλλοις εὐδοκιμεῖν. [3] τραφεὶς τοὶνυν, ὡς εἰκὸς τὸν ἐκ τοιούτων, καὶ δυνάμενος ἔργων κοινωνεῖν τοῖς ἥρωσι πρεπόντων ἧκε μὲν ἐπὶ τὸν σῦν, ὅτε δὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἀρίστους ὁ Μελέαγρος ἐπὶ τὸν τῆς χώρας ἐκεῖνον λυμεῶνα συνῆγεν, ἀπελθὼν δὲ ἐκεῖθεν ἠσθένησέ τε καὶ ἡ νόσος αὐτῶι τὸ σῶμα κατέβλαψεν. [4] οὐ μὴν τὴν γε ψυχὴν ἐποίησε χείρονα οὐδὲ ἐξέβαλεν αὐτῆς οὔτε τὴν ἀνδρείαν οὔτε τὸ δόξης ἐπιθυμεῖν. σημεῖον δέ, τῶν γὰρ Ἀτρειδῶν ἀγειρόντων τὸν ἐπὶ τοὺς βαρβάρους στόλον ἔχων πρόφασιν εὐπρόσωπον, εἴπερ ἐβούλετο ῥαιθυμεῖν, τὴν περὶ τὸ σῶμα τύχην οὐκ ἤνεγκεν οἴκοι μένων περὶ τῶν ἔργων ἀκούειν, ἀλλ᾿ ἀφειμένος τῆς ἀπὸ τῶν ὅρκων ἀνάγκης, ἣ τοὺς ἄλλους εἰς τὰς ναῦς ἐνεβίβαζεν, ὥσπερ ἅπαντας ὅρκους ὀμωμοκὼς ἔπλει καὶ παρωξύνετο κατὰ τῶν ἠδικηκότων ὁ χωλὸς καὶ φολκὸς νομίζων δεῖσθαι τὸν πόλεμον ψυχῆς τολμᾶν ἐπισταμένης, ὥστε μοι δοκεῖ καὶ τοὺς ἄλλους εἰς τὴν ἀναγωγὴν ποιῆσαι προθυμοτέρους ὁ τοιοῦτον σῶμα τῶι Τρωικῶι πολέμωι συνεισφέρων. [5] τίς γὰρ οὐκ ἂν ἠισχύνθη τῶν ἄλλων ἀστρατείαν εἶναι ζητῶν Θερσίτου δοράτων καὶ τραυμάτων ἐρῶντος; ἀκούων δέ, ὡς εἰκός, Ὁδδυσέα τε καὶ τὸν Πηλέως τὸν καλὸν αἰσχρῶς ἑαυτοὺς ἐκκλέπτειν τῶν ἀγώνων πειρωμένους καὶ τὸν μὲν σχῆμα κόρης, τὸν δὲ δόξαν μανίας ὑπεισιόντα κατεγέλα τε καὶ λόγους ἔλεγε πρέποντας τῆι τοιαύτηι κακίαι οὐ φθονῶν τῶι μὲν τῆς συννέσεως, τῶι δὲ τῆς ἀνδρείας, ἐπεὶ οὕτω γ᾿ἂν ἐφθόνει μὲν Αἴαντι τῶι Τελαμῶνος, ἐφθόνει δὲ τῶι γλυκυτέρωι τοῦ μέλιτος Νέστορι. [6] ἀλλ᾿ οἶμαι, τὰ κακὰ τῶν ἔργων μὴ κακίζειν οὐκ εἶχεν. οὐκοῦν οὔτ᾿ ἀντεῖπεν Ἀχιλλεῖ ποιοῦντι τὸν ἐν τῆι νόσωι σύλλογον οὔτ᾿ ἐφήσθη τὴν τιμὴν ἀφαιρεθέντι, ἀλλ᾿ αὐτῶι τοὐναντίον συνάχθεται. οὐ τοίνυν οὐδὲ Ὀδυσσέως τὴν θεωρίαν ἀπάγοντος διαβάλλει τὸν ἑλόμενον. ἀλλ᾿ ὑπὸ τῶν οὐκ ὀρθῶς πραττομένων ἐκινεῖτο πρὸς λόγους καὶ τὰς κατὰ τῶν ἁμαρτανόντων αἰτίας οὐ δεδιὼς τὰς τύχας ἐνίων οὐδὲ τοὺς μὲν δυναστείαν ἔχοντας κολακεύων, τοῖς δὲ τοῦ δήμου χάλεπος ὢν καὶ προπηλακίζων καὶ ἐλαύνων ἕκαστον τῶν ἀσθενεστέρων. [7] ἤιδει γὰρ ὅτι τούτοις μὲν εἰς τὸ σωφρονεῖν ἀρκεῖ τὸ μὴ τρυφᾶν, τοῖς δὲ ἐν ἀρχαῖς καὶ πλήρεσι τραπέζαις καὶ πλούτοις δεῖ τινος ἔχοντος φρόνημα καὶ παρρησίαν συμφέρουσαν, ὃς ἔμελλεν εἴσεσθαι τὰ ἁμαρτανόμενα καὶ ἐπιπλήξειν καὶ καταβοήσεσθαι καὶ τὰ μὲν διακωλύσειν, τὰ δὲ ἐπανορθώσειν καὶ δείσειν τῶν ἁπάντων μηδέν, μὴ σκῆπτρον, μὴ δεινότητα ἀνδρός, μὴ φίλων πλῆθος, μὴ τοὺς ἐκείνων προβεβλημένους. [8] οἷον ὕστερον συνέβη γενέσθαι παρ᾿ Ἀθηναίοις τὸν Δημοσθένην, ὧι τὸ κοινῆι συμφέρον πρὸ τῶν αὑτῶι λυσιτελούντων ἐκέκριτο καὶ λέγων οἷς ἤιδει τὸν δῆμον ἀνιάσων μᾶλλον ἡιρεῖτο λυπεῖν ἤ χαρίζεσθαι κακῶς. [9] ἐπὶ ταύτης αὑτον καὶ Θερσίτης ἔταξε τῆς τάξεως. καὶ πολλαὶ μέν, ὡς εἰκός, ἐκκλησίαι πολλὰς καὶ καλὰς ἐδέξαντο δημηγορίας τοῦ ῥήτορος οὐ βραχέα περὶ μεγάλων λέγοντος, ἀλλ᾿ ἐκτείνοντος πρὸς τὴν χρείαν τοὺς λόγους, πάνυ δ᾿ ἄξιον ἄγασθαι τοῦτον τὸν καὶ παρ᾿ Ὁμήρου μνήμης ἠξιωμένον. [10] ὁρῶν γὰρ ἐκεῖνος τὸν ἄρχειν ἀξιοῦντα τῶν ἄλλων αἰχμαλώτοις δουλεύοντα γυναιξὶ καὶ ποτὲ μὲν αἴτιον λοιμοῦ τῶι στρατοπέδωι γινόμενον, ποτὲ δὲ ἀποκόπτοντα τῆς δυνάμεως τὸν Ἀχιλλέα νῦν μὲν διὰ τὴν Χρύσου, νῦν δὲ διὰ τὴν Βρισέως καὶ σκοποῦντα μόνον ὅπως ὥρας ἀπολαύοι σωμάτων, εἰ δ᾿ἐντεῦθεν ἔτι χεῖρον ἕξει τὰ πράγματα τοῖς Ἀχαιοῖς οὐ προτιμῶντα καὶ ἐν μὲν τῶι φανερῶι μεμνημένον φυγῆς, λάθρα δὲ κατασκευάζοντα τὴν μονὴν καὶ τὰ μὲν αὐτὸν λέγοντα, τὰ δὲ διὰ τῶν κολάκων πράττοντα καὶ ποιοῦντα ἔργον μὴ ὅτι βασιλέως, ἀλλ᾿ οὐδὲ ἰδιώτου χρηστοῦ παρελθὼν μάλα ἀξίοις τοῦ γένους ἐχρήσατο λόγοις τὴν φιλοχρηματίαν εὐθὺς προφέρων, ὃ καὶ παρ᾿ Ἀχιλλέως εἰς αὐτον εἴρητο πρότερον. καίτοι πῶς οὐ δεινόν, ὅταν μὲν Ἀχιλλεὺς λέγηι, μὴ εἶναι τὸν λόγον ἀνόητον, ὅταν δὲ ἕτερος; [11] οὐκοῦν τὴν μὲν τοῦ Θερσίτου δικαιοσύνην <δεικνύει> τὸ τἀληθῆ κατηγορηκέναι, τὴν δ᾿ ὑπὲρ τῶν κοινῶν φροντίδα τὸ τῆς συμμαχίας ἀποστάντος Ἀχιλλέως ἀγανακτεῖν, τὸ δὲ ἀνδρεῖον τὸ θαρρούντως ἐπιτιμᾶν τῶι τὴν ἀρχὴν ἔχοντι καὶ τὸ φάσκειν εἶναι τὸν ὑβρισμένον ἐκείνου κρείττονα. [12] ὡς δὲ καὶ πολέσι προσέβαλλε καὶ αἰχμαλώτους ἥιρει δῆλον οἷς περὶ αὑτοῦ λέγει ποιεῖ. οὐ γὰρ ἂν ἐν τοῖς τἀναντία συνειδόσιν οὕτως ἀναιδῶς ἠλαζονεύετο, ἀλλ᾿ ἔχων μαρτυροῦντα τὰ πράγματα σεμνοῖς εἰκότως ἐπὶ τῆς ἐκκλησίας ἐχρῆτο τοῖς λόγοις, πλὴν εἰ μὴ μεμηνέναι φαίη τις αὐτόν. ἀλλ᾿οὐχ Ὅμηρός γε τοῦτο ἔφησεν, ἀλλὰ φοξὸν μὲν καὶ ψεδνὴν λάχνην καὶ μακρολογεῖν καὶ τὰ τοιαῦτα εἶπε, τοῦτο δ᾿οὐ προσέθηκεν. οὐκοῦν ἅ γε τοῦ μεμηνότος ἐστὶν ὁ σωφρονῶν οὐκ ἄν ποτε πάθοι. εἷς οὖν ἦν τῶν τοῖς πολεμίοις φοβερῶν ὁ Θερσίτης, εἴ γε τοὺς υἱοὺς ἐκείνων δεσμίους ἦγεν. [13] εἰ δὲ μὴ οὕτω ταῦτ᾿ εἶχεν, ἀλλ᾿ ἦν παντάπασιν ἄχρηστος, οὐκ ἂν ἥκε τὴν ἀρχὴν οὐκ ἐῶντος τοῦ Διομήδους· εἰ δὲ καὶ τοῦτο παρώφθη, ταῖς γε ἐκκλησίαις οὐκ ἄν ἐνοχλεῖν ἐπέτρεπεν οὐδὲ τὰ μὴ προσήκοντα αὑτὸν ἐγκωμιάζειν εἰδὼς ὅτι καὶ αὐτὸς ἂν μετεῖχε τῆς αἰσχύνης. [14] φέρε δὴ, τί τούτοις ἦν τοῖς λόγοις χείρων τοῦ Νέστορος; μᾶλλον δέ, πῶς οὐ βελτίων; ὁ μὲν γὰρ ἀμφοτέρους θεραπεύει, τόν τε ἠπειληκότα καὶ τὸν ὑβρισμένον, καὶ οἶδε μὲν ἅπαντα καλῶς, εἰπεῖν δὲ ἃ φρονεῖ καθαρῶς οὐ τολμᾶι. [15] Θερσίτης δὲ οὐδὲν προκαλυψάμενος πρὸ τῆς τύχης τὴν ἀρετὴν ἄγει. καὶ ταῦτα ἔλεγεν οὐ ζηλοτυπῶν αὐτὸν τῆς Βρισηΐδος, ἀλλ᾿ ὁρῶν ἃ συμβήσεται μὴ συμπολεμοῦντος Ἀχιλλέως, ἃ καὶ αὐτὸς Ὅμηρος διηγεῖται, φαίνετ᾿ οὖν ἡ παρρησία παρὰ τῶι Θερσίτηι μείζων ἢ παρὰ τῶι Νέστορι τῶι γενεᾶς βασιλεύοντι τρίτης. [16] οὔκουν ἐμίσει μάλιστα τὸν Ἀχιλλέα, ἀλλ᾿ ἐκεῖνον μέν, ὡς εἰκὸς, ὀγκούμενον κατεμέμφετο, τοῖς δ᾿ ἄλλοις, ὁπότε καιρὸς ἦν, ὑπὲρ ἐκείνου προσέκρουεν οὐδένα ὑπ᾿ οὐδενὸς τό γε αὑτοῦ μέρος ἐῶν ἀδικεῖσθαι. [17] καὶ ὅτι γε ηὐδοκίμει λέγων, ἐμαρτύρησαν οἱ Ἕλληνες οὔτε ἐκβαλεῖν μεταξὺ λέγοντα δεῖν εἰπόντες οὔτε δίκην ἀπαιτῆσαι τῶν εἰρημένων ὡς ἄν, οἶμαι, μετ᾿ ἀληθείας εἰρημένων. ἀλλὰ τις ἦν ὁ παροινῶν, ὁ ῥήτωρ εἶναι βουλόμενος, ὁ δακνόμενος τῶι ῥεύματι τῶν τοῦ Θερσίτου λόγων καὶ ῥήματι διαβάλλων τὴν τέχνην. [18] ἀμφοτέρους τοίνυν ἔλαβε μάρτυρας ἀνὴρ ἐκεῖνος τοῦ δικαίως κεχρῆσθαι τοῖς λόγοις, τόν τε πλήξαντα ἐκεῖνον καὶ τὸν Ἀγαμέμνονα, τὸν μὲν τῶι σιγῆσαι, τὸν δὲ αὐτῶι τῶι πλῆξαι. τοῦ γὰρ μηδὲν αὐτον ἔχειν ἐλέγχειν ὁμολογία τοῦτό γε ἦν, οὐ δὴ τοῦ πεπονθότος τοῦτο ψόγος, ἀλλὰ τοῦ δράσαντος. [19] καὶ μέμεφοιτ᾿ ἄν τις εἰκότως ὑπὲρ μὲν τοῦ σώματος τὴν τύχην, ὑπὲρ δὲ τῆς ἀσελγείας τὸν παραβάντα τοὺς τῆς Ὕβρεως νόμους. Θερσίτης δὲ καὶ ταύτηι θαυμάζοιτ᾿ ἄν, ὅτι πάσχων κακῶς ἠπίστατο φέρειν καὶ οὐκ ηὐτομόλησε παρὰ τοὺς πολεμίους, οὓς καὶ ἐπῆρεν ἂν καὶ θρασεῖς ἐποίησε πάντα ἐξαγγείλας τὰ τῶν Ἑλλήνων ἀπόρρητα.