BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

{44}

Κεφ. κβʹ.

Πῶς δεῖ τὴν οἰκουμένην ἐν

σφαίραι καταγράφειν;

 

§ 1. Τὸ μὲν δὴ μέγεθος ἡ περὶ τὸ πλῆθος τῶν καταταχθησομένων πρόθεσις τοῦ κατασκευάζοντος διακρίνειεν ἄν, ὅπως ἂν ἔχοι δυνάμεώς τε καὶ φιλοτιμίας, ὡς ἐφ᾽ ὅσον ἂν αὔξηται τοῦτο καὶ τῆς καταγραφῆς λεπτομερεστέρας τε ἅμα καὶ σαφεστέρας ἀποτελεσθησομένης. § 2. Ὁπηλίκη δ᾽ οὖν ἐὰν ἦι, λαβόντες αὐτῆς τοὺς πόλους ἀκριβῶς προσαρμόσομεν δι᾽ αὐτῶν ἡμικύκλιον, ὀλίγιστον ἀπέχον τῆς ἐπιφανείας, ὥστε μόνον μὴ παρατρίβειν αὐτὴν ἐν τῆι περιφορᾶι. § 3. Τὸ δ᾽ ἡμικύκλιον ἔστω μὲν στενόν, ἵνα μὴ πλείοσιν ἐπιπροσθῆι τόποις· τὴν δ᾽ ἑτέραν τῶν πλευρῶν ἐχέτω δι᾽ αὐτῶν ἀκριβῶς τῶν κατὰ τοὺς πόλους σημείων ἀποτεταμένην, ὅπως δι᾽ αὐτῆς γράφωμεν τοὺς μεσημβρινούς· ἣν καὶ διελόντες εἰς ρπʹ τμήματα, παρασημειωσόμεθα τοὺς ἀριθμούς, ἀπὸ τῆς μέσης καὶ κατὰ τὸν ἰσημερινὸν ἐσομένης τομῆς ποιούμενοι τὴν ἀρχήν. § 4. Ὁμοίως δὲ καὶ τὸν ἰσημερινὸν γράψαντες καὶ τὸ ἕτερον αὐτοῦ τῶν ἡμικυκλίων διελόντες εἰς τὰ ἴσα ρπʹ τμήματα παραθήσομεν καὶ τούτωι τοὺς ἀριθμούς, τὴν ἀρχὴν ἀπ᾽ ἐκείνου ποιούμενοι τοῦ πέρατος, δι᾽ οὗ τὸν δυσμικώτατον γράψομεν τῶν μεσημβρινῶν· § 5. ποιησόμεθα δὲ τὴν καταγραφὴν ἤδη ἀπό τε τῶν ἐν τοῖς ὑπομνήμασι μοιρογραφιῶν μήκους τε καὶ πλάτους καθ᾽ ἕνα ἕκαστον τῶν σημαινομένων τόπων, καὶ ἀπὸ τῶν διαιρέσεων τῶν ἡμικυκλίων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ κινουμένου μεσημβρινοῦ· τοῦτον μὲν παραφέροντες ἐπὶ τὴν δηλουμένην τοῦ μήκους μοῖραν, τουτέστιν {45} ἐπὶ τὴν τὸν ἀριθμὸν περιέχουσαν τοῦ ἰσημερινοῦ τομήν, τὴν δὲ κατὰ τὸ πλάτος ἀπὸ τοῦ ἰσημερινοῦ διάστασιν ἐξ αὐτῆς τῆς τοῦ μεσημβρινοῦ διαιρέσεως λαμβάνοντες, καὶ κατὰ τὸν δηλούμενον ἀριθμὸν ἐκτιθέμενοι τὴν σημείωσιν τὸν αὐτὸν τρόπον τῶι τῆς στερεᾶς σφαίρας ἀστερισμῶι. § 6. Ὁμοίως δὲ καὶ τοὺς μεσημβρινοὺς ἐξέσται γράφειν, δι᾽ ὅσων ἂν προαιρώμεθα τοῦ μήκους μοιρῶν, αὐτῆι τῆι διηιρημένηι τοῦ κρίκου πλευρᾶι κανόνι χρωμένοις· τοὺς δὲ παραλλήλους, δι᾽ ὅσων ἂν σύμμετρον ἦι ἀποχῶν παρατιθεῖσι τὸ καταγράψον αὐτοὺς τῶι τὴν οἰκείαν ἀποχὴν σημαίνοντι τῆς ἐπὶ τοῦ μεσημβρινοῦ πλευρᾶς ἀριθμῶι καὶ συμπαραφέρουσιν αὐτὸ τῶι κρίκωι μέχρι τῶν τὰ πέρατα τῆς ἐγνωσμένης γῆς ἀφοριζόντων μεσημβρινῶν.