BIBLIOTHECA AUGUSTANA

 

Libanios

ca. 314 - ca. 393

 

Προγυμνάσματα

 

Χρεῖαι

αʹ βʹ γʹ δʹ

 

___________________________________________________

 

 

 

αʹ

Ἀλέξανδρος ἐρωτηθεὶς παρά τινος ποῦ ἂν ἔχοι τοὺς θησαυροὺς τοὺς φίλους ὑπέδειξεν. 

 

[1] Ὅτι μέγας μὲν καὶ θαυμαστὸς ὁ βασιλεὺς Μακεδόνων Ἀλέξανδρος καὶ τὴν ἤπειρον ἑκατέραν τῶν αὑτοῦ κατορθωμάτων ἐνέπλησε καὶ τοσοῦτον τοὺς ἔμπροσθεν καὶ τοὺς ὕστερον παρήνεγκεν ὡς πρώτην χώραν μὴ δοῦναι, πάντας ἂν ἡγοῦμαι συμφῆσαι, πλὴν εἴ τις ἢ παντάπασιν ἀναισθήτως ἢ λίαν ἀγνωμόνως ἔχοι· ἐμοὶ δὲ δοκεῖ καλὰ πρᾶξαι καὶ παραδοῦναι τοῖς ἐσομένοις ὑμνεῖν οὐ τύχηι μόνον, ἀλλὰ καὶ συνέσει χρησάμενος πρὸς ἅπαντα καὶ τῆι παρ᾿ ἐκείνης ῥοπῆι καὶ τὰ παρὰ τῆς φρονήσεως ἀγαθὰ συνεισενεγκών. [2] οὐ γὰρ ταὐτὸν ἔπαθε τοῖς ἄλλοις βασιλεῦσιν οἷς ἄχρηστος μὲν ἡ παιδεία κέκριται, τῆς δὲ εὐδαιμονίας ὅρος ἡ τρυφή, ἀλλ᾿ ἡγησάμενος οὐδὲν τῶν ἀνδραπόδων διαφέρειν τοὺς ἀμοιροῦντας τούτου τοῦ κτήματος καὶ βουληθεὶς ἐν τῶι καλλίστωι τῶν ὄντων ἀμείνων εἶναι τῶν ἀρχομένων Ἀριστοτέλει φέρων ἑαυτὸν συνῆψε καὶ κατέστησε τοῦ σοφωτάτου μαθητήν. καὶ τῶν μετὰ ταῦτα λαμπρῶν καὶ βεβοημένων ἡ πρὸς ἐκεῖνον συνουσία τὴν ὑπόθεσιν δέδωκε. [3] περὶ μὲν οὖν τῆς ἀνδρείας ἢ τῆς δεινότητος ἢ τοῦ πρὸς ἔργοις ἔχειν ἀεὶ τὸν λογισμὸν ἤ τι τῶν τοιούτων εἰ διεξίοιμι, μακροτέρων ἂν δέοι λόγων· ὡς δὲ κοινὸν ἑαυτὸν κατέστησε καὶ πρὸς τοὺς συνόντας ὁμιλητικὸν ὥστε καὶ ἐρέσθαι τοῖς βουλομένοις ἐξεῖναι καὶ τυχεῖν ἀποκρίσεως εὐμενοῦς, τοῦτο τίς οὐκ ἂν ἀγασθείη; τοῖς μὲν γὰρ ἄλλοις εἴ τις ἀντιβλέψειεν, ἀδίκημα νενόμισται· Ἀλέξανδρος δὲ εἰ μὴ πρὸς τὰς ἐντεύξεις ἡμερώτατος φαίνοιτο, πάντων αἴσχιστον ἡγεῖτο. [4] καὶ γάρ τοι προσελθών «τις ἥδιστ᾿ ἄν», ἔφη, «τοὺς θησαυροὺς ἴδοιμι τοὺς σούς, ὦ βασιλεῦ». καί μοι δοκεῖ τοῦτο ἐπαρθῆναι ποιῆσαι ὁρῶν μὲν ἅπαν ἔθνος ἤδη κατεστραμμένον, ἡγούμενος δὲ πλήθει χρημάτων ταῦτα εἰς τέλος ἥκειν. πῶς οὖν Ἀλέξανδρος; οὐχ ὑβρίζειν ὑπέλαβεν, εἴ τις ἐρωτήσειε προχείρως. ἔπειτα οὐκ ἐκέλευσε τοῖς διακόνοις λαβοῦσι τὸν ἄνθρωπον περιάγειν καὶ δεικνύναι χρυσίου πλῆθος, ἀργυρίου τάλαντα τόσα καὶ τόσα, λαφύρων ἀφθονίαν, ἀλλ᾿ εἰς τοὺς φίλους προστάξας ἰδεῖν «μὴ ζητήσηις ἕτερον», φησίν, «Ἀλεξάνδρου πλοῦτον. οὗτοι γὰρ ἐμοὶ θησαυροί».

[5] Ὡς τοίνυν εἰκότως ταύτην ἡγήσατο πρέπειν τοῖς φίλοις τὴν προσηγορίαν, ῥάιδιον γνῶναι, εἴπερ ἐξετάσομεν τούς τε καιροὺς οἷς ἀνάγκη χρῆσθαι τοὺς ἀνθρώπους καὶ τύχας ἀμείνους καὶ παραπλησίους καὶ χείρονας, ἔτι δὲ πρὸς τούτοις ἡλικίας καὶ ὅτε τις βουλεύεται.

[6] Οὐκοῦν δύο μὲν καιροὶ τὰ ἀνθρώπινα διαιτῶσι πράγματα, λέγω δὴ πόλεμον καὶ εἰρήνην. <ἐν> ἑκατέρωι δὲ μέγιστον ἡ τῶν φίλων ἰσχύει μερίς. οἷον τοῖς πολεμοῦσι δεῖ μὲν χρημάτων, δεῖ δὲ ὅπλων, δεῖ δὲ συμβούλων, δεῖ δὲ συμμάχων. οὐκοῦν λύει μὲν τὴν ἀπορίαν τῶν χρημάτων εἰς μέσον τιθεὶς τὰ ὄντα ὁ φίλος οὐχ αὑτοῦ μᾶλλον ἡγούμενος εἶναι τὴν οὐσίαν ἢ τοῦ συνήθους, συμβουλὰς δὲ τὰς ἀρίστας ἀναζητῶν καὶ λέγων ἐκείναις ὀρθοῖ τὰ πράγματα. ἤδη δέ τινες ὅπλων ἀποροῦντες εἰς τοὺς φίλους ἰδόντες εὐπόρησαν. καὶ μὴν τό γε τῶν συμμάχων ἀγαθὸν τῆς φιλίας ἡγησαμένης ἂν γένοιτο. [7] τὸ δ᾿ αὐτὸ καὶ πόλεσι καὶ τοῖς καθέκαστα χρήσιμον. καλῶ μὲν γὰρ ἐγὼ πόλεων φίλους τοὺς εὔνους τοῖς καθεστηκόσιν, οὗτοι δὲ <οἱ> νόμους τιθέντες καὶ ψηφίσματα γράφοντες καὶ γνώμας ἀγορεύοντες καὶ τοὺς ἀδικοῦντας ἐλέγχοντες καὶ τοὺς χρηστοὺς ἀμείβεσθαι πείθοντες. ἀλλὰ μὴν καὶ τοῖς καθέκαστον μέγα παρὰ τῶν ἐπιτηδείων τὸ κέρδος. ἐκεῖνοι γάρ εἰσιν οἱ νουθετοῦντες ἁμαρτάνοντας ἢ σφαλλομένους ἐπὶ τὰ βελτίω μεθιστῶντες, οἱ δεομένοις ἐπικουροῦντες, οἱ ταῖς εὐπραξίαις χαίροντες, οἱ τοῖς ἀτυχοῦσι συναλγοῦντες. ἐκεῖνοι καὶ πολέμους πειρῶνται καταλύειν ὡς ἄριστα καὶ τὴν εἰρήνην ὡς ἐπιπλεῖστα φυλάττειν καὶ τὸ πρόσφορον ἑκατέρωι τηροῦντες <καὶ> ἀεὶ τὰ συνοίσοντα πράττονται. [8] ἀλλὰ μὴν πόλεων τὰς μὲν βασιλεύεσθαι, τὰς δὲ [καὶ] δημοκρατεῖσθαι συμβέβηκεν, ἐν δὲ ταῖς ὀλιγαρχίας καθεστάναι. ὁ δὲ τοῖς ὑπάρχουσιν οἰκείως ἔχων σώζει μὲν βασιλεῖ τὴν βασιλείαν, τηρεῖ δὲ δήμοις τὴν ἐλευθερίαν, φυλάττει δὲ ταῖς ὀλιγαρχίαις τὸ σχῆμα. [9] ἀλλὰ μὴν τῶν ἀνθρώπων οἱ μὲν πενίαι συζῶσι, τοῖς δὲ πολὺς παρὰ τῆς τύχης ὁ πλοῦτος. ἑκάτερον δὲ δεῖται πρὸς ὑπερβολὴν τῆς τῶν φίλων ῥοπῆς. τοῖς μὲν γὰρ διασώζει τὰ ὄντα, τοῖς δὲ ἐπικουφίζει τὴν πενίαν. [10] καὶ μὴν ἅ γε δι᾿ ἡμῶν αὐτῶν πράττειν ἀδύνατον, ταῦτα τῆι τῶν φίλων προσθήκηι πληροῦμεν. τίς γὰρ οὐκ οἶδεν ὅτι δεῖ μὲν γυναικὸς ἀνδρὶ κατὰ τὸν Ἡσίοδον; αὐτοὶ δ᾿ οἱ γαμεῖν μέλλοντες ἐρυθριάσαιεν ἂν ὑπὲρ τοῦ γάμου διαλεγόμενοι. ἐνταῦθα δὴ τὸν ἐπιτήδειον ἡ χρεία καλεῖ. ὁ δὲ πολλοὺς καὶ καλοὺς μελετήσας λόγους καὶ τὰ ὄντα ἄρας καὶ τὰ οὐκ ὄντα προσθεὶς ῥᾶιστα συνάπτει τὰ γένη. [11] ἀλλ᾿ ἐν ταῖς ἀποβολαῖς τῶν παίδων καὶ τῶν ἀναγκαιοτάτων, οὗ πολλάκις τὸ πάθος μεῖζον ἢ φέρειν, τίνες οἱ παρόντες καὶ τῆς λύπης ἀφαιροῦντες καὶ κωλύοντες ὁρμῆσαι πρὸς ξίφος; οὐχ οὗτοι; πᾶς ἂν συμφήσειεν ὅστις οὐκ ἄπειρος φίλων. ἐπεὶ καὶ πᾶσαν ἡλικίαν ἔγωγ᾿ ἂν φαίην μέγιστα τοῦ πράγματος ἀπολαύειν. τὸ γῆρας ἐκεῖθεν κουφότερον, τοῖς ἀκμάζουσιν ἀπὸ τούτων οἱ συνεργοί, τοῖς παισὶν οὐχ ἑτέρωθεν οἱ τῶν ἀσκήσεων κοινωνοί. οὕτως οὐδέν ἐστιν ὃ φαίης ἂν ἔξω καθεστάναι τῆς παρὰ τῶν συνήθων χρείας.

[12] Ἔστι μὲν οὖν οὐδὲ ταῦτα σμικρὰ παραδείγματα τοῦ σώφρονα ἀποκρίνασθαι τὸν Ἀλέξανδρον, δοκεῖ δ᾿ ἄν μοί τις ἰδεῖν ἀκριβέστερον ἡλίκον τὸ πρᾶγμα τῶν φίλων, εἰ τοὺς ἐστερημένους ἐκείνων σκέψαιτο. [13] οὐκοῦν ὁ μὲν τύραννος ἐν φόβωι βέβαιον μὲν οὐδὲν τῶν παρόντων ἀγαθῶν ἡγούμενος, ἀεὶ δὲ τὸ μέλλον προσδοκῶν χαλεπόν; ὧι γὰρ οὐκ ἔστι σύμβουλος ἀποστήσων μὲν τοῦ χείρονος, προσάξων δὲ τῶι βελτίονι καὶ πείσων τὰ μὲν φεύγειν, τὰ δὲ διώκειν, πῶς ἂν ὁ τοιοῦτος ἢ πολεμήσειεν, ὅτ᾿ ἄμεινον, ἢ τὴν εἰρήνην, ὅτε βέλτιον, ἔχοι; παρὰ τοῦ δ᾿ ἂν τοὺς ἐπιβουλεύοντας προμαθὼν ἀποκρούσαιτο πρὸ τῆς πείρας τὰ δυσχερῆ; τίς δ᾿ ἂν αὐτῶι νενικηκότι συμπαιανίσειε; τίς δ᾿ ἂν ἡττημένωι συναχθεσθείη; τῆι πόλει δὲ κηδεμόνος ἀπορούσηι τίς τῶν ὄντων ἀσφάλεια, τίς ὑπὲρ τοῦ μέλλοντος ἄδεια; [14] εἶεν. τοῖς δὲ δὴ καθέκαστον οὐκ ἀλγεινότατος ὁ βίος τῆς τοιαύτης κοινωνίας ἐστερημένοις; τίς ἐπ᾿ ἀγορᾶς διαλέξεται; τίς ὅ τι χρὴ πράττειν ὑποθήσεται; τίς ὃ φυλάξασθαι δεῖ συμβουλεύσει; τίς κουφίσει συμφοράν; τίς κρινομένωι παρέσται; [15] ἀφήιρηται καὶ τῆς νεότητος ἡ τέρψις ἄνευ φίλων, καὶ γῆρας βαρύτερον, εἰ τοῦτο ἀφέλοι τις, καὶ πενία μὴ τοῦτο ἔχουσα διπλοῦν ἂν εἴη κακόν. ὁ δέ γε πλούσιος τοὺς μὲν ἐπιβουλεύοντας πολλούς, τοὺς δὲ βοηθοῦντας οὐδαμῶς ὄψεται. καὶ πολλὰ ἂν εἴη λέγειν ἃ τοῖς ἀποροῦσι φίλων συνέζευκται χαλεπά. εἰ τοίνυν τοῖς σπανίζουσι φίλων πάντα περιέστηκε τὰ δεινά, τοῖς γε ἐν εὐπορίαι γνωρίμων εὐδαιμονία πολλή. καὶ παραπλησίως τοῖς μὲν ἥδιστος, τοῖς δὲ βαρύτατος ὁ βίος.

[16] Καὶ μὴν εἰκότως ἂν μᾶλλον οἱ φίλοι θησαυροὶ προσαγορευθεῖεν ἢ ταῦτα ἃ νῦν οὕτω κέκληται. τί γὰρ τοσοῦτον παρὰ τῶν χρημάτων ὅσον τὸ παρὰ τούτων; παρετάξατο χρήματα πολεμοῦσι καὶ παρεκινδύνευσεν; οὐκ ἔστιν. ἀλλ᾿ εἰσηγήσατο γνώμην; ἀλλὰ προκατεμήνυσεν ἐνέδραν; ἀλλ᾿ ἔλυσε στάσιν; ἀλλὰ φρονιμωτέρους ἐποίησεν; οὐδαμῶς. καὶ μὴν πάντα γε ταῦτα καὶ ἔτι πλείω τούτων παρὰ τῶν ἐπιτηδείων καὶ πρός γε αὐτὰ τὰ χρήματα παρ᾿ αὐτῶν γένοιτ᾿ ἄν. ἔτι τοίνυν οἱ μὲν ἄριστοι τῶν φίλων οὐδεπώποτε χείρους τοὺς χρωμένους ἐποίησαν, τὸν δὲ πλοῦτον ἀκούομεν πολλάκις εἰς κακίαν συντελεῖν. [17] ὥστε νουνεχόντως Ἀλέξανδρος μετέστησεν ἀπ᾿ ἐκείνων ἐπὶ τούτους τοὔνομα. διόπερ ἀεὶ φίλων δεῖ τοῖς μέλλουσιν εὐδαιμόνως βιώσεσθαι. ὅτωι δὲ οὐκ ἔστι τοιοῦτον κτῆμα, παραπλήσιον ἂν εἴη πεπονθὼς τῶι τῆς ἑτέρας ἐστερημένωι ταῖν χεροῖν. ὅσον γὰρ ἀλλήλοις οἱ πόδες ἐν τῶι βαδίζειν συνεισφέρουσι, τοσοῦτον ἐν τοῖς πράγμασιν οἱ φίλοι παρέχουσιν. οὐχ ἁμάρτοι δ᾿ ἄν τις οὐδὲ τὴν συζυγίαν τῶν ὀφθαλμῶν παραβαλὼν τῆι κοινωνίαι τῶν φίλων. 

[18] Ἔστι μὲν οὖν καὶ παρὰ τῶν καθ᾿ ἡμέραν γινομένων πλῆθος ἀποδείξεων λαβεῖν καὶ μεστὸς ὁ βίος τῶν εἰς τοῦτο φερόντων, ἔχοι δ᾿ ἄν τις καὶ πρὸς τοὺς ἄνω χρόνους τῶν ἡμιθέων ὁρῶν ἀπ᾿ αὐτῶν κομίσαι τὰ παραδείγματα. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ [τῆς] Θησέως φιλίας; ἢ τί τῶν κατωρθωμένων αὐτοῖς διὰ τοῦ ταὐτὰ προελέσθαι τε καὶ φρονῆσαι παραπλήσια καὶ συμπνεῦσαι πρὸς τοὺς ἄθλους; ὅτε δὲ ἀποστροφῆς ἐδέησεν αὖθις τῶι Ἡρακλεῖ, τίς ἀγαγὼν αὐτὸν Ἀθήναζε πρὸς τὴν χρείαν ἤρκεσεν; ὁ Θησεύς. [19] αὐτὸς τοίνυν οὗτος Θησεὺς ὁ Πειρίθωι χρώμενος ἐξετάσωμεν ἅ τε ἀπήλαυσεν ἅ τε παρέσχεν. οὐκ οὖν ἔδει μὲν τῶι Θησεῖ τὴν Ἑλένην γενέσθαι δι᾿ ἁρπαγῆς; ἐπεὶ δὲ πείθων οὐκ εἶχε λαβεῖν, ἦν δὴ ὁ κίνδυνος οὐ μικρός, τοῦτο μὲν ἐκ τοῦ πατρός, τοῦτο δὲ ἐκ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τῶν ἐν Λακεδαίμονι. ἀλλ᾿ ὅμως ἐτόλμα Θησεύς, οὐκ ἀπελείπετο δὲ Πειρίθους τὴν χάριν πρὸ τῶν φόβων τιθέμενος. [20] καὶ οὐκ ἐμέμψατο τὴν προθυμίαν, ἀλλὰ τάχιστα δὴ τὴν ἀντίδοσιν ἐκομίζετο. βουληθεὶς γὰρ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος ἐκέλευσε μὲν τῶι Θησεῖ συνακολουθῆσαι, ὁ δὲ τὰ μὲν πρῶτα κατέχειν ἐπειρᾶτο πρόδηλον εἶναι λέγων τὴν συμφοράν, ἐπεὶ δὲ πείθειν λέγων οὐκ ἴσχυεν, ἐκοινώνει τῶν κινδύνων εἰδὼς μὲν ἃ πείσεται, παθεῖν δὲ μᾶλλον αἱρούμενος ἢ λυπῆσαι τὸν φίλον. [21] τὸν δὲ παῖδα τὸν Ἀγαμέμνονος πῶς ἀκούομεν διατεθῆναι μετὰ τὸν φόνον τῆς μητρός; οὐκ ἠλαύνετο μὲν ὑπὸ τῶν Ἐριννύων, ἐμισεῖτο δὲ ὑπὸ τῶν ἰδίων, ἐπάρατος δὲ καὶ δυσσεβὴς ἐδόκει παρὰ πᾶσι καὶ μιαρώτατος εἶναι; ἀλλ᾿ ὅμως ὁ Πυλάδης οὐκ ἀπεστράφη μετὰ τῆς τύχης τὸν ἄνθρωπον οὐδὲ ἐνθυμηθεὶς ὡς μεταλήψεται τῆς ἀδοξίας ἐγκαλυψάμενος ἔφυγεν, ἀλλὰ παρῆν καὶ συνηκολούθει καὶ συνηγωνίζετο καὶ θεραπεύειν οὐκ ἠισχύνετο τὸν αὐτόχειρα τῆς μητρός. [22] μικρὰ πάντα πρὸς τὴν Ἀχιλλέως γνώμην κρινόμενα. ἐκεῖνος γὰρ ἤιδει σαφῶς ἀκούσας ὡς δεῖ δυοῖν θάτερον, ἢ τὸν Ἕκτορα μὴ διαφθείρειν ἢ καὶ αὑτὸν τεθνάναι, ἀλλ᾿ ὅμως ἔμπροσθεν τῆς ἑαυτοῦ ψυχῆς ἐποιήσατο τιμωρῆσαι Πατρόκλωι. 

[23] Αὕτη μὲν ἡ τῶν πραγμάτων Ἀλεξάνδρωι μαρτυρία, δεῖ δὲ μηδὲ Εὐριπίδην παραλιπεῖν, πάντως δὲ οὐκ ἀμφισβητήσιμος ἡ σοφία τοῦ ποιητοῦ. τί οὖν ἐκεῖνός φησι; μηδὲν εἶναι προτιμότερον φίλου σαφοῦς, οὗ δεύτερον πᾶν ἐφεξῆς ἄριστον. εἶτ᾿ ἐπειδὴ τοὺς ἀνθρώπους ἑώρα πλοῦτον καὶ τυραννίδα θαυμάζοντας, διαρρήδην φησίν· 

 

οὐ πλοῦτος, οὐ τυραννὶς τοῦδε βέλτιον. 

 

[24] Εἰκότως ἄρα θησαυροί τε ἐνομίσθησαν Ἀλεξάνδρωι καὶ ὠνομάσθησαν οἱ φίλοι. ἔστι τοίνυν ἐχόντων νοῦν κἀκεῖνον ἐπαινεῖν τοῦ λόγου καὶ αὐτοὺς μιμεῖσθαι τοῖς ἔργοις, ὡς οὐκ ἔσθ᾿ ὅπως εὐδαιμόνως βιώσομεν, εἰ μὴ φίλων πολλῶν καὶ ἀγαθῶν εὐποροῖμεν.

 

 

βʹ

Διογένης μειράκιον ἰδὼν ἀτακτοῦν τὸν παιδαγωγὸν ἔπαισεν ἐπειπών· τί γὰρ τοιαῦτα παιδεύεις;

 

[1] Ἅπασα μέν μοι φιλοσοφία τίμιον καὶ δαιμόνιον καί μοι δοκοῦσιν οἱ τοὺς ἐν αὐτῆι ζῶντας μὴ θαυμάζοντες ἴσως ἂν πάντων τῶν θεῶν ὀλιγωρῆσαι, χρὴ δὲ τοσοῦτον αὐτοὺς ὑπολαμβάνειν τῶν λοιπῶν διαφέρειν ὅσονπερ ἐκείνους τῶν θηρίων· τῶν δ᾿ αὖ τοῦτον ἡιρημένων τὸν βίον εἰκότως ἄν μοι δοκῶ Διογένη τε διαφερόντως ἀγασθῆναι καὶ τὴν ὁδὸν ἣν οὗτος ἦλθε. [2] τὸ μὲν γὰρ οὐρανοῦ τε καὶ γῆς μέτρα ἡλίου τε καὶ σελήνης διερευνήσασθαι δρόμους ἄλλοις ἀφῆκεν, αὐτὸς δὲ μετῆλθεν ἀρετὴν ἣ μάλιστα τοὺς ζῶντας ὀνήσειν ἔμελλε. πλούτου κατεφρόνει, τῶν ἡδονῶν ἐκράτει, τὸ σῶμα παρεῖχε τοῖς πόνοις, τὴν τῶν δυνατῶν εὐδαιμονίαν δυστυχίαν ἐνόμιζε. πάντας δὲ ἀνθρώπους οἰ κείους ἡγούμενος ἐπεμελεῖτο πάντων καὶ συλλήβδην εἰπεῖν Ἡρακλέους ἑαυτὸν ζηλωτὴν κατέστησεν αὐτῆι βακτηρίαι περιιὼν ἐπὶ τῶι βελτίους ποιεῖν οἷς ἐντυγχοι. [3] οἷον δ᾿ αὖ κἀκεῖνο διεπράξατο. παιδὶ μὲν γὰρ ὁ παιδαγωγὸς παρῆν, τὸν δὲ προσήκοντα κόσμον ὁ παῖς οὐκ ἐφύλαττε, Διογένει δὲ τὸ πραττόμενον ἐπανορθώματος ἐδόκει δεῖσθαι. τί οὖν ποιεῖ; τὸν νέον ὑπερβὰς ἐπὶ τὸν ἐφεστηκότα φέρεται καὶ παίει κατὰ τοῦ νώτου πολλὰς καὶ προστίθησι ταῖς πληγαῖς τὸν λόγον, ὡς οὐκ ἄρα χρὴ τοιοῦτον εἶναι παιδευτήν.

[4] Πρῶτον μὲν οὖν ἀμφοτέρων εἵνεκα τὸν ἄνδρα ἐπαινῶ, τοῦ τε μὴ κατοκνῆσαι ταῖς χερσὶ χρήσασθαι πρὸς τὸ σωφρονίσαι καὶ τοῦ τὴν αἰτίαν εἰπεῖν δι᾿ ἣν τοῦτο ἐποίησε. τούς τε γὰρ σφόδρα ἀδικοῦντας ἔργωι παιδεύειν ἠξίου τό τε μὴ σιωπῆσαι καὶ τὸ πόθεν ἐπὶ τὰς πληγὰς παρωρμήθη δηλοῦντος ἦν τῶι πεπονθότι τοῦ χάριν ταῦτ᾿ ἐπεπόνθει. εἰ γὰρ πλήξας ἀπιὼν ὤιχετο σιωπῆι, οὐδὲν ἂν ἐκώλυσε τὸν μὲν παιδαγωγὸν ἀγνοῆσαι πλημμελήσαντα, τῆι δὲ ἀγνοίαι μηδὲν βελτίω γενέσθαι. [5] καὶ μὴν τὸ τῶν ἁμαρτημάτων τοῦ νέου παρὰ τοῦ παιδαγωγοῦ τὴν τιμωρίαν λαβεῖν νοῦν ἐχόν των εὑρήσομεν. ἐνθυμηθῶμεν γὰρ ὅτου χάριν οἱ γονεῖς μισθοῦνται τοὺς ἐπιστησομένους τοῖς υἱέσιν. ἆρά γε μάτην ἐπιθυμοῦντες δαπανᾶσθαι χρήματα, ἀναλίσκειν πλοῦτον; πόθεν; οὐδεὶς οὕτως ἀπόπληκτος. [6] ἀλλὰ πρὸς τί δὴ βλέπουσιν; ἴσασιν ἐκεῖνοι τὴν νεότητα ἐπιρρεπῆ φύσει πρὸς τὰ ἁμαρτήματα, κατὰ δὲ τῶν χρηστῶν ἀεὶ τὴν ἐναντίαν δόξαν ἔχουσαν καὶ φεύγουσαν μὲν ἀφ᾿ ὧν ἔστιν εὐδαιμονίαν λαβεῖν, διώκουσαν δὲ δι᾿ ὧν ἔστιν ἀθλιωτάτους γενέσθαι. [7] ἵν᾿ οὖν τῶι νέωι παρὰ τῶν πρεσβυτέρων μανθάνειν εἴη, τίσι μὲν προσεκτέον, τίνων δ᾿ ἀφεκτέον, τούτου χάριν τὴν πλείστην πρόνοιαν ἐνταῦθα εἰσφέρονται παιδαγωγοὺς ὡς μάλιστα βελτίστους ἀνερευνᾶν κανόνα τῶν τοῦ παιδὸς πραγμάτων ποιούμενοι τὴν ἐκείνου γνώμην. [8] τεκμήριον δέ, τῶν γὰρ ἀνθρώπων ἕκαστος τῶι τοῦ παιδαγωγοῦ τρόπωι τεκμαίρεται τὸν τοῦ νέου. κἂν μὲν ἦι χρηστὸς ἐκεῖνος, καὶ περὶ τούτου προσδοκᾶι τὰ βελτίω, μὴ τοιούτου δὲ ὄντος χείρους ἐλπίδας καὶ περὶ τοῦ νέου λαμβάνει. [9] οὐκοῦν τοῦ μὲν πατρὸς ἀργύριον δοῦναι, τοῦ δὲ παιδαγωγοῦ τῶν λοιπῶν φροντίσαιμη δὲν ὑποστελλόμενον. διὰ τοῦτο γὰρ καὶ παίειν καὶ ἄγχειν καὶ στρεβλοῦν καὶ ἃ τῶν δεσποτῶν πρὸς τοὺς οἰκέτας, ταῦτα καὶ τῶν υἱέων τοῖς ἐφεστῶσιν ἀξιοῦσιν ὑπάρχειν, ὡς μηδεὶς ἀπόλογος ἐσύστερον ἦι.

[10] Τί οὖν φημι; μᾶλλον δέ, τί Διογένης φησίν; ἂν πίνειν πέρα τοῦ μετρίου βούληται, μηδαμῶς, ὦ τάν, ἐπίτρεπε. καὶ τὸν ὕπνον δὲ τὸν ἔξω τοῦ προσήκοντος διάκοπτε. καὶ πρὸς ἀργίαν ἐκφερόμενον ἀνέγειρε καὶ παρατήρει βλέμμα καὶ σχῆμα καὶ φωνὴν μὴ παρὰ μέλος συμβῆι. καὶ τὰ μὲν πρῶτα πειρῶ νουθετεῖν, εἰ δ᾿ ἀντιτείνει, κόλαζε καὶ πικρὸς ὑπὲρ σωφροσύνης φαίνου μᾶλλον ἢ τῆι φιλανθρωπίαι ζημίου. πάρεστιν ἱμάς. ξαῖνε κατὰ τοῦ νώτου πολλάς. φοβείσθω τὴν σὴν βακτηρίαν. εἰ δὲ οὐκ ἐκεῖνος τὴν σήν, σὺ τὴν ἐμήν. τούτους ἡγεῖσθαι χρὴ Διογένους τοὺς λόγους. ἐν γὰρ τῶι τί γὰρ τοιαῦτα παιδεύεις; εἰπεῖν ταῦτα πάντα περιείληφεν.

[11] Ἔτι τοίνυν ὡδὶ σκεψώμεθα. πότερον οὖν παρῆν τῶι παιδὶ διαπαντὸς ἢ οὔ; εἰ μὲν γὰρ ἀπεστάτει, προδότης ἦν τοῦ νέου σαφής· εἰ δὲ συνέζευκτο, πότερον ἠρέσκετο τοῖς πλημμελήμασιν ἢ οὔ; εἰ μὲν γὰρ βουλομένου ταῦτα ἦν ἁμαρτάνεσθαι, τίς τοῦ τοιούτου πονηρότερος; εἰ δὲ οὐ βουλομένου, τί παθὼν οὐκ ἐκώλυεν; οὐ γὰρ δὴ χεῖρας ἔμελλεν ὁ νέος ἀνταίρειν. τὸ γὰρ πείθεσθαι καὶ μὴ ἀντιβλέπειν ἀναγκαῖον ὂν ἠπίστατο. [12] εἰ δὲ ἃ τὸν παιδαγωγὸν ὁ Διογένης, ταῦτα τὸν νέον ἐτύγχανε δράσας, οὐκ ἂν ἐκεῖνον εἰπεῖν νομίζομεν; ὦ σοφώτατε Διόγενες, ἐμοὶ γὰρ ὑπείληπται καλὸν ὃ δίδωσι πράττειν ὁ κύριος. καὶ νῦν σὺ μὲν ταύτην ἀταξίαν, ἐγὼ δὲ παιδείαν ἡγοῦμαι. σημεῖον δὲ τὸ μηδὲ τὸν παιδαγωγὸν ἀποτρέπειν ποιοῦμαι. εἰ ταῦτα ἤκουσεν, ἆρ᾿ οὐχ ὡμολόγησεν ἂν ἀκρισίαι περὶ τὰς πληγὰς κεχρῆσθαι; πάνυ γε. διόπερ οὐδὲν τοιοῦτον οὔτε ἔπραξεν οὔτε ἤκουσεν. [13] ἐπεὶ δὲ καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις προσήκει τῶν πραγμάτων σκοπεῖν καὶ πρὸς ἐκείνας πάντα ἀναφέρειν τὰ δεύτερα, τὸ γὰρ παρέχον τὴν ἀφορμὴν καὶ τῶν ἀκολουθούντων κομίζεται τὸν λόγον, καὶ τὸ τῆς ἀταξίας ὑπὸ μὲν τοῦ παιδὸς ἐγίγνετο, κατεσκεύαστο δὲ τῆι τοῦ παιδαγωγοῦ ῥαιθυμίαι, οὐ δὴ ψιλὸν ἐξήτασε τοὖργον, ἀλλὰ καὶ τὸν δόντα τῶι πράγματι τὴν καταβολὴν καὶ τῶι μὲν πράττοντι συνέγνω, τὸν δὲ δόντα τὴν ἄδειαν ἐμίσησεν. [14] οὗ γὰρ μὴ συγχωρήσαντος οὐκ ἄν ποτ᾿ ἐπέπρακτο, τοῦτον ἡγεῖτο δίκην τῶν πραχθέντων ὀφείλειν. καὶ γὰρ ὡς ἀληθῶς τῶν ἀτοπωτάτων, εἰ μέν τι τῶν ἀμεινόνων ὑπὸ τῶν νέων γένοιτο, τὸν ἐφεστηκότα τὴν δόξαν καρποῦσθαι, τῶν δὲ ὡς ἑτέρως ἐχόντων μὴ τὸν αὐτὸν τοῦτον ὑπεύθυνον εἶναι. [15] ἐγὼ πολλάκις ἔγνων τὸν μὲν νέον ἀπομνημονεύοντα καλῶς, τὸν δὲ παιδαγωγὸν μέγα φρονεῖν ἀξιοῦντα, καὶ τὸν νέον μὲν ὡς ὀξύτατα συνιέντα, τὸν δὲ μάλιστα σεμνυνόμενον, καὶ τὸν μὲν σωφρονοῦντα, τὸν δέ, εἰ μή τις αὐτὸν ἐπαινοίη, δεινὰ φάσκοντα πάσχειν. [16] καὶ μὴν οἱ γονεῖς ὅταν αἴσθωνται τὰ τοῦ παιδὸς αὑτοῖς ὡς ἄριστα προχωροῦντα καὶ λόγων εἵνεκα καὶ τρόπων, αὐτὸν μὲν οὐδὲ μικρὸν ἐπὶ τούτοις ἂν θαυμάσαιεν, εἰς δὲ τὸν ἐπόπτην καὶ τὸν ἐπὶ τοῦτο ἄγοντα ῥέπουσι, κροτοῦσιν, ἐπαινοῦσι, χρήματα προτείνουσι, καὶ παραχρῆμα διδομένων τὰ προσδοκώμενα μείζω. [17] ἔστιν οὖν ἁπλοῦς καὶ δίκαιος λόγος· οὐδεὶς θαυμάσεται τὸν νέον τῶν ἀγαθῶν. οὐ τοίνυν οὐδὲ κολάσει τῶν ἐναντίων. ἐπὶ τὸν παιδαγωγὸν ἥξει τὸ θαῦμα τῶν δεξιῶν, οὐκοῦν καὶ τῶν ἁμαρτημάτων ἡ ζημία. ἢ μέγιστα ἂν εἶεν πλεονεκτοῦντες κἀκείνων δῶρα λαμβάνοντες καὶ τούτων δίκην μὴ διδόντες. ἀλλ᾿ οὐκ ἄξιον. ἀλλ᾿ οἱ τῶν τιμῶν καὶ τῆς τιμωρίας, εἰ πλημμελοῖτό τι, κληρονομοῖεν ἂν εἰκότως. καὶ μὴ τῆς φιλοτιμίας ἀντιποιούμενοι ἀγανακτούντων ἐπὶ ταῖς πληγαῖς. [18] τοῦτο τὸ δίκαιον πανταχοῦ σωζόμενον εὑρήσομεν. ἦισεν ὁ χορὸς πλημμελῶς. τὸν διδάσκαλον ἐν αἰτίαις ἔχει τὸ θέατρον, καὶ τῶν μὲν χορευτῶν οὐδεὶς καθάπτεται, τὸν δὲ οὐ καλῶς ῥυθμίσαντα τοῦτον ἐλαύνουσι. δῆλον γὰρ ὡς, εἴπερ οὗτος ὑφηγεῖτο τὴν ἀμείνω, ταύτην ἂν ἦλθεν ἐκείνων ἕκαστος. [19] βοῦς δὲ ὅταν κυρίττηι, πότερα τὸν βουκόλον ἢ ἐκεῖνον μεμφόμεθα; πῶλος δὲ ὅταν ἀτακτῆι, πότερον ἐκεῖνον ἢ τὸν ἡνίοχον κακίζομεν; φροντιζέτω δὲ καὶ τῆς τῶν ναυτῶν ἀρετῆς ὁ κυβερνήτης ὡς αὐτὸς ὑφέξων λόγον ὧν ἂν ἐκεῖνοι σφαλῶσιν. ὥσπερ γὰρ ἐπὶ τὸν λοχαγὸν τὰ τῶν ἑπομένων ἐγκλήματα βαδίζει, τὰ γὰρ ἐκείνου νεύματα τῶν πρακτέων τοῖς στρατιώταις ὅρος, οὕτω καὶ τὴν αἰτίαν τῶν ἁμαρτανομένων τοῖς νέοις ἐπὶ τὴν τοῦ παιδαγωγοῦ κεφαλὴν δικαίως <ἂν> ἀναθεῖεν ἅπαντες.

[20] Γένοιτο δ᾿ ἂν ὅ φημι γνωριμώτερον, εἰ πρὸς τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀποβλέψαιμεν, τὴν Ἀθηναίων λέγω καὶ Λακεδαιμονίων. Ἀθηναῖοι μὲν οὖν οὐκ ἀναιρεθέντων τῶν πεσόντων ἐν Ἀργινούσαις τοὺς μὲν στρατηγοὺς ἀπέκτειναν, τοὺς δὲ λοιποὺς οὐδ᾿ ἐμέμψαντο. καίτοι γε πάντες ὁμοίως ἦσαν ἠμεληκότες τῆς τῶν ἀπελθόντων ταφῆς, ἀλλ᾿ ἐπειδὴ τὴν ῥαιθυμίαν ἤιδεσαν ἀπὸ τῶν στρατηγῶν ὡρμημένην, τούτων τὸ ἔγκλημα καὶ τὴν δίκην ἐποιήσαντο. [21] Λακεδαιμόνιοι δὲ τῆι πρὸς τὸν Θεμιστοκλέα τιμῆι δῆλον κατέστησαν ὡς τῶν τὰς αἰτίας παρεχομένων τὰ λοιπὰ πάντα γίνεται. μετὰ γὰρ τὰς γενναίας ἐκείνας καὶ θαυμαστὰς πράξεις ἃς ἐπεδείκνυντο κατὰ τοῦ βαρβάρου Θεμιστοκλῆς μὲν ἧκεν εἰς Σπάρτην, οἱ δὲ αὐτὸν ἐστεφάνωσαν τῆς ἐν Σαλαμῖνι ναυμαχίας ἀφορμὴν ποιούμενοι τὴν ἐκείνου διάνοιαν.

[22] Οὐκοῦν Διογένης μὲν ὀρθῶς οἶδεν ὅτωι προσήκουσιν αἱ πληγαί, δεῖ δὲ τοὺς εὖ φρονοῦντας ἐκεῖνον ἐπαινεῖν καὶ τοῖς ἔργοις μιμεῖσθαι.